§2929. Κυήσιος δὲ καὶ παιδοποιΐης ἥτις δεῖται καὶ ἄτεκνος ἐοῦσα καὶ ἤδη κυήσασα, ἐοῦσα δὲ τεκνοῦσα, ὅταν ὁ στόμαχος σκληρὸς ᾖ, ἄκρος ἢ ὅλος, ἢ ξυμμεμύκῃ, καὶ μὴ ὀρθὸς ᾖ, ἀλλὰ πρὸς τὸ ἰσχίον ἀπεστραμμένος τὸ ἕτερον, ἢ ἐς τὸν ἀρχὸν κεκύφῃ ἢ ἀνεσπάκῃ ἑωυτὸν, ἢ τὸ χείλος ἐπιβάλλῃ τοῦ στομάχου ἐφ’ ἑωυτὸ, ὁκόθεν οὖν ἢ τρηχὺς καὶ πεπωρωμένος ᾖ, σκληρὸς δὲ γίνεται καὶ ἀπὸ συμμύσιος καὶ ἀπὸ πωρώσιος, ταύτῃσι τὰ ἐπιμήνια οὐ φαίνεται, ἢ ἐλάσσονα τοῦ δέοντος, καὶ διὰ πλέονος χρόνου ἐπιφαίνεται.
29. 妊娠と子供をもうけることを必要としており、子供のいない女性であっても、あるいはすでに妊娠したことがあっても、あるいは子供をもうけつつあっても、子宮口が先端だけであれ全体であれ硬くなっているとき、あるいは閉じているとき、また真っ直ぐではなく、片方の腰の方へと曲がっているとき、あるいは直腸のほうへと曲がっていたり、それ自体を上に引き上げていたり、あるいは子宮口の縁がそれ自体に重なり合っていたり、どのような原因からであれざらざらして硬化しているとき、――なお子宮口は閉鎖によっても硬化によっても硬くなるのであるが、――これらの女性たちにおいては月経が現れないか、あるいは必要な量より少なく、より長い間隔を置いて現れる。
Ἔστι δὲ ἐν ᾗσι τὰ ἐπιμήνια κατὰ ὑγιείην τοῦ σώματος καὶ τῶν μητρέων τὴν ἔξοδον εὑρίσκεται·
また、身体および子宮が健康である状態に従って月経の出口が見出される女性たちもいる。
καὶ κατά γε τὸ ξύμφυτον καὶ δίκαιον, καὶ ὑπὸ θερμότητος καὶ ὑγρότητος τῶν ἐπιμηνίων τοῦ στομάχου μὴ κάρτα βεβλαμμένου·
そして、体質的かつ自然に適った仕方で、また月経の温かさと湿り気によって子宮口があまり損なわれていない場合にもそうである。
τὴν δὲ γονὴν διὰ τοῦτο οὐ δέχεται κατὰ τὴν βλάβην, ἥτις ἂν κωλύῃ ἀπὸ τοῦ στομάχου μὴ καλῶς ἔχοντος τοῦ δέχεσθαι.
しかし、それにもかかわらず、子宮口が良好な状態にないために受胎を妨げるような障害に応じて、彼女が種を受け入れないということがこのために生じる。
Ταύτῃ χρὴ, πυριήσαντα τὸ σῶμα ὅλον, δοῦναι πιεῖν φάρμακον, καὶ καθαρὴν ποιήσασθαι τοῦ σώματος πρῶτον, ἤν τε ἄνω καὶ κάτω δέηται, ἤν τε ἄνω μοῦνον·
この女性に対しては、身体全体を湯気で温めた上で、薬を飲ませて、まず身体の浄化を行うべきである。 上と下の両方が必要であれ、上だけであれ。
καὶ ἢν μὲν ἄνω διδῷς τὸ φάρμακον, μὴ πυριῇν πρότερον τῆς καθάρσιος·
そして、もし上への薬を与えるならば、浄化の前に温めてはならない。
πυριήσας δὲ μεταπῖσαι κάτω·
温めた後に、下へ改めて飲ませるのである。
ἢν δὲ μὴ δοκέῃ δεῖσθαι ἀνωτερικοῦ, προπυριήσας, κάτω πῖσαι.
しかし、上への薬を必要としないと思われるならば、あらかじめ温めた上で、下への薬を飲ませるがよい。
Ὅταν δὲ δοκέῃ καλῶς ἔχειν καθάρσιος τὸ σῶμα, μετὰ τοῦτο πυριῇν τὰς μήτρας, ἐγκαθίζοντα αὐτὰς πυκνὰ ἐν ὅτῳ ἂν δοκέῃ ξυμφέρειν·
身体の浄化が良好に行われたと思われるとき、この後、子宮を湯気で温めるべきであり、有益と思われるものの入った浴槽に彼女たちをしばしば座らせるべきである。
ἐπιβάλλειν δὲ ἐς τὸ πυρίημα κυπαρίσσου ῥινήματα καὶ δάφνης φύλλα κόψας·
そして、その温浴の湯の中に、糸杉の削り屑と、砕いた月桂樹の葉を投入する。
καὶ λούειν πολλῷ καὶ θερμῷ.
そして多量の温かい水で入浴させるべきである。
Ὅταν δὲ νεόλουτος ᾖ καὶ νεοπυρίητος, ἀνευρύνειν τὸ στόμα τῆς μήτρης τῇ μήλῃ τῇ κασσιτερίνῃ, καὶ ἀνορθοῦν ὅπη ἂν δέηται, ἢ μολιβδίνῃ, ἀρξάμενος ἐκ λεπτῆς, εἶτα παχυτέρῃ, ἢν παραδέχηται, ἕως ἂν δοκέῃ καλῶς ἔχειν·
そして、入浴したばかりで、温めたばかりのときに、錫製のゾンデ、あるいは鉛製のゾンデを用いて子宮口を広げ、曲がっているところを真っ直ぐに直すべきである。 細いものから始め、もし受け入れるならば、より太いものへと進み、良好な状態になったと思われるまでそうする。
βάπτειν δὲ τὰς μήλας ἐν ἑνὶ τῶν μαλθακτηρίων διειμένῳ ὅ τι ἂν δοκέῃ ξυμφέρειν, ὑγρὸν ποιήσας·
また、ゾンデを有益と思われるいずれかの緩和薬を液状に溶かしたものに浸して湿らせるべきである。
τὰς δὲ μήλας ποιέειν ὄπισθεν κοίλας, εἶτα περὶ ξύλοισι μακροτέροισιν ἁρμόσαι, καὶ οὕτω χρῆσθαι.
ゾンデは後ろ側を中空にしておき、そののち長めの木の棒の周りに固定して、そのようにして用いる。
Τὸν δὲ χρόνον τοῦτον πινέτω, καθεψοῦσα ἐν οἴνῳ εὐώδει λευκῷ καὶ ὡς ἡδίστῳ γλυκεί, δαῖδα ὡς πιοτάτην κατασχίσασα λεπτὰ, καὶ σελίνου καρπὸν κόψασα καὶ κυμίνου αἰθιοπικοῦ καρπὸν καὶ λιβανωτὸν ὡς κάλλιστον·
そして、この時期には、香り高い白ワイン、それもできるだけ甘く心地よいものの中で、樹脂を最も多く含んだ松の木を細かく裂いたもの、砕いたセロリの種、エチオピアのクミンの種、および最高品質の乳香を煮出したものを、彼女に飲ませるべきである。
τουτέου πινέτω νῆστις ὁκόσον ἂν δοκέῃ μέτριον εἶναι πλῆθος, ἡμέρας ὁκόσας ἂν δοκέῃ ἅλις ἔχειν καὶ ἐσθιέτω σκυλάκια ἑφθὰ καὶ πουλύποδα ἐν οἴνῳ ἑφθὸν ἢ γλυκεῖ·
これを、適量と思われる量を空腹時に、十分であると思われる日数の間、飲むべきである。
καὶ τοῦ ζῶμοῦ πινέτω, καὶ κράμβην ἑφθὴν, καὶ οἶνον λευκὸν ἐπιπινέτω, καὶ μὴ διψήτω·
また、茹でた子犬の肉や、ワインまたは甘口ワインで煮たタコを食べ、そのスープを飲み、また茹でたキャベツを食べ、白ワインを重ねて飲み、渇きを覚えないようにするべきである。
καὶ λουέσθω θερμῷ δὶς τῆς ἡμέρης·
そして、1日に2回温水で入浴すべきである。
σιτίων δὲ ἀπεχέσθω τοῦτον τὸν χρόνον.
ただし、この時期には通常の食物を控えるべきである。
Μετὰ δὲ τοῦτο, ἢν μὲν χωρέῃ κατὰ τὸν στόμαχον καὶ φαίνηταί τι ἔξω καθάρσιος, πίνειν τε ἔτι τοῦ πόματος ἡμέρην μίην καὶ δύο, καὶ τῇσι μήλῃσι παύεσθαι χρεομένους, καὶ πειρῆσθαι καθαίρειν τὰς μήτρας προσθέτοισι φαρμάκοισιν.
この後、もし分泌物が子宮口を通って流れ、いくらかの浄化が外に現れるならば、その飲み物をさらにもう1日か2日飲み続け、ゾンデの使用を止め、あてがい薬を用いて子宮を浄化するように努めるべきである。
ᾟτινὶ δὲ τοῦ στομάχου ὀρθοῦ καὶ μαλθακοῦ καὶ ὑγιέος ἐόντος καὶ καλῶς ἔχοντος καὶ ἐν τῷ δέοντι κειμένου τὰ ἐπιμήνια μὴ φαίνεται πάμπαν ἢ ἐλάσσονα καὶ διὰ πλείονος χρόνου καὶ μὴ ὑγιεινὰ, τὴν νοῦσον ἀνευρὼν ἥν τινα ἔχουσιν αἱ μῆτραι, ἤν τε καὶ τὸ σῶμα ξυμβάλληταί τι, ἐξευρὼν τὸ αἴτιον ἀφ’ οὗπερ οὐ κυΐσκεται·
しかし、子宮口が真っ直ぐで柔らかく、健康で、良好な状態にあり、適切な位置にあるにもかかわらず、月経が全く現れないか、あるいは少なく、より長い間隔を置いて不健康な状態で現れる女性においては、子宮がいかなる病気を患っているかを見出し、また身体も何らかの関与をしているかを見出し、彼女が妊娠しない原因を突き止めるべきである。
καὶ ὅτε οὕτως ἔχει, τὴν ἴησιν ποιέεσθαι προσφέρων ἥν δέχεται θεραπηΐην, ἀρχόμενος ἐξ ἰσχυρῶν, ὅκως ἂν δοκέῃ καιρὸς εἶναι, τελευτᾷν δὲ ἐς μαλθακώτερα, ἕως ἂν δοκέῃ καλῶς ἔχειν καθάρσιος ἡ μήτρη καὶ ὁ στόμαχος καθεστηκέναι ὀρθῶς ἔχων καὶ ἐν τῷ ἐξαρκέοντι κείμενος.
そしてそのようであるときには、その疾患が受け入れる治療を施して治療を行い、時期が適当と思われるならば強い治療法から始めて、より穏やかな治療法へと終わらせ、子宮の浄化が十分に完了し、子宮口が真っ直ぐで十分な位置に落ち着いたと思われるまで続けるべきである。
Ἢν δὲ ἀπὸ τοῦ ποτοῦ καὶ φαρμάκου μὴ προχωρήσῃ, μηδὲ πινούσης χρόνον τὸν μέτριον, τουτέου μὴ παύεσθαι τοῦ πόματος·
もし、飲み物や薬によっても分泌が進まず、適当な期間にわたって飲んでも効果がない場合でも、この飲み物を飲むのを止めてはならない。
ὅταν δὲ καλῶς ἔχῃ τοῦ ἀπὸ τῶν μηλέων ἔργου, μαλθάξαι τὸ στόμα τοῦ στομάχου, καὶ ποιῆσαι ὅκως ἀναχανεῖται ἐς ὁδὸν τῷ προσθέτῳ, ἀπὸ θυμιητῶν τε φαρμάκων καὶ μαλθακτηρίων.
ゾンデによる処置が十分に効果を発揮したときには、燻蒸薬や緩和薬を用いて子宮口を柔らかくし、あてがい薬の通り道として開くようにするべきである。
Ὅταν δὲ δοκέῃ καλῶς ἔχειν μαλθάξιος καὶ θυμιήσιος, προστιθεὶς φάρμακον, κάθαρσιν ποιέεσθαι τῆς μήτρης ὡς ἂν δοκέῃ καλῶς ἔχειν, ἀρχόμενος ἐκ μαλθακῶν ἐπὶ ἰσχυρότερα, τελευτῶν δὲ αὖθις ἐς μαλθακὰ εὐώδεα·
軟化と燻蒸が良好に達成されたと思われたならば、あてがい薬を挿入して、十分と思われるまで子宮の浄化を行い、穏やかな薬から始めてより強いものへと進み、最後には再び香りの良い穏やかなものへと終わらせるべきである。
τῶν γὰρ ἰσχυρῶν φαρμάκων τὰ πλεῖστα ἑλκοῖ τὸν στόμαχον καὶ δάκνει·
というのも、強い薬の多くは子宮口を潰瘍化させたり刺激したりするからである。
ἔπειτα τόν τε στόμαχον καθιστᾷν ἐς ὀρθὸν καὶ ὑγιέα καὶ καλῶς ἔχοντα πρὸς τὴν δέξιν τῆς γονῆς, καὶ τὴν μήτρην ξηρὴν ποιέειν καὶ φῦσαν ἐμποιέειν.
そののち、子宮口を真っ直ぐにし、健康で、種を受け入れるのに良好な状態に落ち着かせ、子宮を乾燥させ、またガスを発生させるようにする。
Ἢν γυνὴ δοκέῃ ὑπὸ πιμελῆς τὰς μήτρας βεβλάφθαι ἐς τὴν κύησιν, λεπτύνειν ὡς μάλιστα καὶ ἰσχναίνειν πρὸς τοῖσιν ἄλλοισιν.
もし女性が肥満によって子宮を損なわれ、妊娠できないと思われるならば、他の処置に加えて、彼女をできるだけ痩せさせ、引き締めさせるべきである。