§3434. Περὶ παρθένου·
34. 乙女について。
παρθένῳ ὁκόταν, τὰ ὡραῖα μὴ γένηται, χολᾷ καὶ πυρεταίνει καὶ ὀδυνᾶται, διψῇ καὶ πεινῇ, καὶ ἐξεμεῖ, καὶ μαίνεται καὶ πάλιν σωφρονέει, κινέονται αἱ μῆτραι, καὶ ὁκόταν μὲν πρὸς τὰ σπλάγχνα τράπωνται, ἐξεμεῖν καὶ πυρέσσειν καὶ παραφρονεῖν αὐτῇ ἔρχεται ὅταν δὲ ἀπολίπωσιν, πεινῇ καὶ διψῇ, καὶ ἠπίαλος πυρετὸς ἔχει.
乙女において、お年頃のもの(月経)が来ないとき、彼女は胆汁が昂って熱を出し、痛みを感じ、渇き、飢え、嘔吐し、発狂し、再び正気に戻るが、これは子宮が動いているのである。 そして、子宮が内臓の方へと向かうときには、彼女に嘔吐すること、熱を出すこと、精神を錯乱することが生じる。 しかし、それらが去ると、彼女は飢え、渇き、微熱が彼女を襲う。
Χρὴ ταύτῃσιν ἀρνακίδας προστιθέναι θερμὰς πρὸς τὴν γαστέρα, καὶ ὑποκαπνίζειν ἐς αὐτὰ τὰ αἰδοῖα ὅτι μάλιστα ἐπ’ ἀμφορέως αὐχένι καθίσας·
これら(の乙女たち)には、温かい羊皮を腹部にあてがうべきであり、また、アンフォラの首の上に彼女を座らせて、まさにその陰部へできるだけしっかりと下から煙をあてる(燻蒸する)べきである。
σμύρνης ὅσον κύαμον, λιβανωτὸν δὶς ὅσον, τοῦτο μίξας καὶ ζέας ἐρηριγμένας, ὁμοῦ θυμιῇν, καὶ ἐπὶ τὸ πῦρ ἐπιβάλλων, νῆστις ὡς μάλιστα, καὶ λούειν πολλῷ θερμῷ.
空豆ほどの大きさの没薬、その2倍の量の乳香、これを混ぜ合わせたものと、細かく砕いた二粒小麦を同時に燻蒸し、火の上に投げ込みながら、できるだけ空腹にさせ、多量の温水で入浴させるべきである。
§3535. Προσθετόν·
35. あてがい薬。
αἰγυπτίην στυπτηρίην μαλθακῷ εἰρίῳ περιειλήσασα προστιθέσθω.
エジプトの明礬を柔らかい羊毛で包んで、彼女はあてがうべきである。
Ἄλλο·
別の処方。
ἀρτεμισίην τρίψας ἔν οἴνῳ τε λευκῷ δεύσας δίδου προστιθέναι.
ヨモギをすり潰し、白ワインに浸したものを、あてがうために与えよ。
§3636. Νεοτόκῳ γυναικί·
36. 産後間もない女性に。
ῥόδινον, σμύρναν, κηρὸν μίξαντά ἐν εἰρίῳ δοῦναι προστίθεσθαι·
薔薇油、没薬、蝋を混ぜ合わせたものを、羊毛に包んであてがうために与えよ。
ὅταν δέ οἱ προσπέσωσιν αἲ μῆτραι, τὰ ξηρὰ καὶ στρυφνὰ προσφέρειν καὶ πίνειν καὶ προσέχειν.
もし彼女の子宮が脱出したときには、乾燥したものや収斂性のあるものを与え、また飲ませ、あてがうべきである。
§3737. Σῦκον μέλαν, σκόροδον, λίτρον, κύμινον, ταῦτα πάντα τρίψας λεῖα, ἔν εἰρίῳ δοῦναι προστίθεσθαι.
37. 黒イチジク、ニンニク、ソーダ、クミン、これらすべてを滑らかにすり潰し、羊毛に包んであてがうために与えよ。
Ἕτερον·
別の処方。
σηπίης ὅστρακον κόψας λεῖον, ἐς οἶνον δεύσας, ἐν λαγωοῦ θριξὶ καὶ εἰρίῳ προστίθεσθαι.
コウイカの甲を滑らかに砕き、ワインに浸し、野ウサギの毛と羊毛に包んであてがうべきである。
§3838. Ἢν δὲ μετὰ τόκον τὰς ὑστέρας ἀλγέῃ, πτισάνην καὶ πράσα καὶ στέαρ αἵγειον ἑψήσασα, ῥοφείτω τούτου ὡς ὄλίγιστον.
38. もし彼女が産後に子宮を痛むなら、大麦粥、リーキ、山羊の脂を煮て、これをできるだけ少量ずつすするべきである。
§3939. Προσθετόν·
39. あてがい薬。
λίτρον, κύμινον, σύκου τὸ ἴσον.
ソーダ、クミン、それと同量のイチジク。
Καθαρτήριον προσθετὸν καὶ μαλθακτήριον·
浄化し、かつ柔らかくするあてがい薬。
νέτωπον, ῥόδινον μύρον, χηνὸς ἄλειφαρ, ἐς ὀθόνια λεπτά.
ネトポン、薔薇の香油、鵞鳥の脂肪を、薄い麻布に包む。
§4040. Ἢν τὰ ἐπιμήνια πολλὰ γένηται, γλυκυσίδης κόκκους τοὺς μέλανας δὶς ἑπτὰ πίνειν ἐν οἴνῳ δυσὶ κυάθοις.
40. もし月経が多くなったなら、ボタンの黒い種14粒を、2キアトスのワインに入れて飲むべきである。
§4141. Ἢν δὲ ἐξέρχωνται αἱ μῆτραι πυκνὰ, βρέξας ὕδατι χλιερῷ τὰς μήτρας, ὑπτίην ἀνακλίνας, μίξας σίδιον, κηκίδα, ῥοῦν τὴν ἐρυθρὴν, ἐν οἴνῳ λευκῷ διατρίψας, τούτῳ χρίσας, ἐντιθέναι·
41. もし子宮がしばしば脱出するなら、子宮を温水で濡らし、彼女を仰向けに寝かせ、ザクロの皮、没食子、赤ウルシを混ぜ合わせ、白ワインでよくすり潰し、これを塗って、内部に戻すべきである。
ἔπειτα πῖσαι δάφνης φύλλα ἐν οἴνῳ αὐστηρῷ.
その後、渋いワインに月桂樹の葉を入れたものを飲ませるべきである。
§4242. Ὅταν γυνὴ κύουσα προσρέηται, ὀνίδα ξηρὴν καὶ μίλτον καὶ ὄστρακον σηπίης τρίψασα λεῖα, ἐν ῥάκει ἀποδήσασα, προστιθέναι.
42. 妊婦が出血しているとき、乾燥したロバの糞、赤土、コウイカの甲を滑らかにすり潰し、布で縛って、あてがうべきである。
§4343. Ἢν δὲ μὴ καθαρθῇ, ἐλατήριον ἐν οἴνῳ λευκῷ ὅσον κυάθῳ τρίψας ὀβολὸν ἀττικὸν, διδόναι πίνειν, καὶ καθαριεῖται.
43. もし(悪露が)排出されないなら、アッティカの1オボロス重のエラテリオンを、1キアトスほどの白ワインの中ですり潰し、飲ませるべきである。 そうすれば彼女は浄化されるであろう。