Humanitext Reader

希波克拉底 · 论腺体 §5-9

体内各器官腺体的功能与炎症发生机制

第 2 段,共 4 段 · 希腊语

内容简介

解释了肠道和肾脏腺体的性质,颈部腺体(扁桃体)在调节头部湿气流动中的作用,颈部、腋下和腹股沟处炎症(肿块和瘰疬)的发生机制,以及肠道腺体对湿气的均匀分配。

§55. Τὰ δ’ ἄλλα ὁκόσα ἀδένας ἔχει μοῦνον, οἷον ἔντερα, ἔχει γὰρ καὶ ταῦτα ἀδένας ἐς τὸ ἐπίπλοον μείζονας, τρίχας οὐκ ἔχει.
5. 另一方面,所有仅具有腺体而无其他的部位,例如肠道(因为这些部位在大网膜中也具有较大的腺体),并不长有毛发。
Καὶ γὰρ ἐν τοῖσι τέλμασι τῆς γῆς καὶ καθύγροισιν οὐ φύεται τὸ σπέρμα οὔτ’ ἐθέλει ἀναβαίνειν τῆς γῆς ἄνω, ἀλλ’ ἀποσήπεται καὶ ἀποπνίγεται τῇ πλεονεξίῃ· βιῆται γὰρ τὸ σπέρμα.
因为在土地的沼泽和极度潮湿的地方,种子无法生长,也不愿破土而出,而是因水分过剩而腐烂并窒息;因为种子被压制了。
Βιῆται δὲ καὶ ἐν τοῖσιν ἐντέροισιν ἡ πληθὺς καὶ τὸ ὑγρὸν πουλὺ, καὶ οὐκ ἂν φύσαι τρίχας.
在肠道中,过剩和大量的水分也同样起到了压制作用,因而无法长出毛发。
Αἱ δὲ ἀδένες μείζονες ἤ κου ἄλλοθι τοῦ σώματος· καὶ νέμονται αἱ ἀδένες ἐν τοῖσιν ἐντέροισιν ἐκπιεζόμεναι τὸν πλάδον, τὰ δὲ ἔντερα ἐκ τῶν τευχέων ἐς τὰ ἐπίπλοα ἐκδέχεται καὶ καθίησι τὴν ὑγρασίην· τὸ δὲ ἐπίπλοον διαδιδοῖ τῇσιν ἀδένεσιν.
但那里的腺体比身体其他任何地方都大;肠道中的腺体通过吸干过剩的湿气来获取营养,而肠道则从容器中接收水分并将其排入大网膜,大网膜再将其分配给腺体。
§66. Ἔχουσι δὲ καὶ οἱ νεφροὶ ἀδένας· καὶ γὰρ οὗτοι κορίσκονται πολλῆς ὑγρασίης·
6. 肾脏也具有腺体;因为它们也充满了大量的湿气。
μείζους δὲ αἱ ἀδένες ταύτῃ ἢ αἱ ἄλλαι ἀδένες ἐοῦσαι· οὐ γὰρ ἐμπίνεται τοῖσι νεφροῖσι τὸ ὑγρὸν τὸ ἐπιῤῥέον, ἀλλὰ διαῤῥέει ἐπὶ κύστιν κάτω, ὥστε ὅ τι ἂν ἀποκερδάνωσιν ἀπὸ τῶν ὀχετῶν, τοῦτο ἕλκουσι πρὸς σφέας.
此处的腺体比其他腺体更大;因为流入的液体并不被肾脏吸收,而是流向下方的膀胱,因此,凡是它们能从管道中获取的,都会吸引到自己身上。
§77. Καὶ ἄλλαι δέ εἰσιν ἐν τῷ σώματι ἀδένες σμικραὶ καὶ πάνυ, ἀλλ’ οὐ βούλομαι ἀποπλανᾷν τὸν λόγον· ἐς γὰρ τὰς ἐπικαίρους ἡ γραφή.
7. 体内还有其他极小的腺体,但我不想偏离主题;因为本书写作是针对那些至关重要的腺体。
Νῦν δὲ ἀναβήσομαι τῷ λόγῳ, καὶ ἐρέω περὶ ἀδένων οὐλομελίης τραχήλου·
现在我将回到我的论述中,谈谈整个颈部的腺体。
τράχηλος τὰ μέρεα αὐτοῦ ἑκάτερα ἔνθα καὶ ἔνθα ἀδένας ἔχει, καὶ παρίσθμια καλέονται αἱ ἀδένες αὗται·
颈部在其两侧各分布着腺体,这些腺体被称为扁桃体。
χρείη τοιήδε· ἡ κεφαλὴ ὑπέρκειται ἄνω κοίλη ἐοῦσα καὶ περιφερὴς καὶ πλήρης τῆς περὶ αὐτὴν ἀπὸ τοῦ ἄλλου σώματος ὑγρασίης·
其作用如下:头部位于上方,呈中空且圆形,充满了从身体其他部分上升到其周围的湿气。
καὶ ἅμα ἀναπέμπει τὸ σῶμα ἀτμοὺς ἐς τὴν κεφαλὴν παντοίους ἄνω, οὓς αὖθις ἡ κεφαλὴ ὀπίσω ἀφίησιν·
同时,身体向头部送上各种各样的蒸汽,头部又将其向下释放。
οὐ γὰρ δύναται ἐμμένειν τὸ ἐπιῤῥέον οὐκ ἔχον ἔνθα ἔδρην, ἢν μὴ τὴν κεφαλὴν πονέῃ, τότε οὐκ ἀνίησιν, ἀλλ’ αὐτοῦ κρατέει·
因为流入的湿气若无容身之处便无法留存(除非头部生病,此时它便不释放,而是将其滞留于此)。
ἐπὴν δὲ ἀνῇ τὴν ἕλξιν ἐς τὰς ἀδένας, ἡ ῥοὴ γίνεται, καὶ οὐδὲν λυπέει τὸ ῥεῦμα, ἔστ’ ἂν ὀλίγον τε ᾖ καὶ ξύμμετρον καὶ ἐγκρατέες ἔωσιν αἱ ἀδένες·
但当头部放松向腺体的吸引时,流动便会产生,只要流动微量且适度,并且腺体能够控制它,这股流体就不会带来任何痛苦。
ἢν γὰρ πουλὺ ἐπιῤῥυῇ δριμὺ, ἢν μὲν ᾖ δριμὺ καὶ κολλῶδες, φλεγμαίνει καὶ ἀνοιδίσκεται καὶ ξυντείνει ὁ τράχηλος, καὶ οὕτω προΐει ἐς οὖς· κἢν μὲν ἐς ἑκάτερα τὰ μέρεα, ἑκάτερον· ἢν δὲ ἐς θάτερον, πονέει θάτερον·
因为如果流入了大量且刺激性的液体,且如果是刺激性且粘稠的,颈部就会发炎、肿胀并变得紧张,从而蔓延至耳部;若波及两侧,则两侧皆痛,若仅波及一侧,则一侧疼痛。
ἢν δὲ ᾖ φλεγματῶδες καὶ πουλὺ καὶ ἀργὸν ἡ ῥοὴ, φλεγμαίνει δὲ καὶ ὧδε· καὶ ἡ φλεγμονὴ, στάσιμον ἐὸν ὑγρὸν, χοιράδες ἐγγίνονται·
但若流动是粘液质的、大量的且停滞不动的,也会以这种方式发炎;而由于液体停滞而产生的炎症,就会形成瘰疬。
αὗται χείρους αἱ νοῦσοι τραχήλου.
这些是颈部更严重的疾病。
§88. Μασχάλῃσι δὲ ξυῤῥέει μὲν καὶ ἐνταῦθα, ἀλλ’ ὅταν πλῆθος ᾖ, δριμεῖς ἰχῶρες, καὶ ὧδε γίνονται φύματα.
8. 腋下也有水分汇集,但当过量时,就会变成刺激性的浆液,从而产生肿块。
Κατὰ ταὐτὰ καὶ ἐν τοῖσι βουβῶσιν ἕλκει τὴν ἀπὸ τῶν ὑπερκειμένων ὑγρασίην ἡ ἀδήν· ἄλλως εἰ πλῆθος λάβοι, βουβωνοῦται καὶ διαπυΐσκεται καὶ φλεγμαίνει ἰκέλως μασχάλῃσί τε καὶ τραχήλῳ·
同理,在腹股沟处,腺体也吸引来自上方部位的湿气;另一方面,如果接纳了过量水分,腹股沟就会肿胀、化脓并产生炎症,这与腋下和颈部相似。
τὰ δ’ αὐτά οἱ δοκέει παρέχειν ἀγαθὰ καὶ κακά.
它们似乎带来相同的益处和害处。
Καὶ ταῦτα μὲν ἀμφὶ τῶνδε.
关于这些,情况就是这样。
§99. Τὰ δὲ ἔντερα ἔχει κόρον πουλὺν ἀπό τε σιτίων καὶ ποτῶν· ἔχει δὲ καὶ τὴν ὑπὸ τοῦ δέρματος ὑγρασίην·
9. 肠道从食物和饮料中获得了大量的过剩水分,同时也获得了来自皮肤的湿气。
αὕτη πᾶσα ἀπαναισιμοῦται ἰκέλη τῆς πρόσθεν·
这一切都像前面一样被消耗掉。
νούσους δὲ οὐ ποιεῖ τὰ πολλὰ, ὅκως περ καὶ ἐν τοῖσιν ἄρθροισι γίνεται·
但它们在大多数情况下并不会引起疾病,正如在关节中发生的那样。
συχναὶ γάρ τοι ἀδένες καὶ ἀναπετέες, καὶ οὐ κοῖλαι, καὶ οὐ πουλὺ πλῆθος ἐπαυρισκόμεναι ἡ ἑτέρη τῆς ἑτέρης, ἐπεὶ μᾶλλον πλεονεκτεῖν ἐθέλουσα οὐδὲ μίη τότε πλῆθος ἔχειν δύναται, ἀλλ’ ὀλίγον ἑκάστη ξυῤῥέον ἐς τὸ ἄρθρον ἐς πολλὰ διαιρεόμενον· ἰσότης ἐστὶν αὐτέῃσιν.
因为这里的腺体数量众多且扁平,而非空腔,它们并不会互相接纳过多的量;因为虽然每个腺体都更想占便宜,但届时谁也无法获得过多的量,而是每个腺体都分得流入关节的少许液体,这些液体被分成了许多部分;它们之间存在着平等。

词汇与语法注释

  1. 5βιῆται — 动词 βιέομαι(或 βιάζομαι)的第三人称单数现在时被动语态(爱奥尼亚方言)。表示大地的种子或肠道内的“毛发之种”因水分过剩而被“压制、压迫”的被动含义。
  2. 7ἀνῇ — 动词 ἀνίημι(放松、减弱、释放)的第三人称单数不定过去时主动虚拟语气。以头部(ἡ κεφαλή)为主语,意为头部放松了(试图将水分滞留于自身的)吸引或紧张状态,从而使水分流向腺体。
  3. 9ἀναπετέες — 形容词 ἀναπετής(敞开的、扁平的、展开的)的阴性复数主格形式(爱奥尼亚方言)。此处指腺体(ἀδένες)的解剖学形状并非囊状或中空(κοῖλαι),而是具有“平坦展开”的性质。

引用这一段

希波克拉底, 论腺体 §5-9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg042.humanitext-grc1:5-9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。