§55. Τὰ δ’ ἄλλα ὁκόσα ἀδένας ἔχει μοῦνον, οἷον ἔντερα, ἔχει γὰρ καὶ ταῦτα ἀδένας ἐς τὸ ἐπίπλοον μείζονας, τρίχας οὐκ ἔχει.
5. 一方、腸のように腺だけを持つ他のすべての部分は、毛髪を持たない(というのも、これら[腸]もまた大網に比較的大きな腺を持っているからである)。
Καὶ γὰρ ἐν τοῖσι τέλμασι τῆς γῆς καὶ καθύγροισιν οὐ φύεται τὸ σπέρμα οὔτ’ ἐθέλει ἀναβαίνειν τῆς γῆς ἄνω, ἀλλ’ ἀποσήπεται καὶ ἀποπνίγεται τῇ πλεονεξίῃ·
というのは、大地の湿地や極めて湿潤な場所では、種子は発芽せず、大地の外へ伸びようともせず、過剰な水分によって腐り、窒息してしまうからである。
βιῆται γὰρ τὸ σπέρμα.
種子が圧倒されるからである。
Βιῆται δὲ καὶ ἐν τοῖσιν ἐντέροισιν ἡ πληθὺς καὶ τὸ ὑγρὸν πουλὺ, καὶ οὐκ ἂν φύσαι τρίχας.
腸の中においても、過剰な状態と多量の水分が(毛髪の種を)圧倒するため、毛髪を生やすことはない。
Αἱ δὲ ἀδένες μείζονες ἤ κου ἄλλοθι τοῦ σώματος·
しかし、そこの腺は身体の他のどの場所よりも大きい。
καὶ νέμονται αἱ ἀδένες ἐν τοῖσιν ἐντέροισιν ἐκπιεζόμεναι τὸν πλάδον, τὰ δὲ ἔντερα ἐκ τῶν τευχέων ἐς τὰ ἐπίπλοα ἐκδέχεται καὶ καθίησι τὴν ὑγρασίην· τὸ δὲ ἐπίπλοον διαδιδοῖ τῇσιν ἀδένεσιν.
そして、腺は腸の中で過剰な湿気を吸い出して自らの栄養とし、腸は容器から大網へと水分を受け取って滴下させ、大網はそれを腺に分配する。
§66. Ἔχουσι δὲ καὶ οἱ νεφροὶ ἀδένας·
6. 腎臓もまた腺を持っている。
καὶ γὰρ οὗτοι κορίσκονται πολλῆς ὑγρασίης·
というのも、これらもまた多くの水分で満たされているからである。
μείζους δὲ αἱ ἀδένες ταύτῃ ἢ αἱ ἄλλαι ἀδένες ἐοῦσαι·
ここの腺は、他の腺よりも大きい。
οὐ γὰρ ἐμπίνεται τοῖσι νεφροῖσι τὸ ὑγρὸν τὸ ἐπιῤῥέον, ἀλλὰ διαῤῥέει ἐπὶ κύστιν κάτω, ὥστε ὅ τι ἂν ἀποκερδάνωσιν ἀπὸ τῶν ὀχετῶν, τοῦτο ἕλκουσι πρὸς σφέας.
流れ込む水分は腎臓に吸収されるのではなく、下の膀胱へと流れ下るため、それらの管から得られる(余剰の)水分を、腺は自らに引き込むのである。
§77. Καὶ ἄλλαι δέ εἰσιν ἐν τῷ σώματι ἀδένες σμικραὶ καὶ πάνυ, ἀλλ’ οὐ βούλομαι ἀποπλανᾷν τὸν λόγον·
7. 身体には他にも極めて小さな腺があるが、私は話を脱線させたくない。
ἐς γὰρ τὰς ἐπικαίρους ἡ γραφή.
この著作は枢要な腺に関するものだからである。
Νῦν δὲ ἀναβήσομαι τῷ λόγῳ, καὶ ἐρέω περὶ ἀδένων οὐλομελίης τραχήλου·
さて、話をもとに戻して、首の全体の腺について語ろう。
τράχηλος τὰ μέρεα αὐτοῦ ἑκάτερα ἔνθα καὶ ἔνθα ἀδένας ἔχει, καὶ παρίσθμια καλέονται αἱ ἀδένες αὗται·
首はその両側にそれぞれ腺を持っており、これらの腺は「扁桃」と呼ばれる。
χρείη τοιήδε·
その機能は以下の通りである。
ἡ κεφαλὴ ὑπέρκειται ἄνω κοίλη ἐοῦσα καὶ περιφερὴς καὶ πλήρης τῆς περὶ αὐτὴν ἀπὸ τοῦ ἄλλου σώματος ὑγρασίης·
頭は上部に位置し、中空で円形であり、身体の他の部分からその周囲に昇ってくる水分で満ちている。
καὶ ἅμα ἀναπέμπει τὸ σῶμα ἀτμοὺς ἐς τὴν κεφαλὴν παντοίους ἄνω, οὓς αὖθις ἡ κεφαλὴ ὀπίσω ἀφίησιν·
同時に、身体は頭部へとあらゆる種類の蒸気を上方に送り出し、頭部はそれを再び下へと放出する。
οὐ γὰρ δύναται ἐμμένειν τὸ ἐπιῤῥέον οὐκ ἔχον ἔνθα ἔδρην, ἢν μὴ τὴν κεφαλὴν πονέῃ, τότε οὐκ ἀνίησιν, ἀλλ’ αὐτοῦ κρατέει·
なぜなら、流れ込む水分は、留まる場所を持たなければ、そこに留まることができないからである(頭が病んでいなければ、だが。 病んでいるときは、水分を放出せずそこに保持してしまう)。
ἐπὴν δὲ ἀνῇ τὴν ἕλξιν ἐς τὰς ἀδένας, ἡ ῥοὴ γίνεται, καὶ οὐδὲν λυπέει τὸ ῥεῦμα, ἔστ’ ἂν ὀλίγον τε ᾖ καὶ ξύμμετρον καὶ ἐγκρατέες ἔωσιν αἱ ἀδένες·
しかし、頭が腺への吸引力を弱めると、流れが生じ、その流れが少量かつ適度で、腺がそれを制御できている限り、流れは何も害を及ぼさない。
ἢν γὰρ πουλὺ ἐπιῤῥυῇ δριμὺ, ἢν μὲν ᾖ δριμὺ καὶ κολλῶδες, φλεγμαίνει καὶ ἀνοιδίσκεται καὶ ξυντείνει ὁ τράχηλος, καὶ οὕτω προΐει ἐς οὖς·
もし多量で刺激の強い水分が流れ込むならば、そしてそれが刺激的で粘り気のあるものであるなら、首は炎症を起こし、腫れ上がり、緊張し、このようにして耳へと進む。
κἢν μὲν ἐς ἑκάτερα τὰ μέρεα, ἑκάτερον· ἢν δὲ ἐς θάτερον, πονέει θάτερον·
それが両側に及ぶなら両側が、片側なら片側が痛む。
ἢν δὲ ᾖ φλεγματῶδες καὶ πουλὺ καὶ ἀργὸν ἡ ῥοὴ, φλεγμαίνει δὲ καὶ ὧδε·
もし流れが粘液質で、多量で、停滞しているなら、これによっても炎症が生じる。
καὶ ἡ φλεγμονὴ, στάσιμον ἐὸν ὑγρὸν, χοιράδες ἐγγίνονται·
そして、滞留した水分によるその炎症から、瘰癧が生じる。
αὗται χείρους αἱ νοῦσοι τραχήλου.
これらは首のより悪い病気である。
§88. Μασχάλῃσι δὲ ξυῤῥέει μὲν καὶ ἐνταῦθα, ἀλλ’ ὅταν πλῆθος ᾖ, δριμεῖς ἰχῶρες, καὶ ὧδε γίνονται φύματα.
8. 腋の下でも水分は集まるが、多量になると刺激の強い漿液となり、このようにして腫瘍が生じる。
Κατὰ ταὐτὰ καὶ ἐν τοῖσι βουβῶσιν ἕλκει τὴν ἀπὸ τῶν ὑπερκειμένων ὑγρασίην ἡ ἀδήν·
同様に鼠径部においても、腺は上部の部位からの水分を引き込む。
ἄλλως εἰ πλῆθος λάβοι, βουβωνοῦται καὶ διαπυΐσκεται καὶ φλεγμαίνει ἰκέλως μασχάλῃσί τε καὶ τραχήλῳ·
他方、もし多量に受け取るなら、鼠径部が腫れ、化膿し、腋の下や首と同様に炎症を起こす。
τὰ δ’ αὐτά οἱ δοκέει παρέχειν ἀγαθὰ καὶ κακά.
これらは同じように、益と害をもたらすと考えられる。
Καὶ ταῦτα μὲν ἀμφὶ τῶνδε.
これらについては以上の通りである。
§99. Τὰ δὲ ἔντερα ἔχει κόρον πουλὺν ἀπό τε σιτίων καὶ ποτῶν·
9. 腸は食物や飲み物から多くの過剰を得ており、また、皮膚からの水分も得ている。
ἔχει δὲ καὶ τὴν ὑπὸ τοῦ δέρματος ὑγρασίην· αὕτη πᾶσα ἀπαναισιμοῦται ἰκέλη τῆς πρόσθεν·
この水分はすべて、先と同様に消費される。
νούσους δὲ οὐ ποιεῖ τὰ πολλὰ, ὅκως περ καὶ ἐν τοῖσιν ἄρθροισι γίνεται·
これらは、関節で起こるのと同じように、大抵は病気を引き起こさない。
συχναὶ γάρ τοι ἀδένες καὶ ἀναπετέες, καὶ οὐ κοῖλαι, καὶ οὐ πουλὺ πλῆθος ἐπαυρισκόμεναι ἡ ἑτέρη τῆς ἑτέρης, ἐπεὶ μᾶλλον πλεονεκτεῖν ἐθέλουσα οὐδὲ μίη τότε πλῆθος ἔχειν δύναται, ἀλλ’ ὀλίγον ἑκάστη ξυῤῥέον ἐς τὸ ἄρθρον ἐς πολλὰ διαιρεόμενον·
というのも、腺は多数で平らであり、空洞ではなく、また各々が他より多くを得ようと欲するものの、互いに近接しているため多量を引き受けることがなく、どれ一つとして多量に保持することはできないからである。 むしろ、関節へと流れ込む少量の水分が多くの腺に分割されるのである。
ἰσότης ἐστὶν αὐτέῃσιν.
彼女たちの間には均等が存在する。