§1## ΠΕΡΙ ΑΔΕΝΩΝ.
1. Περὶ δὲ ἀδένων οὐλομελίης ὧδε ἔχει.
## 腺について 1. 身体全体の腺については、以下の通りである。
Φύσις μὲν αὐτέῃσι σπογγώδης, ἀραιαὶ μὲν καὶ πίονες, καὶ ἔστιν οὔτε σαρκία ἴκελα τῷ ἄλλῳ σώματι, οὔτε ἄλλο τι ὅμοιον τῷ σώματι, ἀλλὰ ψαφαρὰ καὶ φλέβας ἔχει συχνάς·
それらの本性は海綿質であり、隙間が多く脂肪に富んでいる。 また、身体の他の部分に似た小肉片でもなければ、身体の他のいかなるものにも似ておらず、脆くて多くの血管を有している。
εἰ δὲ διατάμοις, αἱμοῤῥαγίη λάβρος·
もし切り開くならば、激しい出血が起こる。
τὸ εἶδος λευκαὶ καὶ οἷον φλέγμα, ἐπαφομένῳ δὲ οἷον εἴρια·
その外観は白く粘液のようであり、触れると羊毛のようである。
κἢν ἐργάσῃ τοῖς δακτύλοις ἐπιπουλὺ βιησάμενος, ἡ ἀδὴν ὑγρὸν ἀφίησιν ἐλαιῶδες, καὶ αὐτὴ θρύπτεται πολλὰ καὶ ἐξαπόλλυται.
もし指で強く押し揉むならば、腺は油のような液体を放出し、自らは細かく砕けて消滅してしまう。
§22. Πονέουσι δὲ οὐ κάρτα, ἀλλὰ τῷ ἄλλῳ σώματι, ἐπὴν πονέωσι δὲ, ἢ δι’ ἰδίην νοῦσον·
2. 腺自体はそれほど痛むことはなく、むしろ身体の他の部分に関連して痛む。
παῦρα δὲ καὶ τῷ σώματι ξυμπονέουσιν.
しかし、痛むときには、自らの固有の病気によるか、あるいは身体の病気に引きずられて共に痛むことは稀である。
Αἱ νοῦσοι φύματα γίνονται, καὶ χοιράδες ἀναπηδῶσι, καὶ πῦρ ἔχει τὸ σῶμα·
病気になると腫瘍が生じ、瘰癧が噴出し、身体は熱を帯びる。
πάσχουσι δὲ ταῦτα, ἐπὴν ὑγρασίης πληρωθῶσι τῆς ἐπὶ τοῦ ἄλλου σώματος ἐπιῤῥεούσης εἰς αὐτάς·
このような状態に陥るのは、身体の他の部分から腺へと流れ込んでくる水分で満たされたときである。
ἐπιῤῥέει δὲ ἐκ τοῦ ἄλλου σώματος διὰ τῶν φλεβῶν, αἳ δι’ αὐτῶν τέτανται πολλαὶ καὶ κοῖλαι, ὥστε ἀκολουθεῖν τὸ ὑγρὸν ὅ τι ἂν ἕλκωσιν εὐπετέως ἐς αὐτάς·
この水分は、腺を貫いて数多く、また中空に伸びている血管を通って、身体の他の部分から流れ込む。 そのため、腺が吸引する水分は何であれ、容易にその内部へと引き込まれる。
κἢν πουλὺ ἔῃ καὶ νοσῶδες ἡ ῥοὴ, ξυντείνουσιν αἱ ἀδένες ἐπὶ σφᾶς τὸ ἄλλο σῶμα· οὕτω πυρετὸς ἐξάπτεται, καὶ ἀείρονται καὶ φλογῶσιν αἱ ἀδένες.
もしその流れが多量で病的なものであるならば、腺は自らのほうへと身体の他の部分を引っ張り込み、このようにして発熱が引き起こされ、腺は腫れ上がり、炎症を起こす。
§33. Ἀδένες δὲ ὕπεισιν ἐν τῷ σώματι πλείους ἢ μείζους ἐν τοῖσι κοίλοισιν αὐτέου καὶ ἐν τοῖσιν ἄρθροισι, καὶ ὁκόσα ἐν τοῖσιν ἄλλοισιν ὑγρηδὸν, καὶ κατὰ τὰ αἱματώδεα χωρία·
3. 腺は身体の中に、その空洞や関節、また他の部分で水分があるところならどこにでも、さらには血液の多い部位に、より多く、あるいはより大きく存在している。
αἱ μὲν ὡς τὸ ἐπιῤῥέον ἄνωθεν ἐς τὰ κοῖλα ἐπιδεχόμεναι ἐπὶ σφέας ἕλκωσιν, αἱ δὲ ὥστε τὴν αὖθις γινομένην ὑπὸ τῶν πόνων ὑγρασίην ἐκδεχόμεναι, ἐξαρύωσι τὴν πληθὺν, ἥντινα μεθίησι τὰ ἄρθρα.
あるものは上から空洞へと流れ込んでくるものを自らの上に受け止めて引き込み、他のものは関節の運動によって生じる水分を順次受け止めて、関節が放出する過剰な水分を汲み出す。
Οὕτω πλάδος οὐκ ἔνι ἐν τῷ σώματι·
このようにして、身体の中に余分な湿気は存在しなくなる。
εἰ γάρ τι καὶ γίνοιτο παραυτίκα, οὐκ ἂν ἐπιγίνοιτο πλάδος ὀπίσω·
なぜなら、仮に一時的に何らかの湿気が生じたとしても、その後には余分な湿気は残らないからである。
καταναισιμοῦται γὰρ καὶ τὸ πουλὺ καὶ τὸ ὀλίγον ἐς τὰς ἀὃένας.
多量であれ少量であれ、水分は腺へと消費し尽くされるのである。
§44. Καὶ οὕτω τὴν πλεονεξίην τοῦ ἄλλου σώματος αἱ ἀδένες κέρδος ποιεύμεναι, τροφὴ ξύντροφος αὐτέῃσίν ἐστιν·
4. このようにして、腺は身体の他の部分の過剰を自らの利益とすることで、それが彼女たちの生まれつきの栄養となる。
ὥστε ὅκου τελματώδεα, ἐκεὶ καὶ ἀδένες·
それゆえ、湿地の多い場所には腺もまた存在する。
σημεῖον, ὅκου ἀδὴν, ἐκεῖ καὶ τρίχες·
腺があるところには毛髪もあるというのがその証拠である。
ἡ γὰρ φύσις ποιέει ἀδένας καὶ τρίχας, ἄμφω χρέος τωὐτὸ λαμβάνουσιν, αἱ μὲν ἐς τὸ ἐπιῤῥέον, ὡς καὶ ἔμπροσθεν εἴρηται·
自然は腺と毛髪を作り出しており、両者は同じ役割を果たしている。
αἱ δὲ τρίχες τὴν ἀπὸ τῶν ἀδένων ἐπικαιρίην ἔχουσαι· φύονταί τε καὶ αὔξονται, ἀναλεγόμεναι τό τε περισσὸν καὶ ἐκβρασσόμενον ἐπὶ τὰς ἐσχατιάς.
前者は、先に述べたように流れ込む水分のためにあり、後者は、腺からの時宜に適った便益を得て、末端へと押し出され排出される余剰物を取り込みながら、生え、かつ成長する。
Ὅκου δὲ αὖον ἐὸν τὸ σῶμα, οὗτε ἀδὴν οὔτε θρίξ·
しかし、身体が乾燥している場所には、腺も毛髪も存在しない。
τὰ δὲ ἁπαλὰ καὶ πονεύμενα καὶ κάθυγρα, ἀδὴν ὧδε καὶ τρίχες·
柔らかく、酷使され、極めて湿潤な部位には、このように腺と毛髪が存在する。
ἀδένες δὲ καὶ κατὰ τοῖν οὐάτοιν ἔνθα καὶ ἔνθα ἑκατέρωθεν κατὰ τὰς σφαγὰς τοῦ τραχήλου, τρίχες τε ἐνταῦθα ἑκατέρωθεν·
腺はまた、両耳の近く、頸の頸動脈の両側にそれぞれ存在し、そこには両側に毛髪もある。
ἐπὶ ταῖς μασχάλῃσιν ἀδένες καὶ τρίχες· βουβῶνες καὶ ἐπίσειον ἰκέλως μασχάλῃσιν, ἀδὴν καὶ τρίχες.
腋の下にも腺と毛髪があり、鼠径部と恥骨部も腋の下と同様に、腺と毛髪がある。
Ταῦτα μὲν κοῖλα τῶν ἐν τῷ σώματι καὶ ῥηΐδια ἐς περιουσίην ὑγροῦ·
これらは身体の中の空洞であり、水分の過剰を受け入れるのに適している。
καὶ γὰρ πονέει ταῦτα καὶ κινέεται μάλιστα τῶν ἐν τῷ σώματι.
なぜなら、これらは身体の中で最も酷使され、最も動く部位だからである。