§3030. Ὥρη δὲ ἐαρινὴ ἀρίστη κυήσιος·
30. 春の季節が妊娠に最も良い。
ὁ δὲ ἀνὴρ μὴ μεθυσκέσθω, μηδὲ οἶνον λευκὸν πινέτω, ἀλλ’ ὅστις ἰσχυρότατος καὶ ἀκρητέστατος·
夫は酔うべきではなく、白ワインを飲むべきでもなく、むしろ最も強く、最も生のものを飲むべきである。
καὶ σιτία ὡς ἰσχυρότατα·
また、食事もできるだけ滋養のある強いものにすべきである。
καὶ μὴ θερμολουτείτω·
そして、温水に入浴するべきではない。
ἰσχυέτω δὲ καὶ ὑγιαινέτω·
強く、かつ健康であるべきである。
καὶ σιτίων ἀπεχέσθω τῶν μὴ ξυμφερόντων τῷ πρήγματι.
そして、この事柄に有益でない食べ物を控えるべきである。
§3131. Ὅταν βούληται ἄρσεν φυτεύειν, τῶν ἐπιμηνίων ἀποληγόντων ἢ ἐκλελοιπότων μίγνυσθαι·
31. 男児をもうけたいときは、月経が終わりかけているか、終わったときに交わるべきである。
καὶ ὠθέειν ὡς μάλιστα ἕως ἂν ἐκμιαίνηται·
そして、射精するまでできるだけ深く押し進むべきである。
ὅταν δὲ θῆλυ βούληται γενέσθαι, ὅταν πλεῖστα ἐπιμήνια ἔῃ τῇ γυναικὶ, καὶ ἔτι δ’ ἐόντων, τὸν δὲ ὄρχιν τὸν δεξιὸν ἀποδῆσαι ὡς ἂν μάλιστα καὶ ἀνέχεσθαι δύνηται·
しかし、女児をもうけたいときは、女性の月経が最も多く、かつまだそれが続いているときに交わるべきであり、右の睾丸を、できるだけ耐えられる限り強く縛るべきである。
ἐπὴν δὲ ἄρσεν βούληται φυτεύειν, τὸν ἀριστερὸν ἀποδῆσαι.
男児をもうけたいときは、左の睾丸を縛るべきである。
§3232. Στόμαχος μήτρης ἀπὸ μὲν θυμιημάτων ξυμμεμυκὼς ἀναχάσκει· ἀπὸ δὲ τῶν μαλθακτηρίων μαλθάσσεται.
32. 閉じている子宮口は、燻蒸によって開き、緩和薬によって柔らかくなる。
Θυμιῇν δὲ λωτοῦ φλοιὸν, σπέρμα δάφνης καὶ φύλλα χλωρὰ κεκομμένα, λιβανωτὸν, σμύρναν, ἀρτερμισίης καρπὸν ἢ φύλλα·
燻蒸には、ロータスの樹皮、月桂樹の種と刻んだ生の葉、乳香、没薬、ヨモギの種または葉を用いるべきである。
καὶ ἄννησον κόψας ἢ στέαρ καὶ κηρὸν καὶ θεῖον καὶ κυπαρίσσου σπέρμα, πευκεδάνου ῥίζαν, μυρσίνης φύλλα χλωρὰ κεκομμένα, κάστορος ὄρχιν, ὀνίδας ἄρσενος ὄνου, σκόροδα, στύρακα, ὑὸς στέαρ·
また、アニスを砕いたもの、あるいは獣脂、蝋、硫黄、糸杉の種、ペウケダノスの根、刻んだ生のミルトスの葉、海狸香、牡ロバの糞、ニンニク、エゴノキの樹脂、豚の脂を用いるべきである。
κἂν ἀπεστραμμένον ᾖ τὸ στόμα, τουτέοισι θυμιῇν·
たとえ子宮口が曲がっていても、これらによって燻蒸すべきである。
ἀναχάσκει μὲν οὖν οὕτως καὶ στρέφεται.
このようにして、それは開き、また戻るからである。
Μαλθάσσειν δὲ ἀπὸ τουτέων τὸ στόμα τῆς μήτρης·
また、次のものによって子宮口を柔らかくすべきである。
σανδαράκην, στέαρ αἶγὸς, ὀπὸν συκέης, ὀπὸν σιλφίου, κυκλαμίνου χυλὸν, θαψίην, ὀπὸν τιθυμάλου, καρδάμου καρπὸν, ποίην ἣ καλεῖται πέπλος, κάστορος ὄρχιν, λίνου καρπὸν, λίτρον, ἄρου ῥίζαν, σταφίδα ἀγρίην, καλαμίνθης φύλλα χλωρὰ, στρουθίου καρπὸν, σκίλλης τὸ ἐκ τοῦ μέσου.
すなわち、鶏冠石、山羊の脂、イチジクの汁、シルフィオンの汁、シクラメンの搾り汁、タプシア、トウダイグサの汁、コショウソウの種、ペプロスと呼ばれる草、海狸香、亜麻の種、ソーダ、アルムの根、野性のブドウ、生のカラミントの葉、サボンソウの種、カイロウドウの中心部。
§3333. Φάρμακα μαλθακτήρια, καὶ πρὸς τὸ ἰσχυρὴν κάθαρσιν γενέσθαι ἀνακινῆσαι·
33. 子宮口を柔らかくし、また強い浄化が起こるように刺激するための薬。
θαψίης ῥίζαν, μυελὸν βοὸς, χήνειον στέαρ, ῥόδινον·
タプシアの根、牛の骨髄、鵞鳥の脂、薔薇油。
ταῦτα τρίψασα καὶ ἀναζέσασα πρόστιθέσθω ἡμέρας τέσσαρας·
彼女はこれらをすり潰して煮沸した上で、4日間あてがうべきである。
καὶ πινέτω πράσου χυλὸν, καὶ οἶνον γλυκὺν λευκόν·
そして、リーキの搾り汁と、甘口の白ワインを飲むべきである。
καὶ ῥητίνην, καὶ ἔλαιον χλιερὸν, καὶ κύμινον, λίτρον, μέλι ἐν ῥυπαρῷ εἰρίῳ χρήσθω ἡμέρας τέσσαρας, πίνουσα σελίνου καρπὸν, καὶ λιβανωτοῦ πυρίνας πέντε, καὶ κύμινον αἰθιοπικὸν ἐν οἴνῳ λευκῷ ἀκρήτῳ γλυκεῖ καὶ λουέσθω δὶς τῆς ἡμέρῆς.
また、樹脂、温かい油、クミン、ソーダ、蜂蜜を汚れた羊毛に含ませたものを4日間用いるべきであり、その間、セロリの種、5粒の乳香、エチオピアのクミンを生の甘口白ワインに加えたものを飲み、一日に二回入浴すべきである。
Σμύρνα, λίβανος, βοὸς χολὴ, ῥητίνη τερεβινθίνη ἢ νέτωπον τουτέων ἴσον ἑκάστου μίξασα προστιθέσθω ἐν εἰρίῳ καθαρῷ ἢ ῥάκει λεπτῷ βάψασα δὲ τὸ ῥάκος ἐν μύρῳ λευκῷ αἰγυπτίῳ εὐώδεὶ καὶ ἀποδήσασα λίνῳ, λουσαμένη, προστιθέσθω.
没薬、乳香、牛の胆汁、テレビン樹脂またはネトポンを等量ずつ混ぜ合わせ、清潔な羊毛か薄い布に含ませてあてがうべきである。 その布を香り高いエジプトの白香油に浸し、亜麻糸で縛り、入浴したあとにあてがうべきである。
Καὶ πώλυπον φλάσασα ἐσθιέτω, καὶ πινέτω σελίνου καρπὸν καὶ ἀσπαράγου, καὶ οἷνον λευκὸν τρὶς τῆς ἡμέρης νῆστις ἐοῦσα.
また、叩いたタコを食べ、セロリとアスパラガスの種を飲み、空腹時に一日に三回白ワインを飲むべきである。
Σμύρνα; κασίη, λιβανωτος, κιννάμωμον, νέτωπον· τουτέων ἑκάστου ἴσον· ἐν εἰρίῳ ἢ βαλάνους ποιέουσα προστιθέσθω.
没薬、ケイヒ、乳香、シナモン、ネトポンの各等量を、羊毛に含ませるか、坐薬の形にしてあてがうべきである。
Ἄλλο κολοκύνθης ἀγρίης τὸ ἔνδον;
別の処方。
κύμινον πεφρυγμένον, ἅνήθου καρπὸν, κυπαρίσσου ῥίζαν, ταῦτα τρίψας λεῖα, μέλὶτι ἑφθῷ φυρήσας, βαλάνους ποιέων, δίδου προστιθέναι·
野生のコロシントウリの内側、煎ったクミン、イノンドの種、糸杉の根。 これらを滑らかにすり潰し、煮つめた蜂蜜で練り、坐薬の形にしてあてがわせるがよい。
καὶ πινέτω γλυκυσίδης ῥίζαν, σελίνου καρπὸν; ὀπὸν σιλφίου, οἶνον.
そして、ボタンの根、セロリの種、シルフィオンの汁、ワインを飲むべきである。
Τὸ βόλβιον δὲ καὶ αὐτὸ καθαίρει προστιθέμενον.
また、球根それ自体も、あてがうと浄化を促す。
Καὶ σμύρναν πρώτην, ἄνθος ὀλίγον ἐν οἴνῳ λευκῷ εὐώδει προστίθει.
そして、まず没薬と少量の銅の花を香り高い白ワインに加えたものをあてがうがよい。
Φάρμᾶκα προσθετὰ εἰς τὸ μήτρην καθῆραι ἐπιτηδειότατα·
子宮を浄化するのに最も適したあてがい薬。
λαβὼν ἄνθος χαλκοῦ καὶ λίτρου τρίτον μέρος, μέλιτι ἑφθῷ φυρήσας, βαλάνους ποιῆσαι, ὁκόσαὶ ἂν δοκέωσι μέτριαι εἶναι μέγεθος καὶ πάχος, οὕτω προστίθει πρὸς τὸ στόμα τῆς μήτρης·
銅の花とソーダの三分の一を取り、煮つめた蜂蜜で練り、適度と思われる大きさと太さの坐薬を作り、そのようにして子宮口にあてがうがよい。
ἢν δὲ βούλῃ ἰσχυρότερον εἶναι, ἐλατήριον πᾶραμῖξαι καὶ τὸ ἄνθος μοῦνον, καὶ οὕτω ποιέων δίδου προστίθεσθαι·
もしより強くしたいなら、エラテリオンを混ぜ、その銅の花だけを用いて、そのように作ってあてがわせるがよい。
καὶ κράδης παραμιγνύναι φλοιον ξύων καὶ τρίβων λεῖον, ὅταν τὸ στόμα δοκέῃ ξηρότερον εἶναι τῆς μήτρης, τὸ ἥμισυ ὡσαύτως.
また、子宮口が乾燥していると思われるときには、イチジクの枝の皮を削って滑らかにすり潰したものを、同様に半分混ぜ合わせるがよい。
Ἄλλο·
別の処方。
τρίψας ἐλατήριον καὶ ἄνθος χαλκοῦ λεῖα, δύο μοίρας ἄνθους, ἐλατηρίου δὲ μίαν, ταῦτα δίεσθαι·
エラテリオンと銅の花を滑らかにすり潰し、銅の花を二部、エラテリオンを一部として、これらを溶かす。
κυκλαμίνου τρίψας, ταύτῃ ἀναμῖξαι, ὅκως ἂν δοκέῃ καιρὸς εἶναι· καὶ ποιησαμένην προσθετὰ προστίθεσθαι ἐν εἰρίῳ.
シクラメンをすり潰してこれに混ぜ合わせ、適期と思われるときに、あてがい薬を作って羊毛に包んであてがうがよい。
Προσθετὸν λευκὰ καθαῖρον·
白帯下を浄化するあてがい薬。
ἀρτεμισίην τὴν ποίην, λίτρον, κυκλάμινον ἡμίξηρον, κύμινον.
草のヨモギ、ソーダ、半乾燥のシクラメン、クミン。
Ἕτερον, τὰ αὐτὰ καθαίρει·
別の処方。 同じものを浄化する。
ἀρτεμισίην ποίην χλωρὴν τρίψας καὶ σμύρνης τρίτον μέρος, οἴνου ἀναμίξας εὐώδεος, εἰρίῳ λευκῷ περιελίξας αὐτὸ, ἐν οἴνῳ τε βρέξας, δὸς προστίθεσθαι.
生のヨモギの草をすり潰し、没薬の三分の一を加え、香り高いワインを混ぜ、それを白い羊毛で包み、ワインに浸した上で、あてがわせるがよい。
Ὅταν δὲ χαλῶσιν αἱ μῆτραι, λίτρον, σικύης ἐντεριώνην, κυκλάμινον ἡμίξηρον ἐν εἰρίῳ προστίθει.
子宮が弛緩しているときは、ソーダ、ウリの果肉、半乾燥のシクラメンを羊毛に包んであてがうがよい。
Προσθετὰ παντοῖα καθαίρειν δυνάμενα·
あらゆる種類の浄化能力のあるあてがい薬。
σταφίδα ἀγρίην τρίψας χλωρὴν, περιπλάσας, ἀρτεμισίης ποίης τρίψας τὰ φύλλα, ἐν μέλιτι ἑφθῷ πλάσας, καὶ ξηρήνας ἐν σκιῇ, ἀπὸ τουτέου ποιέει προσθετὰ, καὶ δίδου τῇ γυναικὶ προστίθεσθαι.
生の野性ブドウをすり潰して周りに塗りつけ、ヨモギの草の葉をすり潰して煮つめた蜂蜜で練り、日陰で乾燥させ、これをもとにあてがい薬を作り、女性にあてがわせるがよい。
Ἄλλο·
別の処方。
ἄνθος μιγνὺς χαλκοῦ ἢ στυπτηρίην αἰγυπτίην, διεὶς τῇ κυκλαμίνῳ, ὥσπερ τὰ πρότερα ἐν μέλιτι ἑφθῷ πλάσας, ἠ ἐν ἰσχάδι ποιήσας, καὶ σμύρνην ὀλίγην.
銅の花、またはエジプトの明礬を混ぜ、シクラメンの汁で溶かし、前述のように煮つめた蜂蜜で練るか、干しイチジクの中に詰め、少量の没薬を加える。
Ἄλλο·
別の処方。
τὴν κυκλάμινον τρίψας, λευκῷ οἴνῳ εὐώδει παραμίξας, ἐν ῥάκει δήσας ὡς λεπτοτάτῳ καθαρῷ, δίδου προστίθεσθαι.
シクラメンをすり潰し、香り高い白ワインを混ぜ、できるだけ薄い清潔な布で縛り、あてがわせるがよい。
Ἄλλο·
別の処方。
κυκλάμινον ἡμίξηρον, λίτρον, κανθαρίδας, στέαρ, σανδαράκην.
半乾燥のシクラメン、ソーダ、ハンミョウ、獣脂、鶏冠石。