§1010. Ἡ κεφαλὴ καὶ αὕτη τὰς ἀδένας ἔχει, τὸν ἐγκέφαλον ἴκελον ἀδένι·
10. 頭部もまたそれ自体、腺(に類するもの)を持っている。 すなわち、腺に似た脳がそれである。
ἐγκέφαλος γὰρ καὶ λευκὸς καὶ ψαφαρὸς, ὅκως περ καὶ ἀδένες, καὶ ταὐτὰ ἀγαθὰ τῇσιν ἀδέσι ποιεῖ τὴν κεφαλὴν ἐοῦσαν, διὰ τὰ εἰρημένα μοι, τιμωρέων ὁ ἐγκέφαλος ἀποστερέει τὴν ὑγρασίην, καὶ ἐπὶ τὰς ἐσχατιὰς ἔξω ἀποστέλλει τὸ πλέον ἀπὸ τῶν ῥοῶν.
というのも、脳は腺と同様に白く、もろいからであり、私が述べた理由によって、自らが存在する頭部に対して腺と同じ便益をもたらすからである。 脳は(頭部を)保護して湿気を取り去り、流れの大部分を外側の末端へと送り出す。
Μείζων δ’ ὁ ἐγκέφαλος τῶν ἄλλων ἀδένων, καὶ αἱ τρίχες μείζους ἢ αἱ ἄλλαι τρίχες·
そして脳は他の腺よりも大きく、(頭の)毛髪も他の毛髪より大きい。
μείζων τε γὰρ ὁ ἐγκέφαλος καὶ ἐν εὐρυχωρίῃ κέεται τῇ κεφαλῇ.
というのは、脳はより大きく、頭部という広い場所に位置しているからである。
§1111. Ποιέει δὲ νούσους καὶ ἥσσονας καὶ μείζονας ἢ αἱ ἄλλαι ἀδένες·
11. また、脳は他の腺よりも軽い病気も重い病気も引き起こす。
ποιέει δὲ, ὁκόταν ἐς τὰ κάτω τοῦ σώματος τὴν σφετέρην πλεονεξίην ἀποστείλῃ.
すなわち、自らの過剰な水分を身体の下部へと送り出すときに、病気を引き起こすのである。
Ῥόοι δὲ ἀπὸ κεφαλῆς ἕως ἀποκρίσιος, δι’ ὤτων κατὰ φύσιν, δι’ ὀφθαλμῶν, διὰ ῥινῶν· τρεῖς οὗτοι·
頭部から排出に至るまでの流れは、自然な経路としては、耳を通るもの、目を通るもの、鼻を通るものの3つである。
καὶ ἄλλοι δι’ ὑπερώης ἐς φάρυγγα, ἐς στόμαχον· ἄλλοι διὰ φλεβῶν ἐπὶ νωτιαῖον, ἐς τὰ ἰσχία, οἱ πάντες ἑπτά.
そして他の流れは、口蓋を通って咽頭へ、また胃へと至り、さらに他のものは、静脈を通って脊髄へ、また腰へと至る。 すべて合わせて7つである。
§1212. Οὗτοι τοῦ τε ἐγκεφάλου λύματά εἰσιν ἀπιόντες· καὶ εἰ μὴ ἀπίοιεν, νοῦσος αὐτέῳ.
12. これらは、流れ去る際には脳の老廃物であり、もし流れ去らなければ、脳にとって病気となる。
Οὕτω δὲ καὶ τῷ ἄλλῳ σώματι, ἢν ἐς τὰ ἔνδον ἀπίωσι καὶ μὴ ἔξω, καὶ αὐτοῖς ὄχλος πουλὺς, κἀνδόθεν ἑλκοῖ, καὶ δριμὺ μὲν εἰ πρόοιτο ὁ ἐγκέφαλος ῥεῦμα, τὰς ἐπιῤῥοὰς ἐσθίει καὶ ἑλκοῖ·
同様に、他の身体にとっても、もしそれらが外ではなく内側へと向かうなら、それら(各部位)にとって大きな災いとなり、内側から潰瘍を生じさせる。 そして、もし脳が刺激性の強い流れを放出するなら、その流入先を侵食し、潰瘍にする。
καὶ τὸ μὲν ἐπιὸν ἢν ᾖ πλῆθος κατιὸν ἅλις, οὐκ ἀνέχει ὁ ῥόος, ἔστ’ ἂν ἐσαρύηται τὴν πληθὺν τοῦ κατιόντος·
また、もし流れ下る流入物が十分な量であるなら、流れ下るものの過剰な量が掃き出されるまで、その流れはとどまることがない。
καὶ τὸ μὲν ἐπιῤῥέον ἀποπέμπων ἔξω, ἕτερον δὲ ἐσδεχόμενος, ἐς τὸ ὅμοιον αἰεὶ καθιστάμενος· τά τε ὕγρὰ ἕλκει καὶ ποιέει νούσους.
流入するものを外へ送り出し、別のものを受け入れることで、常に同じ状態を維持し、水分を引き寄せて病気を引き起こす。
Ἄμφω δὲ ἐν ἀκηδίῃ καταγυιοῖ τὴν φύσιν·
そして、その両方の状態が苦痛のうちに自然(身体の本来の力)を衰弱させる。
καὶ ἢν πάθῃ, δυ’ ἐστὸν κακία·
もし病気に冒されるなら、二つの災いがある。
τὰ μὲν γὰρ πάθη τῆς φύσεως, οἱ προειρημένοι ῥόοι δυσφορέουσι τὸ πλῆθος, καὶ ὀδάξονται τὸ ἄλογον καὶ οὐ ξύνηθες ὄν·
というのは、自然の受苦については、前述の流れがその多さのために苦痛をもたらし、それが不条理で異常なものであるために、刺激を引き起こすからである。
ὁ δὲ ἐγκέφαλος πῆμα ἴσχει καὶ αὐτὸς οὐχ ὑγιαίνων·
また、脳自体も健康を損ない、自ら害を被る。
ἀλλ’ εἰ μὲν δάκνοιτο, τάραχον πουλὺν ἴσχει, καὶ ὁ νόος ἀφραίνει, καὶ ὁ ἐγκέφαλος σπᾶται καὶ ἕλκει τὸν ὅλον ἄνθρωπον, ἐνίοτε δ’ οὐ φωνέει καὶ πνίγεται, ἀποπληξίη τῷ πάθει τοὔνομα.
しかし、もし(脳が)刺激されるなら、多大なる錯乱が生じ、精神は理性を失い、脳は痙攣を起こして人間全体を引きつらせ、時には声を失って窒息する。 この疾患の名は卒中(アポプレキシー)である。
Ἄλλοτε δὲ δριμὺ μὲν οὐ ποιέει αὐτὸ τὸ ῥεῦμα, πλῆθος δ’ ὂν τὸ ἐμπεσὸν, πονέει τοῦτο, καὶ ἡ γνώμη ταράττεται, καὶ περίεισιν ἀλλοῖα φρονῶν καὶ ἀλλοῖα ὁρέων· φέρων τὸ ἦθος τῆς νούσου σεσηρόσι μειδιήμασι καὶ ἀλλοκότοισι φαντάσμασιν.
また別の場合には、流れ自体は刺激性の強いものではないが、流れ込んだ水分が多量であるために痛みを引き起こし、思考が混乱し、奇妙な幻想を抱いて別のことを考え、別のものを見ながら歩き回り、にやにやとした笑いや奇怪な幻影を伴って、その病気特有の性質を帯びる。
§1313. Ἄλλος ῥόος ἐπ’ ὀφθαλμοὺς, ὀφθαλμίαι, καὶ οἰδέουσιν αἱ ὄψεις.
13. 別の流れは目へと向かい、眼炎を引き起こし、目は腫れ上がる。
Εἰ δὲ ἐπὶ ῥῖνας ὁ κατάῤῥους, ὀδάξονται μυκτῆρας, καὶ ἄλλο οὐδὲν δεινόν·
もし流れ(カタル)が鼻へと向かうなら、鼻孔を刺激するが、それ以外に恐ろしいことは何もない。
αἵ τε γὰρ ὁδοὶ τουτέων εὐρέες καὶ ἱκαναὶ τιμωρέειν σφίσιν·
というのも、それらの通路は広く、自らを保護するのに十分だからである。
πρὸς δὲ καὶ ἀσύστροφον τὸ ἀπιὸν αὐτέησι.
さらに、そこから流れ去るものは凝固しない。
Τὰ δὲ οὔατα σκολιὸς μὲν πόρος καὶ στεινός· ὁ δ’ ἐγκέφαλος πλησίον αὐτέου αὐτοῖσιν ἐμπιέζεται·
しかし耳に関しては、通路は曲がりくねって狭く、脳がその近くにあってそれらを圧迫する。
νοσέων δὲ τὴν νοῦσον ταύτην, τὰ πολλὰ ἀποκρίνει κατὰ τὸ οὖς ἀπὸ τῆς πυκινῆς ῥοῆς ἀνὰ χρόνον, ὤρισταί τε, καὶ ῥέει δυσῶδες πῦον.
この病気に罹ると、多くの場合、時の経過とともに、脳は濃い流れから耳を通じて(不要物を)排出し、出口が画定されて(あるいは孔が開いて)、悪臭を放つ膿が流れ出る。
Οὕτως ἐς τὰ ἔξω δῆλοι τῷ ὀφθαλμῷ ῥόοι καὶ οὐ πάμπαν θανατώδεες.
このように、外部への流れは目に見えて明らかであり、完全に致命的というわけではない。