← ヒポクラテス

重複妊娠について

§30-33

受胎の条件と産み分けおよび子宮口の処置法

妊娠に適した季節、受胎を促進するための夫婦の生活習慣、および性別を産み分けるための交合方法について論じられている。さらに、子宮口を開き軟化させるための燻蒸薬や、子宮を浄化し弛緩を防ぐための多種多様な外用・内用薬の処方が細かく紹介されている。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§30

Ὥρη δὲ ἐαρινὴ ἀρίστη κυήσιος· ὁ δὲ ἀνὴρ μὴ μεθυσκέσθω, μηδὲ οἶνον λευκὸν πινέτω, ἀλλ’ ὅστις ἰσχυρότατος καὶ ἀκρητέστατος·1 καὶ σιτία ὡς ἰσχυρότατα· καὶ μὴ θερμολουτείτω· ἰσχυέτω δὲ καὶ ὑγιαινέτω· καὶ σιτίων ἀπεχέσθω τῶν μὴ ξυμφερόντων τῷ πρήγματι.

春の季節が妊娠に最も良い。夫は酔うべきではなく、白ワインを飲むべきでもなく、むしろ最も強く、最も生のものを飲むべきである。また、食事もできるだけ滋養のある強いものにすべきである。そして、温水に入浴するべきではない。強く、かつ健康であるべきである。そして、この事柄に有益でない食べ物を控えるべきである。

§31

Ὅταν βούληται ἄρσεν φυτεύειν, τῶν ἐπιμηνίων ἀποληγόντων ἢ ἐκλελοιπότων μίγνυσθαι·2 καὶ ὠθέειν ὡς μάλιστα ἕως ἂν ἐκμιαίνηται· ὅταν δὲ θῆλυ βούληται γενέσθαι, ὅταν πλεῖστα ἐπιμήνια ἔῃ τῇ γυναικὶ, καὶ ἔτι δ’ ἐόντων, τὸν δὲ ὄρχιν τὸν δεξιὸν ἀποδῆσαι ὡς ἂν μάλιστα καὶ ἀνέχεσθαι δύνηται· ἐπὴν δὲ ἄρσεν βούληται φυτεύειν, τὸν ἀριστερὸν ἀποδῆσαι.

男児をもうけたいときは、月経が終わりかけているか、終わったときに交わるべきである。そして、射精するまでできるだけ深く押し進むべきである。しかし、女児をもうけたいときは、女性の月経が最も多く、かつまだそれが続いているときに交わるべきであり、右の睾丸を、できるだけ耐えられる限り強く縛るべきである。男児をもうけたいときは、左の睾丸を縛るべきである。

§32

Στόμαχος μήτρης ἀπὸ μὲν θυμιημάτων ξυμμεμυκὼς ἀναχάσκει· ἀπὸ δὲ τῶν μαλθακτηρίων μαλθάσσεται. Θυμιῇν δὲ λωτοῦ φλοιὸν, σπέρμα δάφνης καὶ φύλλα χλωρὰ κεκομμένα, λιβανωτὸν, σμύρναν, ἀρτεμισίης καρπὸν ἢ φύλλα· καὶ ἄννησον κόψας ἢ στέαρ καὶ κηρὸν καὶ θεῖον καὶ κυπαρίσσου σπέρμα, πευκεδάνου ῥίζαν, μυρσίνης φύλλα χλωρὰ κεκομμένα, κάστορος ὄρχιν, ὀνίδας ἄρσενος ὄνου, σκόροδα, στύρακα, ὑὸς στέαρ· κἂν ἀπεστραμμένον ᾖ τὸ στόμα, τουτέοισι θυμιῇν· ἀναχάσκει μὲν οὖν οὕτως καὶ στρέφεται. Μαλθάσσειν δὲ ἀπὸ τουτέων τὸ στόμα τῆς μήτρης· σανδαράκην, στέαρ αἰγὸς, ὀπὸν συκέης, ὀπὸν σιλφίου, κυκλαμίνου χυλὸν, θαψίην, ὀπὸν τιθυμάλου, καρδάμου καρπὸν, ποίην ἣ καλεῖται πέπλος, κάστορος ὄρχιν, λίνου καρπὸν, λίτρον, ἄρου ῥίζαν, σταφίδα ἀγρίην, καλαμίνθης φύλλα χλωρὰ, στρουθίου καρπὸν, σκίλλης τὸ ἐκ τοῦ μέσου.

閉じている子宮口は、燻蒸によって開き、緩和薬によって柔らかくなる。燻蒸には、ロータスの樹皮、月桂樹の種と刻んだ生の葉、乳香、没薬、ヨモギの種または葉を用いるべきである。また、アニスを砕いたもの、あるいは獣脂、蝋、硫黄、糸杉の種、ペウケダノスの根、刻んだ生のミルトスの葉、海狸香、牡ロバの糞、ニンニク、エゴノキの樹脂、豚の脂を用いるべきである。たとえ子宮口が曲がっていても、これらによって燻蒸すべきである。このようにして、それは開き、また戻るからである。また、次のものによって子宮口を柔らかくすべきである。すなわち、鶏冠石、山羊の脂、イチジクの汁、シルフィオンの汁、シクラメンの搾り汁、タプシア、トウダイグサの汁、コショウソウの種、ペプロスと呼ばれる草、海狸香、亜麻の種、ソーダ、アルムの根、野性のブドウ、生のカラミントの葉、サボンソウの種、カイロウドウの中心部。

§33

Φάρμακα μαλθακτήρια, καὶ πρὸς τὸ ἰσχυρὴν κάθαρσιν γενέσθαι ἀνακινῆσαι· θαψίης ῥίζαν, μυελὸν βοὸς, χήνειον στέαρ, ῥόδινον· ταῦτα τρίψασα καὶ ἀναζέσασα προστιθέσθω3 ἡμέρας τέσσαρας· καὶ πινέτω πράσου χυλὸν, καὶ οἶνον γλυκὺν λευκόν· καὶ ῥητίνην, καὶ ἔλαιον χλιερὸν, καὶ κύμινον, λίτρον, μέλι ἐν ῥυπαρῷ εἰρίῳ χρήσθω ἡμέρας τέσσαρας, πίνουσα σελίνου καρπὸν, καὶ λιβανωτοῦ πυρίνας πέντε, καὶ κύμινον αἰθιοπικὸν ἐν οἴνῳ λευκῷ ἀκρήτῳ γλυκεῖ· καὶ λουέσθω δὶς τῆς ἡμέρης. Σμύρνα, λίβανος, βοὸς χολὴ, ῥητίνη τερεβινθίνη ἢ νέτωπον· τουτέων ἴσον ἑκάστου μίξασα προστιθέσθω ἐν εἰρίῳ καθαρῷ ἢ ῥάκει λεπτῷ· βάψασα δὲ τὸ ῥάκος ἐν μύρῳ λευκῷ αἰγυπτίῳ εὐώδει καὶ ἀποδήσασα λίνῳ, λουσαμένη, προστιθέσθω. Καὶ πώλυπον φλάσασα ἐσθιέτω, καὶ πινέτω σελίνου καρπὸν καὶ ἀσπαράγου, καὶ οἶνον λευκὸν τρὶς τῆς ἡμέρης νῆστις ἐοῦσα. Σμύρνα, κασίη, λιβανωτὸς, κιννάμωμον, νέτωπον· τουτέων ἑκάστου ἴσον ἐν εἰρίῳ ἢ βαλάνους ποιέουσα προστιθέσθω. Ἄλλο· κολοκύνθης ἀγρίης τὸ ἔνδον, κύμινον πεφρυγμένον, ἀνήθου καρπὸν, κυπαρίσσου ῥίζαν, ταῦτα τρίψας λεῖα, μέλιτι ἑφθῷ φυρήσας, βαλάνους ποιέων, δίδου προστιθέναι· καὶ πινέτω γλυκυσίδης ῥίζαν, σελίνου καρπὸν, ὀπὸν σιλφίου, οἶνον. Τὸ βόλβιον δὲ καὶ αὐτὸ καθαίρει προστιθέμενον. Καὶ σμύρναν πρώτην, ἄνθος ὀλίγον ἐν οἴνῳ λευκῷ εὐώδει προστίθει. Φάρμακα προσθετὰ εἰς τὸ μήτρην καθῆραι ἐπιτηδειότατα· λαβὼν ἄνθος χαλκοῦ καὶ λίτρου τρίτον μέρος, μέλιτι ἑφθῷ φυρήσας, βαλάνους ποιῆσαι, ὁκόσαι ἂν δοκέωσι μέτριαι εἶναι μέγεθος καὶ πάχος, οὕτω προστίθει πρὸς τὸ στόμα τῆς μήτρης· ἢν δὲ βούλῃ ἰσχυρότερον εἶναι, ἐλατήριον παραμῖξαι καὶ τὸ ἄνθος μοῦνον, καὶ οὕτω ποιέων δίδου προστίθεσθαι· καὶ κράδης παραμιγνύναι φλοιὸν ξύων καὶ τρίβων λεῖον, ὅταν τὸ στόμα δοκέῃ ξηρότερον εἶναι τῆς μήτρης, τὸ ἥμισυ ὡσαύτως. Ἄλλο· τρίψας ἐλατήριον καὶ ἄνθος χαλκοῦ λεῖα, δύο μοίρας ἄνθους, ἐλατηρίου δὲ μίαν, ταῦτα δίεσθαι· κυκλαμίνου τρίψας, ταύτῃ ἀναμῖξαι, ὅκως ἂν δοκέῃ καιρὸς εἶναι· καὶ ποιησαμένην προσθετὰ προστίθεσθαι ἐν εἰρίῳ. Προσθετὸν λευκὰ καθαῖρον· ἀρτεμισίην τὴν ποίην, λίτρον, κυκλάμινον ἡμίξηρον, κύμινον. Ἕτερον, τὰ αὐτὰ καθαίρει· ἀρτεμισίην ποίην χλωρὴν τρίψας καὶ σμύρνης τρίτον μέρος, οἴνου ἀναμίξας εὐώδεος, εἰρίῳ λευκῷ περιελίξας αὐτὸ, ἐν οἴνῳ τε βρέξας, δὸς προστίθεσθαι. Ὅταν δὲ χαλῶσιν αἱ μῆτραι, λίτρον, σικύης ἐντεριώνην, κυκλάμινον ἡμίξηρον ἐν εἰρίῳ προστίθει. Προσθετὰ παντοῖα καθαίρειν δυνάμενα· σταφίδα ἀγρίην τρίψας χλωρὴν, περιπλάσας, ἀρτεμισίης ποίης τρίψας τὰ φύλλα, ἐν μέλιτι ἑφθῷ πλάσας, καὶ ξηρήνας ἐν σκιῇ, ἀπὸ τουτέου ποιέει προσθετὰ, καὶ δίδου τῇ γυναικὶ προστίθεσθαι. Ἄλλο· ἄνθος μιγνὺς χαλκοῦ ἢ στυπτηρίην αἰγυπτίην, διεὶς τῇ κυκλαμίνῳ, ὥσπερ τὰ πρότερα ἐν μέλιτι ἑφθῷ πλάσας, ἢ ἐν ἰσχάδι ποιήσας, καὶ σμύρνην ὀλίγην. Ἄλλο· τὴν κυκλάμινον τρίψας, λευκῷ οἴνῳ εὐώδει παραμίξας, ἐν ῥάκει δήσας ὡς λεπτοτάτῳ καθαρῷ, δίδου προστίθεσθαι. Ἄλλο· κυκλάμινον ἡμίξηρον, λίτρον, κανθαρίδας, στέαρ, σανδαράκην.

子宮口を柔らかくし、また強い浄化が起こるように刺激するための薬。タプシアの根、牛の骨髄、鵞鳥の脂、薔薇油。彼女はこれらをすり潰して煮沸した上で、4日間あてがうべきである。そして、リーキの搾り汁と、甘口の白ワインを飲むべきである。また、樹脂、温かい油、クミン、ソーダ、蜂蜜を汚れた羊毛に含ませたものを4日間用いるべきであり、その間、セロリの種、5粒の乳香、エチオピアのクミンを生の甘口白ワインに加えたものを飲み、一日に二回入浴すべきである。没薬、乳香、牛の胆汁、テレビン樹脂またはネトポンを等量ずつ混ぜ合わせ、清潔な羊毛か薄い布に含ませてあてがうべきである。その布を香り高いエジプトの白香油に浸し、亜麻糸で縛り、入浴したあとにあてがうべきである。また、叩いたタコを食べ、セロリとアスパラガスの種を飲み、空腹時に一日に三回白ワインを飲むべきである。没薬、ケイヒ、乳香、シナモン、ネトポンの各等量を、羊毛に含ませるか、坐薬の形にしてあてがうべきである。別の処方。野生のコロシントウリの内側、煎ったクミン、イノンドの種、糸杉の根。これらを滑らかにすり潰し、煮つめた蜂蜜で練り、坐薬の形にしてあてがわせるがよい。そして、ボタンの根、セロリの種、シルフィオンの汁、ワインを飲むべきである。また、球根それ自体も、あてがうと浄化を促す。そして、まず没薬と少量の銅の花を香り高い白ワインに加えたものをあてがうがよい。子宮を浄化するのに最も適したあてがい薬。銅の花とソーダの三分の一を取り、煮つめた蜂蜜で練り、適度と思われる大きさと太さの坐薬を作り、そのようにして子宮口にあてがうがよい。もしより強くしたいなら、エラテリオンを混ぜ、その銅の花だけを用いて、そのように作ってあてがわせるがよい。また、子宮口が乾燥していると思われるときには、イチジクの枝の皮を削って滑らかにすり潰したものを、同様に半分混ぜ合わせるがよい。別の処方。エラテリオンと銅の花を滑らかにすり潰し、銅の花を二部、エラテリオンを一部として、これらを溶かす。シクラメンをすり潰してこれに混ぜ合わせ、適期と思われるときに、あてがい薬を作って羊毛に包んであてがうがよい。白帯下を浄化するあてがい薬。草のヨモギ、ソーダ、半乾燥のシクラメン、クミン。別の処方。同じものを浄化する。生のヨモギの草をすり潰し、没薬の三分の一を加え、香り高いワインを混ぜ、それを白い羊毛で包み、ワインに浸した上で、あてがわせるがよい。子宮が弛緩しているときは、ソーダ、ウリの果肉、半乾燥のシクラメンを羊毛に包んであてがうがよい。あらゆる種類の浄化能力のあるあてがい薬。生の野性ブドウをすり潰して周りに塗りつけ、ヨモギの草の葉をすり潰して煮つめた蜂蜜で練り、日陰で乾燥させ、これをもとにあてがい薬を作り、女性にあてがわせるがよい。別の処方。銅の花、またはエジプトの明礬を混ぜ、シクラメンの汁で溶かし、前述のように煮つめた蜂蜜で練るか、干しイチジクの中に詰め、少量の没薬を加える。別の処方。シクラメンをすり潰し、香り高い白ワインを混ぜ、できるだけ薄い清潔な布で縛り、あてがわせるがよい。別の処方。半乾燥のシクラメン、ソーダ、ハンミョウ、獣脂、鶏冠石。

構文注3 件
  1. 30ἀλλ’ ὅστις ἰσχυρότατος καὶ ἀκρητέστατος

    関係代名詞 ὅστις の先行詞として οἶνος が省略されており、動詞 πινέτω (または ἔστω)を補って理解する。夫が飲むべき強い(希釈度の低い)ワインの質を制限的に規定している。

  2. 31τῶν ἐπιμηνίων ἀποληγόντων ἢ ἐκλελοιπότων μίγνυσθαι

    不定法 μίγνυσθαι(および後続の ὠθέειν, ἀποδῆσαι)は命令の代用(命令的不定法)として機能しており、主語は対格として明示されないが不特定の夫(または夫婦)である。

  3. 33ταῦτα τρίψασα καὶ ἀναζέσασα προστιθέσθω

    分詞 τρίψασα と ἀναζέσασα は女性単数主格であり、非人称的な治療記述の中で、患者である女性自身が直接主体となって薬の調合や適用を行うべきことを文法的に示している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(4 件・最終 2026-11-24)
  • 2026-11-24 AI校閲 — number 4 件
urn:cts:greekLit:tlg0627.tlg038.humanitext-grc1:30-33