§44. Ὁ δὲ ἐγκέφαλός ἐστι μητρόπολις τοῦ ψυχροῦ καὶ τοῦ κολλώδεος, τὸ δὲ θερμὸν τοῦ λιπαροῦ μητρόπολις·
4. 脑是寒冷与粘稠物的母本(本源),而热是脂肪的母本;因为受热时,最先溶解出来的东西便成为脂肪。
θερμαινόμενον γὰρ, τὸ πρῶτον πάντων διαχεόμενον λιπαρὸν γίνεται, καὶ διὰ τοῦτο ἐγκέφαλος ὅτι ὀλίγιστον ἔχει τοῦ λιπαροῦ, τοῦ δὲ κολλώδεος πλεῖστον, οὐ δύναται ἐκκαυθῆναι ὑπὸ τοῦ θερμοῦ, ἀλλ’ ἐν τῷ χρόνῳ χιτῶνα μήνιγγα παχείην ἔλαβε·
由于这个原因,脑因为含有极少的脂肪和极多的粘稠物,无法被热烧透,而是在时间的推移中获得了一层厚膜(脑膜)。
περὶ δὲ τὴν μήνιγγα ὀστέα ὁκόσον τὸ θερμὸν ἐκράτησε, καὶ ἐν ὅσοισι τοῦ λιπαροῦ ἐνῆν.
在膜的周围,在热凌驾的范围内,以及在含有脂肪的那些地方,便产生了骨头。
Καὶ ὁ μυελὸς ὁ καλεόμενος νωτιαῖος καθήκει ἀπὸ τοῦ ἐγκεφάλου· καὶ οὐκ ἐστὶν ἐν αὐτῷ τοῦ λιπαροῦ ἢ τοῦ κολλώδεος πουλὺ, ὥσπερ καὶ τῷ ἐγκεφάλῳ·
此外,被称为脊髓的髓质从脑部向下延伸;其中并没有太多的脂肪或粘稠物,就像脑一样。
διὰ τοῦτο οὐκ ἂν δικαίως καὶ αὐτῷ εἴη μυελὸς οὔνομα·
因此,它也具有“髓”这个名字是不正确的;因为它不像其他骨头内部的其他髓质。
οὐ γὰρ ὅμοιος τῷ ἄλλῳ μυελῷ, ὡς ἐν τοῖσιν ἄλλοισιν ὀστοῖσιν ἔνι μοῦνος γὰρ μήνιγγας ἔχει, ὁ δὲ ἄλλος οὐκ ἔχει.
因为唯独它拥有膜,而其他的髓没有。
Τεκμήρια δὲ τουτέων σαφέα, εἴ τις ἐθέλοι ὀπτᾷν νευρώδεά τε καὶ κολλώδεα, καὶ τὰ ἄλλα δέ· τὰ μὲν ἄλλα ταχὺ ὀπτᾶται, τὰ δὲ νευρώδεά τε καὶ κολλώδεα οὐκ ἐθέλει ὀπτᾶσθαι ἐλάχιστον γὰρ ἔχει τοῦ λιπαροῦ· τὸ δὲ πιότατον καὶ λιπαρὸν τάχιστα δπτᾶται.
这些事物的确凿证据在以下情况下是显而易见的:如果有人想要烤一烤腱状和粘稠的东西,以及其他东西;其他东西很快就被烤熟,而腱状和粘稠的东西则不愿被烤熟;因为它们含有极少的脂肪;而最肥、最多脂的东西烤得最快。
§55. Τὰ δὲ σπλάγχνα ὧδέ μοι δοκέει ξυστῆναι·
5. 在我看来,内脏是这样构成的。
περὶ μὲν οὖν τῶν φλεβῶν εἴρηταί μοι πρότερον ἡ δὲ καρδίη πουλὺ τοῦ κολλώδεος καὶ τοῦ ψυχροῦ ἔχει·
关于脉管,我此前已经谈过。
καὶ ὑπὸ τοῦ θερμοῦ θερμαινόμενον, κρέας ἐγένετο σκληρὸν καὶ γλίσχρον, καὶ μήνιγξ περὶ αὐτὴν, καὶ ἐκοιλώθη οὐχ ὥσπερ φλέβες, καί ἐστιν ἐπὶ τῇς κεφαλῆς τῆς φλεβὸς τῆς κοιλοτάτης.
心脏含有大量的粘稠物和寒冷成分;由于受热被加热,它变成了坚硬而粘稠的肉,其周围形成了一层膜,并且它变成了空腔,不像脉管那样,它位于最空腔的脉管的头部(起点)。
Δύο γάρ εἰσι κοῖλαι φλέβες ἀπὸ τῆς καρδίης· τῇ μὲν οὔνομα ἀρτηρίη· τῇ δὲ κοίλη φλὲψ, πρὸς ᾗ ἡ καρδίη ἐστίν·
因为从心脏延伸出两条中空的脉管:一条的名字是动脉,另一条是大静脉(最空腔的脉管),心脏与之相邻。
καὶ πλεῖστον ἔχει τοῦ θερμοῦ ἡ καρδίη, ᾗ ἡ κοίλη φλέψ, καὶ ταμιεύει τὸ πνεῦμα.
在与大静脉相邻的地方,心脏含有最多的热,并管理着普内乌玛(气息)。
Πρὸς δὲ τούτοιν τοῖν φλεβοῖν ἄλλαι κατὰ τὸ σῶμα ἡ δὲ κοιλοτάτη φλὲψ, πρὸς ᾗ ἡ καρδίη, διὰ τῆς κοιλίης ἁπάσης διήκει καὶ διὰ τῶν φρενῶν, καὶ σχίζεται ἐς ἑκάτερον τῶν νεφρῶν· καὶ ἐπὶ τῇ ὀτφυὶ σχίζεται, καὶ ἀΐσσει ἐπί τε τὰ ἄλλα καὶ ἐς ἑκάτερον σκέλος, ἀτὰρ καὶ ἄνωθεν τῆς καρδίης πρὸς τῷ αὐχένι, τὰ μὲν ἐπὶ δεξιὰ, τὰ δ’ ἐπ’ ἀριστερά· καὶ τότε ἐπὶ τὴν κεφαλὴν ἄγει καὶ ἐν τοῖς κροτάφοισι σχίζεται ἑκατέρη.
与这两条脉管相连的是身体各处的其他脉管。 与心脏相邻的最空腔的脉管(大静脉)贯穿整个腹部并穿过横隔膜,并分支到左右肾脏;它在腰部发生分支,并通往其他部位及左右腿,此外也在心脏上方通往颈部,一侧向右,另一侧向左;然后它通向头部,在两侧太阳穴处发生分支。
Ἔστι δὲ καὶ ἀριθμῷ εἰπεῖν τὰς φλέβας τὰς μεγίστας· ἐνὶ δὲ λόγῳ ἀπὸ τῆς κοίλης φλεβος καὶ ἀπὸ τῆς ἀρτηρίης αἱ ἄλλαι φλέβες ἐσχισμέναι εἰσι κατὰ πᾶν τὸ σῶμα· κοιλόταται δὲ αἱ πρὸς τῇ καρδιῃ καὶ τῷ αὐχένι καὶ ἐν τῇ κεφαλῇ καὶ κάτωθεν τῆς καρδίης μέχρι τῶν ἰσχίων.
我们也可以用数字来说明最大的脉管;简而言之,其他脉管都是在全身各处从大静脉和动脉分支出来的;而最空腔的是靠近心脏、颈部、头部以及心脏下方直到臀部的那些脉管。
§66. Καὶ τὸ θερμὸν πλεῖστον ἔνι τῇσι φλεψὶ καὶ τῇ καρδίῃ, καὶ διὰ τοῦτο πνεῦμα ἡ καρδίη ἔχει θερμὴ ἐοῦσα μάλιστα τῶν ἐν τῷ ἀνθρώπῳ.
6. 并且热在大静脉和心脏中最多,因此心脏作为人身体中最温热的器官,拥有普内乌玛。
Ῥηΐδιον δὲ τοῦτο καταμαθεῖν, ὅτι τρέφον ἐστὶ τὸ πνεῦμα· ἡ καρδίη καὶ αἱ κοῖλαι φλέβες κινέονται αἰεὶ, καὶ τὸ θερμότατον πλεῖστον ἐν τῇσι φλεψίν· καὶ διὰ τοῦτο πνεῦμα ἡ καρδίη ἕλκει θερμὴ ἐοῦσα μάλιστα τῶν ἐν τῷ ἀνθρώπῳ.
普内乌玛具有滋养作用,这很容易从以下事实中理解:心脏和大静脉一直在运动,而最温热的东西在大静脉中最多;因此,心脏作为人身体中最温热的器官,吸入普内乌玛。
Ἔστι δὲ καὶ ἄλλως γνῶναι· πῦρ εἴ τις θέλει καίειν ἐν οἰκήματι ὁκόταν ἄνεμος μὴ εἰσπνέῃ, φλὸξ κινέεται τοτὲ μὲν μᾶλλον, τοτὲ δὲ ἧσσον· καὶ λυχνὸς καιόμενος τὸν αὐτὸν τρόπον κινέεται, τοτὲ μὲν μᾶλλον, τοτὲ δὲ ἧσσον, ἀνέμου οὐδενὸς κινέοντος, ὅν τινα καὶ ἡμεῖς οἷοί τέ ἐσμεν γινώσκειν πνέοντα· καὶ τροφή ἐστι τῷ θερμῷ τὸ ψυχρόν.
也可以通过另一种方式来了解:如果有人想在没有风吹入的房间里点火,火焰有时运动得更剧烈,有时则较弱;燃烧的灯也以同样的方式运动,有时更剧烈,有时较弱,尽管没有任何我们能够察觉到的风在吹拂;而寒冷是热的营养。
Τὸ δὲ παιδίον ἐν τῇ γαστρὶ συνέχον τὰ χείλεα μύζει ἐκ τῶν μητρέων τῆς μητρὸς καὶ ἕλκει τήν τε τροφὴν καὶ τὸ πνεῦμα τῇ καρδίῃ εἴσω· τοῦτο γὰρ θερμότατόν ἐστιν ἐν τῷ παιδίῳ, ὅταν περ ἡ μήτηρ ἀναπνέῃ· τούτῳ δὲ καὶ τῷ ἄλλῳ σώματι τὴν κίνησιν παρέχει τὸ θερμὸν καὶ τοῖς ἄλλοις πᾶσιν.
胎儿在子宫中闭着双唇,从母亲的子宫中吮吸,并用其心脏将营养和普内乌玛吸入内部;因为当母亲呼吸时,这是胎儿体内最温热的东西;而热为它、为身体的其他部分以及其他一切事物提供了运动。
Εἰ δέ τις ἐρωτοίη πῶς τοῦτο οἶδέ τις, ὅτι ἐν τῇ μήτρῃ τὸ παιδίον ἕλκει καὶ μύζει, τάδε αὐτῷ ἔστιν ἀποκρίνασθαι· κόπρον ἔχον ἐν τοῖσιν ἐντέροισι γίνεται, καὶ ἀποπατέει ἐπειδὰν γένηται τάχιστα, καὶ οἱ ἄνθρωποι καὶ τὰ πρόβατα· καίτοι οὐκ ἂν εἶχε κόπρον, εἰ μὴ ἐν τῇσι μήτρῃσιν ἔμυζεν, οὐδ’ ἂν θηλάζειν τὸν μασθὸν ἠπίστατο γεννώμενον αὐτίκα, εἰ μὴ καὶ ἐν τῇ μήτρῃ ἔμυζε.
如果有人问,人们如何知道胎儿在子宫中吸入并吮吸,可以这样回答他:它出生时肠道内就含有粪便,并且一出生就立刻排泄,无论是人类还是绵羊;然而,如果它没有在子宫中吮吸,它就不会含有粪便,如果它没有在子宫中吮吸,它也不会一出生就懂得吮吸乳房。
Καὶ περὶ μὲν τῆς κινήσιος τῆς καρδίης καὶ τῶν φλεβῶν οὕτως ἔχει.
关于心脏和脉管的运动,情况就是这样。