← ヒポクラテス

肉質について

§4-6

脳と脊髄の構造および主要脈管と胎児の栄養

脳と脊髄の組成と、それらと熱との関係について論じたのち、心臓および大静脈・動脈などの主要な脈管の構造、さらには胎児の呼吸と栄養摂取について説明する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§4

​4. Ὁ δὲ ἐγκέφαλός ἐστι μητρόπολις τοῦ ψυχροῦ καὶ τοῦ κολλώδεος, τὸ δὲ θερμὸν τοῦ λιπαροῦ μητρόπολις· θερμαινόμενον γὰρ, τὸ πρῶτον πάντων διαχεόμενον λιπαρὸν γίνεται, καὶ διὰ τοῦτο ἐγκέφαλος ὅτι ὀλίγιστον ἔχει τοῦ λιπαροῦ, τοῦ δὲ κολλώδεος πλεῖστον, οὐ δύναται ἐκκαυθῆναι ὑπὸ τοῦ θερμοῦ, ἀλλ’ ἐν τῷ χρόνῳ χιτῶνα μήνιγγα παχείην ἔλαβε· περὶ δὲ τὴν μήνιγγα ὀστέα ὁκόσον τὸ θερμὸν ἐκράτησε,1 καὶ ἐν ὅσοισι τοῦ λιπαροῦ ἐνῆν. Καὶ ὁ μυελὸς ὁ καλεόμενος νωτιαῖος καθήκει ἀπὸ τοῦ ἐγκεφάλου· καὶ οὐκ ἐστὶν ἐν αὐτῷ τοῦ λιπαροῦ ἢ τοῦ κολλώδεος πουλὺ, ὥσπερ καὶ τῷ ἐγκεφάλῳ· διὰ τοῦτο οὐκ ἂν δικαίως καὶ αὐτῷ εἴη μυελὸς οὔνομα·2 οὐ γὰρ ὅμοιος τῷ ἄλλῳ μυελῷ, ὡς ἐν τοῖσιν ἄλλοισιν ὀστοῖσιν ἔνι μοῦνος γὰρ μήνιγγας ἔχει, ὁ δὲ ἄλλος οὐκ ἔχει. Τεκμήρια δὲ τουτέων σαφέα, εἴ τις ἐθέλοι ὀπτᾷν νευρώδεά τε καὶ κολλώδεα, καὶ τὰ ἄλλα δέ· τὰ μὲν ἄλλα ταχὺ ὀπτᾶται, τὰ δὲ νευρώδεά τε καὶ κολλώδεα οὐκ ἐθέλει ὀπτᾶσθαι ἐλάχιστον γὰρ ἔχει τοῦ λιπαροῦ· τὸ δὲ πιότατον καὶ λιπαρὸν τάχιστα ὀπτᾶται.

​4. 脳は冷たいものと粘着性のあるものの本源であり、熱は脂肪分の本源である。というのも、熱せられると、最初に融解したものが脂肪分になるからである。そしてそれゆえに脳は、脂肪分が極めて少なく、粘着性のものが極めて多いため、熱によって燃え尽きることができず、むしろ時間をかけて厚い膜(髄膜)を獲得した。そして髄膜の周囲には、熱が凌駕した限りにおいて、また脂肪分が含まれていた箇所において、骨が生じた。また、脊髄と呼ばれる髄は脳から下っている。そしてそこには、脳と同様に、脂肪分や粘着性のものが多くは含まれていない。それゆえ、それに「髄」という名前があるのは正しくないだろう。というのも、他の骨の中にあるような、他の髄とは似ていないからである。脊髄だけが膜を持っており、他の髄は持っていない。これらの確かな証拠は、人が腱のようなものや粘着性のあるもの、またその他のものを焼いてみようとするなら得られる。他のものは速やかに焼けるが、腱のようなものや粘着性のあるものは焼けようとしない。それらは脂肪分を極めて少なく含んでいるからである。最も肥えており脂肪分に富むものは、最も速く焼ける。

§5

​5. Τὰ δὲ σπλάγχνα ὧδέ μοι δοκέει ξυστῆναι· περὶ μὲν οὖν τῶν φλεβῶν εἴρηταί μοι πρότερον ἡ δὲ καρδίη πουλὺ τοῦ κολλώδεος καὶ τοῦ ψυχροῦ ἔχει· καὶ ὑπὸ τοῦ θερμοῦ θερμαινόμενον, κρέας ἐγένετο σκληρὸν καὶ γλίσχρον, καὶ μήνιγξ περὶ αὐτὴν, καὶ ἐκοιλώθη οὐχ ὥσπερ φλέβες, καί ἐστιν ἐπὶ τῇς κεφαλῆς τῆς φλεβὸς τῆς κοιλοτάτης. Δύο γάρ εἰσι κοῖλαι φλέβες ἀπὸ τῆς καρδίης· τῇ μὲν οὔνομα ἀρτηρίη· τῇ δὲ κοίλη φλὲψ, πρὸς ᾗ ἡ καρδίη ἐστίν· καὶ πλεῖστον ἔχει τοῦ θερμοῦ ἡ καρδίη, ᾗ ἡ κοίλη φλέψ, καὶ ταμιεύει τὸ πνεῦμα. Πρὸς δὲ τούτοιν τοῖν φλεβοῖν ἄλλαι κατὰ τὸ σῶμα ἡ δὲ κοιλοτάτη φλὲψ, πρὸς ᾗ ἡ καρδίη, διὰ τῆς κοιλίης ἁπάσης διήκει καὶ διὰ τῶν φρενῶν, καὶ σχίζεται ἐς ἑκάτερον τῶν νεφρῶν· καὶ ἐπὶ τῇ ὀτφυὶ σχίζεται, καὶ ἀΐσσει ἐπί τε τὰ ἄλλα καὶ ἐς ἑκάτερον σκέλος, ἀτὰρ καὶ ἄνωθεν τῆς καρδίης πρὸς τῷ αὐχένι, τὰ μὲν ἐπὶ δεξιὰ, τὰ δ’ ἐπ’ ἀριστερά· καὶ τότε ἐπὶ τὴν κεφαλὴν ἄγει καὶ ἐν τοῖς κροτάφοισι σχίζεται ἑκατέρη. Ἔστι δὲ καὶ ἀριθμῷ εἰπεῖν τὰς φλέβας τὰς μεγίστας· ἐνὶ δὲ λόγῳ ἀπὸ τῆς κοίλης φλεβος καὶ ἀπὸ τῆς ἀρτηρίης αἱ ἄλλαι φλέβες ἐσχισμέναι εἰσι κατὰ πᾶν τὸ σῶμα· κοιλόταται δὲ αἱ πρὸς τῇ καρδιῃ καὶ τῷ αὐχένι καὶ ἐν τῇ κεφαλῇ καὶ κάτωθεν τῆς καρδίης μέχρι τῶν ἰσχίων.

​5. 内臓は次のように構成されたと私には思われる。さて、脈管については先に私によって語られた。心臓は粘着性のものと冷たいものを多く含んでいる。そして熱によって温められることで、硬く粘り気のある肉となり、その周囲に膜が生じ、脈管のようではなく空洞になり、最も中空な脈管の起点にある。というのも、心臓からは2つの中空な脈管が出ているからである。一方には「動脈」という名前があり、他方には「大静脈」という名前があり、心臓はこれに接している。そして心臓は、大静脈が接する場所において、最も多くの熱を持っており、プネウマを管理している。これら2つの脈管に、体の各所の他の脈管が接続している。心臓が接している大静脈は、腹部全体を通り、横隔膜を通り、左右の腎臓へと分岐する。また腰のところで分岐し、他の部位や左右の脚へと走り、さらに心臓の上部から首のところでも、一方は右へ、他方は左へと分岐する。そしてその後頭部へと導き、こめかみのところでそれぞれ分岐する。最大の脈管たちを数え上げることもできる。一言で言えば、大静脈と動脈から、他の脈管が体全体に分岐しているのである。最も中空なのは、心臓に接する脈管、首のところ、頭部、および心臓の下から腰に至るまでの脈管である。

§6

​6. Καὶ τὸ θερμὸν πλεῖστον ἔνι τῇσι φλεψὶ καὶ τῇ καρδίῃ, καὶ διὰ τοῦτο πνεῦμα ἡ καρδίη ἔχει θερμὴ ἐοῦσα μάλιστα τῶν ἐν τῷ ἀνθρώπῳ. Ῥηΐδιον δὲ τοῦτο καταμαθεῖν, ὅτι τρέφον ἐστὶ τὸ πνεῦμα·3 ἡ καρδίη καὶ αἱ κοῖλαι φλέβες κινέονται αἰεὶ, καὶ τὸ θερμότατον πλεῖστον ἐν τῇσι φλεψίν· καὶ διὰ τοῦτο πνεῦμα ἡ καρδίη ἕλκει θερμὴ ἐοῦσα μάλιστα τῶν ἐν τῷ ἀνθρώπῳ. Ἔστι δὲ καὶ ἄλλως γνῶναι· πῦρ εἴ τις θέλει καίειν ἐν οἰκήματι ὁκόταν ἄνεμος μὴ εἰσπνέῃ, φλὸξ κινέεται τοτὲ μὲν μᾶλλον, τοτὲ δὲ ἧσσον· καὶ λυχνὸς καιόμενος τὸν αὐτὸν τρόπον κινέεται, τοτὲ μὲν μᾶλλον, τοτὲ δὲ ἧσσον, ἀνέμου οὐδενὸς κινέοντος, ὅν τινα καὶ ἡμεῖς οἷοί τέ ἐσμεν γινώσκειν πνέοντα· καὶ τροφή ἐστι τῷ θερμῷ τὸ ψυχρόν. Τὸ δὲ παιδίον ἐν τῇ γαστρὶ συνέχον τὰ χείλεα μύζει ἐκ τῶν μητρέων τῆς μητρὸς καὶ ἕλκει τήν τε τροφὴν καὶ τὸ πνεῦμα τῇ καρδίῃ εἴσω· τοῦτο γὰρ θερμότατόν ἐστιν ἐν τῷ παιδίῳ, ὅταν περ ἡ μήτηρ ἀναπνέῃ· τούτῳ δὲ καὶ τῷ ἄλλῳ σώματι τὴν κίνησιν παρέχει τὸ θερμὸν καὶ τοῖς ἄλλοις πᾶσιν. Εἰ δέ τις ἐρωτοίη πῶς τοῦτο οἶδέ τις, ὅτι ἐν τῇ μήτρῃ τὸ παιδίον ἕλκει καὶ μύζει, τάδε αὐτῷ ἔστιν ἀποκρίνασθαι· κόπρον ἔχον ἐν τοῖσιν ἐντέροισι γίνεται,4 καὶ ἀποπατέει ἐπειδὰν γένηται τάχιστα, καὶ οἱ ἄνθρωποι καὶ τὰ πρόβατα· καίτοι οὐκ ἂν εἶχε κόπρον, εἰ μὴ ἐν τῇσι μήτρῃσιν ἔμυζεν, οὐδ’ ἂν θηλάζειν τὸν μασθὸν ἠπίστατο γεννώμενον αὐτίκα, εἰ μὴ καὶ ἐν τῇ μήτρῃ ἔμυζε. Καὶ περὶ μὲν τῆς κινήσιος τῆς καρδίης καὶ τῶν φλεβῶν οὕτως ἔχει.

​6. そして熱は、脈管と心臓の中に最も多く存在し、それゆえ心臓は人間の中のもののうちで最も温かく、プネウマを持っている。プネウマが養うものであることは、次のことから容易に理解できる。心臓と中空な脈管は常に運動しており、最も温かいものが脈管の中に最も多くある。そしてそれゆえに心臓は、人間の中のもののうちで最も温かいため、プネウマを引き入れる。また、別の方法でも知ることができる。風が吹き込まない部屋で火を燃やそうとすると、炎はある時はより多く、ある時はより少なく運動する。また、燃えている灯火も同様に、私たちが吹いていると感知できる風は全く動かしていないにもかかわらず、ある時はより多く、ある時はより少なく運動する。冷たいものは熱にとっての栄養なのである。胎内の子供は、唇を閉じたまま母親の子宮から吸い、栄養とプネウマを心臓によって内部へと引き入れる。というのも、母親が息を吸うとき、これが子供の中で最も温かいからである。そして熱は、これと他の肉体、また他のすべてのものに運動を与える。もし「胎内の子供が引き入れ、また吸っているということを、どのようにして知るのか」と誰かが問うなら、次のように答えることができる。腸の中に糞を持った状態で生まれ、生まれるとすぐに人間も羊も排泄する。しかし、もし子宮の中で吸っていなかったなら、糞を持つことはなかったであろう。また、もし子宮の中でも吸っていなかったなら、生まれてすぐに乳房を吸うことを知ることはなかったであろう。心臓と脈管の運動については以上の通りである。

構文注4 件
  1. 4ὁκόσον τὸ θερμὸν ἐκράτησε

    主動詞 ἐγένετο(生じた)の省略を補って解釈する。ὁκόσον は量的な関係、あるいは「熱が(冷たさを)凌駕した限りにおいて」という条件的な関係を示す相関代名詞・副詞として機能している。

  2. 4οὐκ ἂν δικαίως καὶ αὐτῷ εἴη μυελὸς οὔνομα

    ἂν εἴη は希求法 + ἄν による潜在(〜ではないだろう、〜であるはずがない)を表す。αὐτῷ は指示対象として直前の「脊髄(νωτιαῖος)」を指し、μυελός と οὔνομα は二重主格的関係(名前として「髄」がある)をとる。

  3. 6ὅτι τρέφον ἐστὶ τὸ πνεῦμα

    ὅτι 節は、直前の ῥηΐδιον δὲ τοῦτο καταμαθεῖν(これを理解することは容易である)の τοῦτο の内容を説明する名詞節(〜ということ)として解釈される。

  4. 6κόπρον ἔχον ¦p.594¦ ἐν τοῖσιν ἐντέροισι γίνεται

    γίνεται はここでは「生まれる」を意味し、現在分詞 ἔχον は主語(胎児)の付帯状況あるいは状態を説明する(腸の中に糞を持った状態で生まれる)。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-09-21)
  • 2026-09-21 AI校閲 — 原文 1 件
urn:cts:greekLit:tlg0627.tlg043.humanitext-grc1:4-6