§1## ΠΕΡΙ ΣΑΡΚΩΝ.
1. Ἐγὼ τὰ μέχρι τοῦ λόγου τούτου κοινῇσι γνώμῃσι χρέομαι ἑτέρων τε τῶν ἔμπροσθεν, ἀτὰρ καὶ ἐμεωυτοῦ·
## 肉体について 1. 私は、この論考に至るまで、先人の意見と自分自身の意見を合わせて共通の意見として用いてきた。
ἀναγκαίως γὰρ ἔχει κοινὴν ἀρχὴν ὑποθέσθαι τῇσι γνώμῃσι βουλόμενον ξυνθεῖναι τὸν λόγον τόνδε περὶ τῆς τέχνης τῆς ἰητρικῆς.
なぜなら、医学の技術に関するこの論考を構成しようと望む者にとって、それらの意見に共通の原理を仮定することは必然だからである。
Περὶ δὲ τῶν μετεώρων οὐδὲ δέομαι λέγειν, ἢν μὴ τοσοῦτον ἐς ἄνθρωπον ἀποδείξω καὶ τὰ ἄλλα ζῶα, ὁκόσα ἔφυ καὶ ἐγένετο, καὶ ὅ τι ψυχή ἐστιν, καὶ ὅ τι τὸ ὑγιαίνειν, καὶ ὅ τι τὸ κάμνειν, καὶ ὅ τι τὸ ἐν ἀνθρώπῳ κακὸν καὶ ἀγαθὸν, καὶ ὅθεν ἀποθνήσκει.
天界のことについては、人間および生まれ育った他の動物、また魂とは何か、健康とは何か、病気とは何か、人間における悪と善とは何か、そして何によって死ぬのかを示すために必要な限りにおいて以外は、私は語る必要はない。
Νῦν δὲ ἀποφαίνομαι αὐτὸς ἐμεωυτοῦ γνώμας.
しかし今は、私自身の意見を表明する。
§22. Δοκέει δέ μοι ὃ καλέομεν θερμὸν, ἀθάνατόν τε εἶναι καὶ νοέειν πάντα καὶ ὁρῇν καὶ ἀκούειν καὶ εἰδέναι πάντα ἐόντα τε καὶ ἐσόμενα·
2. 私には、私たちが「熱」と呼ぶものが、不死であり、すべてを理解し、すべてを見、聞き、現在あるものも将来あるものもすべて知っているように思われる。
τοῦτο οὖν τὸ πλεῖστον, ὅτε ἐταράχθη πάντα, ἐξεχώρησεν εἰς τὴν ἀνωτάτω περιφορήν·
さて、万物が混乱したとき、このものの大部分は、最上層の円回運動へと退いた。
καὶ ὀνομῆναί μοι αὐτὸ δοκέουσιν οἱ παλαιοὶ αἰθέρα.
そして、古代の人々はこれをアイテールと呼んだのだと私には思われる。
Ἡ δευτέρα μοῖρα κάτωθεν, αὐτὴ καλέεται μὲν γῆ, ψυχρὸν καὶ ξηρὸν καὶ πουλὺ κινοῦν·
下層にある第二の区分は、それ自体は大地と呼ばれ、冷たく乾燥しており、大いに運動する。
καὶ ἐν τουτέῳ ἔνι δὴ πουλὺ τοῦ θερμοῦ.
そしてこの中には、熱が多く含まれている。
Ἡ δὲ τρίτη μοῖρα ἡ τοῦ ἠέρος μέσον χωρίον εἴληφε θερμόν τι ἂν καὶ ὑγρόν.
空気の区分である第三の区分は、中間の領域を占め、ある程度温かく湿っている。
Ἡ δὲ τετάρτη ἡ τοῦ ἐγγυτάτω πρὸς τῇ γῇ ὑγρότατόν τε καὶ παχύτατον.
大地の最も近くにある第四の区分は、最も湿っており、最も濃いものである。
§33. Κυκλεομένων δὲ τουτέων, ὅτε συνεταράχθη, ἀπελείφθη τοῦ θερμοῦ πουλὺ ἐν τῇ γῇ ἄλλοθι καὶ ἄλλοθι, τὰ μὲν μεγάλα, τὰ δὲ ἐλάσσω, τὰ δὲ καὶ πάνυ σμικρὰ, πλῆθος πολλά.
3. これらが回転し、混乱したとき、熱の多くが、ある場所や別の場所の大地の中に残された。 あるものは大きく、あるものは小さく、あるものは非常に小さく、多数であった。
Καὶ τῷ χρόνῳ ὑπὸ τοῦ θερμοῦ ξηραινομένης τῆς γῆς, ταῦτα καταληφθέντα περὶ αὐτὰ σηπεδόνας ποιέει οἷόν περ χιτῶνας.
そして、時間が経つにつれて大地が熱によって乾燥させられると、これらは閉じ込められ、それ自体の周囲に被膜のような腐敗物を作り出した。
Καὶ πολλῷ χρόνῳ θερμαινόμενον, ὁκόσον μὲν ἐτύγχανεν ἐκ τῆς γαίης σηπεδόνες λιπαρόν τε ἐὸν καὶ ὀλίγιστον τοῦ ὑγροῦ ἔχον, τάχιστα ἐξεκαύθη καὶ ἐγένετο ὀστέα.
そして長い時間をかけて熱せられると、大地の腐敗物のうち、たまたま脂肪分に富み、水分が極めて少なかった部分は、最も速く燃え尽きて骨となった。
Ὁκόσα δὲ ἐτύγχανε κολλωδέστερα ἐόντα καὶ τοῦ ψυχροῦ μετέχοντα, ταῦτα δὲ θερμαινόμενα οὐκ ἠδύνατο ἐκκαυθῆναι, οὐδὲ μὴν τοῦ ὑγροῦ γενέσθαι·
また、より粘着性があり、冷たいものを分け持っていた部分は、熱せられても燃え尽きることができず、また水分に変わることもできなかった。
διὰ τοῦτο εἰδέην ἀλλοιοτέρην ἔλαβε τῶν ἄλλων καὶ ἐγένετο νεῦρα στερεά·
それゆえ、これは他のものとは異なる外観をとり、強固な腱となった。
οὐδὲ γὰρ ἐνῆν πολὺ τοῦ ψυχροῦ αὐτῷ.
というのも、そこには冷たいものが多く含まれていなかったからである。
Αἱ δὲ φλέβες τοῦ ψυχροῦ εἶχον πουλύ·
一方、脈管は冷たいものを多く含んでいた。
καὶ τούτου τοῦ ψυχροῦ τὸ μὲν πέριξ ὅσον κολλωδέστατον ἦν, ὑπὸ τοῦ θερμοῦ ἐξοπτηθὲν, μήνιγξ ἐγένετο, τὸ δὲ ψυχρὸν ἐὸν κρατηθὲν ὑπὸ τοῦ θερμοῦ διελύθη καὶ ἐγένετο ὑγρὸν διὰ τοῦτο.
この冷たいもののうち、周囲の最も粘着性のある部分が、熱によって焼き固められ、膜となった。 一方、冷たいままであった部分は、熱によって征服されて溶解し、それゆえに流体となった。
Κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ ἡ φάρυγξ καὶ ὁ στόμαχος καὶ ἡ γαστὴρ καὶ τὰ ἔντερα ἐς τὸν ἀρχὸν κοῖλα ἐγένοντο·
これと同じ理屈によって、咽頭、食道、胃、そして肛門に至る腸も、空洞になった。
τοῦ γὰρ ψυχροῦ αἰεὶ θερμαινομένου τὸ μὲν πέριξ ἐξωπτήθη ὅσον αὐτὸ κολλῶδες ἦν, καὶ ἐγένετο χιτὼν ὁ περὶ αὐτὸν μήνιγξ, τὸ δὲ ἐντὸς τοῦ ψυχροῦ, οὐ γὰρ ἔην ἐν αὐτῷ οὔτε λιπαρὸν οὔτε κολλῶδες πουλὺ, διετάκη καὶ ἐγένετο ὑγρόν.
というのも、冷たいものが常に熱せられる中で、その周囲の粘着性のある部分が焼き固められて、それを取り囲む膜となり、冷たいものの内部は、そこに脂肪分も粘着性のものも多く含まれていなかったため、融解して流体となったからである。
Κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ ἡ κύστις, πουλὺ ψυχρὸν ἀπολειφθὲν, τὸ πέριξ αὐτοῦ ὑπὸ τοῦ θερμοῦ θερμαινόμενον διελύθη καὶ ἐγένετο ὑγρόν·
同じ理屈によって、膀胱も、多くの冷たいものが残され、その周囲が熱によって熱せられて溶解し流体となった。
οὐ γὰρ ἔην ἐν αὐτῷ οὔτε τοῦ λιπαροῦ οὔτε τοῦ κολλώδεος·
そこには脂肪分も粘着性のものも含まれていなかったからである。
ὅσον δὲ περιῆν χιτὼν ἐγένετο.
そして、残された部分が膜となった。
Ἀτὰρ καὶ περὶ τῶν ἄλλων ὅσα κοῖλα, τὸν αὐτὸν ἔχει τρόπον·
しかし、他の空洞になっている器官についても同様である。
ὅκου μὲν ἦν τοῦ κολλώδεος πλέον ἢ τοῦ λιπαροῦ, χιτὼν μήνιγξ ἐγένετο· ὅκου δὲ τοῦ λιπαροῦ πλέον ἢ τοῦ κολλώδεος, ὀστέα ἐγένετο.
粘着性のものが脂肪分よりも多かったところでは、膜が生じ、脂肪分が粘着性のものよりも多かったところでは、骨が生じた。
Ωὐτὸς δὲ λόγος καὶ τῶν ὀστέων·
骨自体についても同じ理屈である。
ὅκου μὲν μὴ ἐνῆν τοῦ κολλώδεος, τοῦ δὲ λιπαροῦ καὶ τοῦ ψυχροῦ, ἐξεκαίετο θᾶσσον διὰ τὸ λιπαρὸν, καὶ ταῦτα τῶν ὀστέων καὶ σκληρότατα καὶ στριφνότατα·
粘着性のものが含まれず、脂肪分と冷たいものが含まれていたところでは、脂肪分のおかげでより速く燃え尽き、これらは骨の中でも最も硬く、最も密なものとなった。
ὅκου δὲ λιπαρὸν καὶ κολλῶδες παραπλήσια, ταῦτα δὲ τῶν ὀστέων σηραγγώδεα.
脂肪分と粘着性のものが同程度であったところでは、それらの骨は海綿状となった。
Περὶ μὲν τουτέων οὕτως·
これらについては以上の通りである。
τὸ μὲν ψυχρὸν πήγνυσιν· τὸ δὲ θερμὸν διαχέει, ἐν δὲ τῷ πολλῷ καὶ ξηραίνει χρόνῳ·
冷たいものは凝固させ、熱いものは融解させ、そして長い時間をかけて乾燥させる。
ὅκου δὲ ἂν τοῦ λιπαροῦ ξυνίῃ τι, τουτέοισι θᾶσσον ἐκκαίει καὶ ξηραίνει·
脂肪分が合わさる場所では、熱いものはより速く燃え尽きさせ、乾燥させる。
ὅκου δὲ ἂν τὸ κολλῶδες ξυνίῃ τῷ ψυχρῷ ἄνευ τοῦ λιπαροῦ, οὐκ ἐθέλει ἐκκαίεσθαι, ἀλλὰ τῷ χρόνῳ θερμαινόμενον πήγνυται.
粘着性のものが脂肪分なしに冷たいものと合わさる場所では、燃え尽きようとはせず、時間をかけて熱せられることで凝固する。