- 底本
- Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 8. Littré, Émile, editor. Paris: Baillière, 1853
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0627.tlg042.humanitext-grc1:5-9
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
腸や腎臓の腺の性質、首の腺(扁桃)が頭部からの水分の流出を制御する役割、および首・腋・鼠径部における炎症(腫瘍や瘰癧)の発生機序と腸の腺における水分の均等な分散を説明する。
5. Τὰ δ’ ἄλλα ὁκόσα ἀδένας ἔχει μοῦνον, οἷον ἔντερα, ἔχει γὰρ καὶ ταῦτα ἀδένας ἐς τὸ ἐπίπλοον μείζονας, τρίχας οὐκ ἔχει. Καὶ γὰρ ἐν τοῖσι τέλμασι τῆς γῆς καὶ καθύγροισιν οὐ φύεται τὸ σπέρμα οὔτ’ ἐθέλει ἀναβαίνειν τῆς γῆς ἄνω, ἀλλ’ ἀποσήπεται καὶ ἀποπνίγεται τῇ πλεονεξίῃ· βιῆται1 γὰρ τὸ σπέρμα. Βιῆται δὲ καὶ ἐν τοῖσιν ἐντέροισιν ἡ πληθὺς καὶ τὸ ὑγρὸν πουλὺ, καὶ οὐκ ἂν φύσαι τρίχας. Αἱ δὲ ἀδένες μείζονες ἤ κου ἄλλοθι τοῦ σώματος· καὶ νέμονται αἱ ἀδένες ἐν τοῖσιν ἐντέροισιν ἐκπιεζόμεναι τὸν πλάδον, τὰ δὲ ἔντερα ἐκ τῶν τευχέων ἐς τὰ ἐπίπλοα ἐκδέχεται καὶ καθίησι τὴν ὑγρασίην· τὸ δὲ ἐπίπλοον διαδιδοῖ τῇσιν ἀδένεσιν.
5. 一方、腸のように腺だけを持つ他のすべての部分は、毛髪を持たない(というのも、これら[腸]もまた大網に比較的大きな腺を持っているからである)。というのは、大地の湿地や極めて湿潤な場所では、種子は発芽せず、大地の外へ伸びようともせず、過剰な水分によって腐り、窒息してしまうからである。種子が圧倒されるからである。腸の中においても、過剰な状態と多量の水分が(毛髪の種を)圧倒するため、毛髪を生やすことはない。しかし、そこの腺は身体の他のどの場所よりも大きい。そして、腺は腸の中で過剰な湿気を吸い出して自らの栄養とし、腸は容器から大網へと水分を受け取って滴下させ、大網はそれを腺に分配する。
6. Ἔχουσι δὲ καὶ οἱ νεφροὶ ἀδένας· καὶ γὰρ οὗτοι κορίσκονται πολλῆς ὑγρασίης· μείζους δὲ αἱ ἀδένες ταύτῃ ἢ αἱ ἄλλαι ἀδένες ἐοῦσαι· οὐ γὰρ ἐμπίνεται τοῖσι νεφροῖσι τὸ ὑγρὸν τὸ ἐπιῤῥέον, ἀλλὰ διαῤῥέει ἐπὶ κύστιν κάτω, ὥστε ὅ τι ἂν ἀποκερδάνωσιν ἀπὸ τῶν ὀχετῶν, τοῦτο ἕλκουσι πρὸς σφέας.
6. 腎臓もまた腺を持っている。というのも、これらもまた多くの水分で満たされているからである。ここの腺は、他の腺よりも大きい。流れ込む水分は腎臓に吸収されるのではなく、下の膀胱へと流れ下るため、それらの管から得られる(余剰の)水分を、腺は自らに引き込むのである。
7. Καὶ ἄλλαι δέ εἰσιν ἐν τῷ σώματι ἀδένες σμικραὶ καὶ πάνυ, ἀλλ’ οὐ βούλομαι ἀποπλανᾷν τὸν λόγον· ἐς γὰρ τὰς ἐπικαίρους ἡ γραφή. Νῦν δὲ ἀναβήσομαι τῷ λόγῳ, καὶ ἐρέω περὶ ἀδένων οὐλομελίης τραχήλου· τράχηλος τὰ μέρεα αὐτοῦ ἑκάτερα ἔνθα καὶ ἔνθα ἀδένας ἔχει, καὶ παρίσθμια καλέονται αἱ ἀδένες αὗται· χρείη τοιήδε· ἡ κεφαλὴ ὑπέρκειται ἄνω κοίλη ἐοῦσα καὶ περιφερὴς καὶ πλήρης τῆς περὶ αὐτὴν ἀπὸ τοῦ ἄλλου σώματος ὑγρασίης· καὶ ἅμα ἀναπέμπει τὸ σῶμα ἀτμοὺς ἐς τὴν κεφαλὴν παντοίους ἄνω, οὓς αὖθις ἡ κεφαλὴ ὀπίσω ἀφίησιν· οὐ γὰρ δύναται ἐμμένειν τὸ ἐπιῤῥέον οὐκ ἔχον ἔνθα ἔδρην, ἢν μὴ τὴν κεφαλὴν πονέῃ, τότε οὐκ ἀνίησιν, ἀλλ’ αὐτοῦ κρατέει· ἐπὴν δὲ ἀνῇ2 τὴν ἕλξιν ἐς τὰς ἀδένας, ἡ ῥοὴ γίνεται, καὶ οὐδὲν λυπέει τὸ ῥεῦμα, ἔστ’ ἂν ὀλίγον τε ᾖ καὶ ξύμμετρον καὶ ἐγκρατέες ἔωσιν αἱ ἀδένες· ἢν γὰρ πουλὺ ἐπιῤῥυῇ δριμὺ, ἢν μὲν ᾖ δριμὺ καὶ κολλῶδες, φλεγμαίνει καὶ ἀνοιδίσκεται καὶ ξυντείνει ὁ τράχηλος, καὶ οὕτω προΐει ἐς οὖς· κἢν μὲν ἐς ἑκάτερα τὰ μέρεα, ἑκάτερον· ἢν δὲ ἐς θάτερον, πονέει θάτερον· ἢν δὲ ᾖ φλεγματῶδες καὶ πουλὺ καὶ ἀργὸν ἡ ῥοὴ, φλεγμαίνει δὲ καὶ ὧδε· καὶ ἡ φλεγμονὴ, στάσιμον ἐὸν ὑγρὸν, χοιράδες ἐγγίνονται· αὗται χείρους αἱ νοῦσοι τραχήλου.
7. 身体には他にも極めて小さな腺があるが、私は話を脱線させたくない。この著作は枢要な腺に関するものだからである。さて、話をもとに戻して、首の全体の腺について語ろう。首はその両側にそれぞれ腺を持っており、これらの腺は「扁桃」と呼ばれる。その機能は以下の通りである。頭は上部に位置し、中空で円形であり、身体の他の部分からその周囲に昇ってくる水分で満ちている。同時に、身体は頭部へとあらゆる種類の蒸気を上方に送り出し、頭部はそれを再び下へと放出する。なぜなら、流れ込む水分は、留まる場所を持たなければ、そこに留まることができないからである(頭が病んでいなければ、だが。病んでいるときは、水分を放出せずそこに保持してしまう)。しかし、頭が腺への吸引力を弱めると、流れが生じ、その流れが少量かつ適度で、腺がそれを制御できている限り、流れは何も害を及ぼさない。もし多量で刺激の強い水分が流れ込むならば、そしてそれが刺激的で粘り気のあるものであるなら、首は炎症を起こし、腫れ上がり、緊張し、このようにして耳へと進む。それが両側に及ぶなら両側が、片側なら片側が痛む。もし流れが粘液質で、多量で、停滞しているなら、これによっても炎症が生じる。そして、滞留した水分によるその炎症から、瘰癧が生じる。これらは首のより悪い病気である。
8. Μασχάλῃσι δὲ ξυῤῥέει μὲν καὶ ἐνταῦθα, ἀλλ’ ὅταν πλῆθος ᾖ, δριμεῖς ἰχῶρες, καὶ ὧδε γίνονται φύματα. Κατὰ ταὐτὰ καὶ ἐν τοῖσι βουβῶσιν ἕλκει τὴν ἀπὸ τῶν ὑπερκειμένων ὑγρασίην ἡ ἀδήν· ἄλλως εἰ πλῆθος λάβοι, βουβωνοῦται καὶ διαπυΐσκεται καὶ φλεγμαίνει ἰκέλως μασχάλῃσί τε καὶ τραχήλῳ· τὰ δ’ αὐτά οἱ δοκέει παρέχειν ἀγαθὰ καὶ κακά. Καὶ ταῦτα μὲν ἀμφὶ τῶνδε.
8. 腋の下でも水分は集まるが、多量になると刺激の強い漿液となり、このようにして腫瘍が生じる。同様に鼠径部においても、腺は上部の部位からの水分を引き込む。他方、もし多量に受け取るなら、鼠径部が腫れ、化膿し、腋の下や首と同様に炎症を起こす。これらは同じように、益と害をもたらすと考えられる。これらについては以上の通りである。
9. Τὰ δὲ ἔντερα ἔχει κόρον πουλὺν ἀπό τε σιτίων καὶ ποτῶν· ἔχει δὲ καὶ τὴν ὑπὸ τοῦ δέρματος ὑγρασίην· αὕτη πᾶσα ἀπαναισιμοῦται ἰκέλη τῆς πρόσθεν· νούσους δὲ οὐ ποιεῖ τὰ πολλὰ, ὅκως περ καὶ ἐν τοῖσιν ἄρθροισι γίνεται· συχναὶ γάρ τοι ἀδένες καὶ ἀναπετέες,3 καὶ οὐ κοῖλαι, καὶ οὐ πουλὺ πλῆθος ἐπαυρισκόμεναι ἡ ἑτέρη τῆς ἑτέρης, ἐπεὶ μᾶλλον πλεονεκτεῖν ἐθέλουσα οὐδὲ μίη τότε πλῆθος ἔχειν δύναται, ἀλλ’ ὀλίγον ἑκάστη ξυῤῥέον ἐς τὸ ἄρθρον ἐς πολλὰ διαιρεόμενον· ἰσότης ἐστὶν αὐτέῃσιν.
9. 腸は食物や飲み物から多くの過剰を得ており、また、皮膚からの水分も得ている。この水分はすべて、先と同様に消費される。これらは、関節で起こるのと同じように、大抵は病気を引き起こさない。というのも、腺は多数で平らであり、空洞ではなく、また各々が他より多くを得ようと欲するものの、互いに近接しているため多量を引き受けることがなく、どれ一つとして多量に保持することはできないからである。むしろ、関節へと流れ込む少量の水分が多くの腺に分割されるのである。それらの間には均等が存在する。
- 5βιῆται
動詞 βιέομαι(または βιάζομαι)の三人称単数現在受動態(イオン方言)。大地の種子や腸内の「毛髪の種(生理的要素)」が、過剰な水分によって「圧倒される、押しつぶされる」という受動の意味を表している。
- 7ἀνῇ
動詞 ἀνίημι(緩める、弱める、解放する)の三人称単数アオリスト能動態接続法。頭部(ἡ κεφαλή)を主語とし、頭部が(水分を自らに保持しようとする)引き付け・緊満を緩め、水分を腺へと流し出すことを意味する。
- 9ἀναπετέες
形容詞 ἀναπετής(開いた、平らな)の女性複数主格形(イオン方言)。ここでは腺(ἀδένες)の解剖学的形状が、袋状で中空(κοῖλαι)なものではなく、「平坦に開いている(広がっている)」性質を持っていることを指す。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-09-21)
- 2026-09-21 AI校閲 — 訳文 1 件
