§44. Ὁ δὲ ἐγκέφαλός ἐστι μητρόπολις τοῦ ψυχροῦ καὶ τοῦ κολλώδεος, τὸ δὲ θερμὸν τοῦ λιπαροῦ μητρόπολις·
4. 脳は冷たいものと粘着性のあるものの本源であり、熱は脂肪分の本源である。
θερμαινόμενον γὰρ, τὸ πρῶτον πάντων διαχεόμενον λιπαρὸν γίνεται, καὶ διὰ τοῦτο ἐγκέφαλος ὅτι ὀλίγιστον ἔχει τοῦ λιπαροῦ, τοῦ δὲ κολλώδεος πλεῖστον, οὐ δύναται ἐκκαυθῆναι ὑπὸ τοῦ θερμοῦ, ἀλλ’ ἐν τῷ χρόνῳ χιτῶνα μήνιγγα παχείην ἔλαβε·
というのも、熱せられると、最初に融解したものが脂肪分になるからである。 そしてそれゆえに脳は、脂肪分が極めて少なく、粘着性のものが極めて多いため、熱によって燃え尽きることができず、むしろ時間をかけて厚い膜(髄膜)を獲得した。
περὶ δὲ τὴν μήνιγγα ὀστέα ὁκόσον τὸ θερμὸν ἐκράτησε, καὶ ἐν ὅσοισι τοῦ λιπαροῦ ἐνῆν.
そして髄膜の周囲には、熱が凌駕した限りにおいて、また脂肪分が含まれていた箇所において、骨が生じた。
Καὶ ὁ μυελὸς ὁ καλεόμενος νωτιαῖος καθήκει ἀπὸ τοῦ ἐγκεφάλου·
また、脊髄と呼ばれる髄は脳から下っている。
καὶ οὐκ ἐστὶν ἐν αὐτῷ τοῦ λιπαροῦ ἢ τοῦ κολλώδεος πουλὺ, ὥσπερ καὶ τῷ ἐγκεφάλῳ·
そしてそこには、脳と同様に、脂肪分や粘着性のものが多くは含まれていない。
διὰ τοῦτο οὐκ ἂν δικαίως καὶ αὐτῷ εἴη μυελὸς οὔνομα·
それゆえ、それに「髄」という名前があるのは正しくないだろう。
οὐ γὰρ ὅμοιος τῷ ἄλλῳ μυελῷ, ὡς ἐν τοῖσιν ἄλλοισιν ὀστοῖσιν ἔνι μοῦνος γὰρ μήνιγγας ἔχει, ὁ δὲ ἄλλος οὐκ ἔχει.
というのも、他の骨の中にあるような、他の髄とは似ていないからである。 脊髄だけが膜を持っており、他の髄は持っていない。
Τεκμήρια δὲ τουτέων σαφέα, εἴ τις ἐθέλοι ὀπτᾷν νευρώδεά τε καὶ κολλώδεα, καὶ τὰ ἄλλα δέ·
これらの確かな証拠は、人が腱のようなものや粘着性のあるもの、またその他のものを焼いてみようとするなら得られる。
τὰ μὲν ἄλλα ταχὺ ὀπτᾶται, τὰ δὲ νευρώδεά τε καὶ κολλώδεα οὐκ ἐθέλει ὀπτᾶσθαι ἐλάχιστον γὰρ ἔχει τοῦ λιπαροῦ·
他のものは速やかに焼けるが、腱のようなものや粘着性のあるものは焼けようとしない。 それらは脂肪分を極めて少なく含んでいるからである。
τὸ δὲ πιότατον καὶ λιπαρὸν τάχιστα δπτᾶται.
最も肥えており脂肪分に富むものは、最も速く焼ける。
§55. Τὰ δὲ σπλάγχνα ὧδέ μοι δοκέει ξυστῆναι·
5. 内臓は次のように構成されたと私には思われる。
περὶ μὲν οὖν τῶν φλεβῶν εἴρηταί μοι πρότερον ἡ δὲ καρδίη πουλὺ τοῦ κολλώδεος καὶ τοῦ ψυχροῦ ἔχει·
さて、脈管については先に私によって語られた。 心臓は粘着性のものと冷たいものを多く含んでいる。
καὶ ὑπὸ τοῦ θερμοῦ θερμαινόμενον, κρέας ἐγένετο σκληρὸν καὶ γλίσχρον, καὶ μήνιγξ περὶ αὐτὴν, καὶ ἐκοιλώθη οὐχ ὥσπερ φλέβες, καί ἐστιν ἐπὶ τῇς κεφαλῆς τῆς φλεβὸς τῆς κοιλοτάτης.
そして熱によって温められることで、硬く粘り気のある肉となり、その周囲に膜が生じ、脈管のようではなく空洞になり、最も中空な脈管の起点にある。
Δύο γάρ εἰσι κοῖλαι φλέβες ἀπὸ τῆς καρδίης·
というのも、心臓からは2つの中空な脈管が出ているからである。
τῇ μὲν οὔνομα ἀρτηρίη· τῇ δὲ κοίλη φλὲψ, πρὸς ᾗ ἡ καρδίη ἐστίν·
一方には「動脈」という名前があり、他方には「大静脈」という名前があり、心臓はこれに接している。
καὶ πλεῖστον ἔχει τοῦ θερμοῦ ἡ καρδίη, ᾗ ἡ κοίλη φλέψ, καὶ ταμιεύει τὸ πνεῦμα.
そして心臓は、大静脈が接する場所において、最も多くの熱を持っており、プネウマを管理している。
Πρὸς δὲ τούτοιν τοῖν φλεβοῖν ἄλλαι κατὰ τὸ σῶμα ἡ δὲ κοιλοτάτη φλὲψ, πρὸς ᾗ ἡ καρδίη, διὰ τῆς κοιλίης ἁπάσης διήκει καὶ διὰ τῶν φρενῶν, καὶ σχίζεται ἐς ἑκάτερον τῶν νεφρῶν·
これら2つの脈管に、体の各所の他の脈管が接続している。 心臓が接している大静脈は、腹部全体を通り、横隔膜を通り、左右の腎臓へと分岐する。
καὶ ἐπὶ τῇ ὀτφυὶ σχίζεται, καὶ ἀΐσσει ἐπί τε τὰ ἄλλα καὶ ἐς ἑκάτερον σκέλος, ἀτὰρ καὶ ἄνωθεν τῆς καρδίης πρὸς τῷ αὐχένι, τὰ μὲν ἐπὶ δεξιὰ, τὰ δ’ ἐπ’ ἀριστερά·
また腰のところで分岐し、他の部位や左右の脚へと走り、さらに心臓の上部から首のところでも、一方は右へ、他方は左へと分岐する。
καὶ τότε ἐπὶ τὴν κεφαλὴν ἄγει καὶ ἐν τοῖς κροτάφοισι σχίζεται ἑκατέρη.
そしてその後頭部へと導き、こめかみのところでそれぞれ分岐する。
Ἔστι δὲ καὶ ἀριθμῷ εἰπεῖν τὰς φλέβας τὰς μεγίστας·
最大の脈管たちを数え上げることもできる。
ἐνὶ δὲ λόγῳ ἀπὸ τῆς κοίλης φλεβος καὶ ἀπὸ τῆς ἀρτηρίης αἱ ἄλλαι φλέβες ἐσχισμέναι εἰσι κατὰ πᾶν τὸ σῶμα·
一言で言えば、大静脈と動脈から、他の脈管が体全体に分岐しているのである。
κοιλόταται δὲ αἱ πρὸς τῇ καρδιῃ καὶ τῷ αὐχένι καὶ ἐν τῇ κεφαλῇ καὶ κάτωθεν τῆς καρδίης μέχρι τῶν ἰσχίων.
最も中空なのは、心臓に接する脈管、首のところ、頭部、および心臓の下から腰に至るまでの脈管である。
§66. Καὶ τὸ θερμὸν πλεῖστον ἔνι τῇσι φλεψὶ καὶ τῇ καρδίῃ, καὶ διὰ τοῦτο πνεῦμα ἡ καρδίη ἔχει θερμὴ ἐοῦσα μάλιστα τῶν ἐν τῷ ἀνθρώπῳ.
6. そして熱は、脈管と心臓の中に最も多く存在し、それゆえ心臓は人間の中のもののうちで最も温かく、プネウマを持っている。
Ῥηΐδιον δὲ τοῦτο καταμαθεῖν, ὅτι τρέφον ἐστὶ τὸ πνεῦμα·
プネウマが養うものであることは、次のことから容易に理解できる。
ἡ καρδίη καὶ αἱ κοῖλαι φλέβες κινέονται αἰεὶ, καὶ τὸ θερμότατον πλεῖστον ἐν τῇσι φλεψίν·
心臓と中空な脈管は常に運動しており、最も温かいものが脈管の中に最も多くある。
καὶ διὰ τοῦτο πνεῦμα ἡ καρδίη ἕλκει θερμὴ ἐοῦσα μάλιστα τῶν ἐν τῷ ἀνθρώπῳ.
そしてそれゆえに心臓は、人間の中のもののうちで最も温かいため、プネウマを引き入れる。
Ἔστι δὲ καὶ ἄλλως γνῶναι·
また、別の方法でも知ることができる。
πῦρ εἴ τις θέλει καίειν ἐν οἰκήματι ὁκόταν ἄνεμος μὴ εἰσπνέῃ, φλὸξ κινέεται τοτὲ μὲν μᾶλλον, τοτὲ δὲ ἧσσον·
風が吹き込まない部屋で火を燃やそうとすると、炎はある時はより多く、ある時はより少なく運動する。
καὶ λυχνὸς καιόμενος τὸν αὐτὸν τρόπον κινέεται, τοτὲ μὲν μᾶλλον, τοτὲ δὲ ἧσσον, ἀνέμου οὐδενὸς κινέοντος, ὅν τινα καὶ ἡμεῖς οἷοί τέ ἐσμεν γινώσκειν πνέοντα·
また、燃えている灯火も同様に、私たちが吹いていると感知できる風は全く動かしていないにもかかわらず、ある時はより多く、ある時はより少なく運動する。
καὶ τροφή ἐστι τῷ θερμῷ τὸ ψυχρόν.
冷たいものは熱にとっての栄養なのである。
Τὸ δὲ παιδίον ἐν τῇ γαστρὶ συνέχον τὰ χείλεα μύζει ἐκ τῶν μητρέων τῆς μητρὸς καὶ ἕλκει τήν τε τροφὴν καὶ τὸ πνεῦμα τῇ καρδίῃ εἴσω·
胎内の子供は、唇を閉じたまま母親の子宮から吸い、栄養とプネウマを心臓によって内部へと引き入れる。
τοῦτο γὰρ θερμότατόν ἐστιν ἐν τῷ παιδίῳ, ὅταν περ ἡ μήτηρ ἀναπνέῃ·
というのも、母親が息を吸うとき、これが子供の中で最も温かいからである。
τούτῳ δὲ καὶ τῷ ἄλλῳ σώματι τὴν κίνησιν παρέχει τὸ θερμὸν καὶ τοῖς ἄλλοις πᾶσιν.
そして熱は、これと他の肉体、また他のすべてのものに運動を与える。
Εἰ δέ τις ἐρωτοίη πῶς τοῦτο οἶδέ τις, ὅτι ἐν τῇ μήτρῃ τὸ παιδίον ἕλκει καὶ μύζει, τάδε αὐτῷ ἔστιν ἀποκρίνασθαι·
もし「胎内の子供が引き入れ、また吸っているということを、どのようにして知るのか」と誰かが問うなら、次のように答えることができる。
κόπρον ἔχον ἐν τοῖσιν ἐντέροισι γίνεται, καὶ ἀποπατέει ἐπειδὰν γένηται τάχιστα, καὶ οἱ ἄνθρωποι καὶ τὰ πρόβατα·
腸の中に糞を持った状態で生まれ、生まれるとすぐに人間も羊も排泄する。
καίτοι οὐκ ἂν εἶχε κόπρον, εἰ μὴ ἐν τῇσι μήτρῃσιν ἔμυζεν, οὐδ’ ἂν θηλάζειν τὸν μασθὸν ἠπίστατο γεννώμενον αὐτίκα, εἰ μὴ καὶ ἐν τῇ μήτρῃ ἔμυζε.
しかし、もし子宮の中で吸っていなかったなら、糞を持つことはなかったであろう。 また、もし子宮の中でも吸っていなかったなら、生まれてすぐに乳房を吸うことを知ることはなかったであろう。
Καὶ περὶ μὲν τῆς κινήσιος τῆς καρδίης καὶ τῶν φλεβῶν οὕτως ἔχει.
心臓と脈管の運動については以上の通りである。