§3030. Ὥρη δὲ ἐαρινὴ ἀρίστη κυήσιος·
30. 春季最适宜怀孕。
ὁ δὲ ἀνὴρ μὴ μεθυσκέσθω, μηδὲ οἶνον λευκὸν πινέτω, ἀλλ’ ὅστις ἰσχυρότατος καὶ ἀκρητέστατος· καὶ σιτία ὡς ἰσχυρότατα· καὶ μὴ θερμολουτείτω· ἰσχυέτω δὲ καὶ ὑγιαινέτω· καὶ σιτίων ἀπεχέσθω τῶν μὴ ξυμφερόντων τῷ πρήγματι.
丈夫不应喝醉,也不应饮用白葡萄酒,而应饮用最强劲、最纯正的葡萄酒;食物也应尽可能强劲有营养;他不应进行温浴;他应当强壮且健康;并应当避免食用对受孕无益的食物。
§3131. Ὅταν βούληται ἄρσεν φυτεύειν, τῶν ἐπιμηνίων ἀποληγόντων ἢ ἐκλελοιπότων μίγνυσθαι· καὶ ὠθέειν ὡς μάλιστα ἕως ἂν ἐκμιαίνηται·
31. 当想要生育男嗣时,应当在月经将尽或已净时交合;并尽可能深地推进,直到射精。
ὅταν δὲ θῆλυ βούληται γενέσθαι, ὅταν πλεῖστα ἐπιμήνια ἔῃ τῇ γυναικὶ, καὶ ἔτι δ’ ἐόντων, τὸν δὲ ὄρχιν τὸν δεξιὸν ἀποδῆσαι ὡς ἂν μάλιστα καὶ ἀνέχεσθαι δύνηται·
但当想要生育女嗣时,应当在妇女月经最多且仍在持续时交合,并尽其所能耐受地结扎右侧睾丸。
ἐπὴν δὲ ἄρσεν βούληται φυτεύειν, τὸν ἀριστερὸν ἀποδῆσαι.
当想要生育男嗣时,则结扎左侧睾丸。
§3232. Στόμαχος μήτρης ἀπὸ μὲν θυμιημάτων ξυμμεμυκὼς ἀναχάσκει· ἀπὸ δὲ τῶν μαλθακτηρίων μαλθάσσεται.
32. 闭合的子宫口因熏蒸而张开,因软化药而变软。
Θυμιῇν δὲ λωτοῦ φλοιὸν, σπέρμα δάφνης καὶ φύλλα χλωρὰ κεκομμένα, λιβανωτὸν, σμύρναν, ἀρτερμισίης καρπὸν ἢ φύλλα· καὶ ἄννησον κόψας ἢ στέαρ καὶ κηρὸν καὶ θεῖον καὶ κυπαρίσσου σπέρμα, πευκεδάνου ῥίζαν, μυρσίνης φύλλα χλωρὰ κεκομμένα, κάστορος ὄρχιν, ὀνίδας ἄρσενος ὄνου, σκόροδα, στύρακα, ὑὸς στέαρ·
应当用以下药物进行熏蒸:莲之树皮、月桂树籽与剁碎的生叶、乳香、没药、艾草籽或叶;以及捣碎的茴香,或兽脂、蜡、硫磺、柏树籽、前胡根、剁碎的生香桃木叶、海狸香、雄驴粪、大蒜、安息香、猪脂。
κἂν ἀπεστραμμένον ᾖ τὸ στόμα, τουτέοισι θυμιῇν· ἀναχάσκει μὲν οὖν οὕτως καὶ στρέφεται.
即使子宫口偏斜,也当用这些药物熏蒸;因为如此它便能张开并复位。
Μαλθάσσειν δὲ ἀπὸ τουτέων τὸ στόμα τῆς μήτρης· σανδαράκην, στέαρ αἶγὸς, ὀπὸν συκέης, ὀπὸν σιλφίου, κυκλαμίνου χυλὸν, θαψίην, ὀπὸν τιθυμάλου, καρδάμου καρπὸν, ποίην ἣ καλεῖται πέπλος, κάστορος ὄρχιν, λίνου καρπὸν, λίτρον, ἄρου ῥίζαν, σταφίδα ἀγρίην, καλαμίνθης φύλλα χλωρὰ, στρουθίου καρπὸν, σκίλλης τὸ ἐκ τοῦ μέσου.
应当用以下药物使子宫口软化:雄黄、山羊脂、无花果汁、巨茴香汁、仙客来汁、塔普西亚、大戟汁、独行菜籽、被称为peplos的草、海狸香、亚麻籽、天然碱、蒟蒻根、野葡萄、生卡拉明草叶、肥皂草籽、海葱的核心部分。
§3333. Φάρμακα μαλθακτήρια, καὶ πρὸς τὸ ἰσχυρὴν κάθαρσιν γενέσθαι ἀνακινῆσαι· θαψίης ῥίζαν, μυελὸν βοὸς, χήνειον στέαρ, ῥόδινον·
33. 软化并刺激以产生强效净化的药物:塔普西亚根、牛骨髓、鹅脂、玫瑰油。
ταῦτα τρίψασα καὶ ἀναζέσασα πρόστιθέσθω ἡμέρας τέσσαρας· καὶ πινέτω πράσου χυλὸν, καὶ οἶνον γλυκὺν λευκόν· καὶ ῥητίνην, καὶ ἔλαιον χλιερὸν, καὶ κύμινον, λίτρον, μέλι ἐν ῥυπαρῷ εἰρίῳ χρήσθω ἡμέρας τέσσαρας, πίνουσα σελίνου καρπὸν, καὶ λιβανωτοῦ πυρίνας πέντε, καὶ κύμινον αἰθιοπικὸν ἐν οἴνῳ λευκῷ ἀκρήτῳ γλυκεῖ καὶ λουέσθω δὶς τῆς ἡμέρῆς.
将这些药物研碎并煮沸,让其外敷四日;并饮用韭葱汁和甘甜的白葡萄酒;并用松香、温油、孜然、天然碱、蜂蜜调和于脏羊毛中,敷用四日,同时饮用芹菜籽、五粒乳香、埃塞俄比亚孜然与纯正甘甜白葡萄酒的混合液,每日温浴两次。
Σμύρνα, λίβανος, βοὸς χολὴ, ῥητίνη τερεβινθίνη ἢ νέτωπον τουτέων ἴσον ἑκάστου μίξασα προστιθέσθω ἐν εἰρίῳ καθαρῷ ἢ ῥάκει λεπτῷ βάψασα δὲ τὸ ῥάκος ἐν μύρῳ λευκῷ αἰγυπτίῳ εὐώδεὶ καὶ ἀποδήσασα λίνῳ, λουσαμένη, προστιθέσθω.
没药、乳香、牛胆汁、松脂或苦杏仁油,等量混合,用清洁的羊毛或薄布包裹敷用;将薄布浸入芬芳的埃及白香油中,用亚麻线绑好,沐浴后敷用。
Καὶ πώλυπον φλάσασα ἐσθιέτω, καὶ πινέτω σελίνου καρπὸν καὶ ἀσπαράγου, καὶ οἷνον λευκὸν τρὶς τῆς ἡμέρης νῆστις ἐοῦσα.
并吃捣碎的章鱼,饮用芹菜籽与芦笋籽,每日空腹饮用白葡萄酒三次。
Σμύρνα; κασίη, λιβανωτος, κιννάμωμον, νέτωπον· τουτέων ἑκάστου ἴσον· ἐν εἰρίῳ ἢ βαλάνους ποιέουσα προστιθέσθω.
没药、肉桂、乳香、肉桂、苦杏仁油,各等量,用羊毛包裹或制成栓剂敷用。
Ἄλλο κολοκύνθης ἀγρίης τὸ ἔνδον; κύμινον πεφρυγμένον, ἅνήθου καρπὸν, κυπαρίσσου ῥίζαν, ταῦτα τρίψας λεῖα, μέλὶτι ἑφθῷ φυρήσας, βαλάνους ποιέων, δίδου προστιθέναι· καὶ πινέτω γλυκυσίδης ῥίζαν, σελίνου καρπὸν; ὀπὸν σιλφίου, οἶνον.
另一处方:野生药葫芦的内瓤、炒孜然、莳萝籽、柏树根,将这些研至极细,用炼蜜调和,制成栓剂,令其敷用;并饮用芍药根、芹菜籽、巨茴香汁和葡萄酒。
Τὸ βόλβιον δὲ καὶ αὐτὸ καθαίρει προστιθέμενον.
野洋葱本身敷用时亦能净化。
Καὶ σμύρναν πρώτην, ἄνθος ὀλίγον ἐν οἴνῳ λευκῷ εὐώδει προστίθει.
并首先敷用没药与少许铜花在芬芳白葡萄酒中的混合物。
Φάρμᾶκα προσθετὰ εἰς τὸ μήτρην καθῆραι ἐπιτηδειότατα· λαβὼν ἄνθος χαλκοῦ καὶ λίτρου τρίτον μέρος, μέλιτι ἑφθῷ φυρήσας, βαλάνους ποιῆσαι, ὁκόσαὶ ἂν δοκέωσι μέτριαι εἶναι μέγεθος καὶ πάχος, οὕτω προστίθει πρὸς τὸ στόμα τῆς μήτρης· ἢν δὲ βούλῃ ἰσχυρότερον εἶναι, ἐλατήριον πᾶραμῖξαι καὶ τὸ ἄνθος μοῦνον, καὶ οὕτω ποιέων δίδου προστίθεσθαι· καὶ κράδης παραμιγνύναι φλοιον ξύων καὶ τρίβων λεῖον, ὅταν τὸ στόμα δοκέῃ ξηρότερον εἶναι τῆς μήτρης, τὸ ἥμισυ ὡσαύτως.
最适宜净化子宫的外用栓剂:取铜花和三分之一分量的天然碱,用炼蜜调和,制成大小与粗细适中的栓剂,如此敷于子宫口;若想使其效力更强,可混入喷瓜汁和仅有的铜花,如此制作并令其敷用;当子宫口显得较干燥时,亦可同样混入削下并研细的无花果树枝皮的一半。
Ἄλλο· τρίψας ἐλατήριον καὶ ἄνθος χαλκοῦ λεῖα, δύο μοίρας ἄνθους, ἐλατηρίου δὲ μίαν, ταῦτα δίεσθαι· κυκλαμίνου τρίψας, ταύτῃ ἀναμῖξαι, ὅκως ἂν δοκέῃ καιρὸς εἶναι· καὶ ποιησαμένην προσθετὰ προστίθεσθαι ἐν εἰρίῳ.
另一处方:研细喷瓜汁与铜花,两份铜花,一份喷瓜汁,将其溶解;研碎仙客来,与其混合,根据适当时机,制成栓剂用羊毛包裹敷用。
Προσθετὸν λευκὰ καθαῖρον· ἀρτεμισίην τὴν ποίην, λίτρον, κυκλάμινον ἡμίξηρον, κύμινον.
净化白带的栓剂:艾草、天然碱、半干仙客来、孜然。
Ἕτερον, τὰ αὐτὰ καθαίρει· ἀρτεμισίην ποίην χλωρὴν τρίψας καὶ σμύρνης τρίτον μέρος, οἴνου ἀναμίξας εὐώδεος, εἰρίῳ λευκῷ περιελίξας αὐτὸ, ἐν οἴνῳ τε βρέξας, δὸς προστίθεσθαι.
另一处方,净化相同症状:研碎生艾草和三分之一分量的没药,混合芬芳的葡萄酒,用白羊毛包裹,浸入葡萄酒中,令其敷用。
Ὅταν δὲ χαλῶσιν αἱ μῆτραι, λίτρον, σικύης ἐντεριώνην, κυκλάμινον ἡμίξηρον ἐν εἰρίῳ προστίθει.
当子宫松弛时,用羊毛包裹天然碱、葫芦瓤、半干仙客来敷用。
Προσθετὰ παντοῖα καθαίρειν δυνάμενα· σταφίδα ἀγρίην τρίψας χλωρὴν, περιπλάσας, ἀρτεμισίης ποίης τρίψας τὰ φύλλα, ἐν μέλιτι ἑφθῷ πλάσας, καὶ ξηρήνας ἐν σκιῇ, ἀπὸ τουτέου ποιέει προσθετὰ, καὶ δίδου τῇ γυναικὶ προστίθεσθαι.
具有各种净化效力的栓剂:研碎生野葡萄包裹其外,研碎艾草叶用炼蜜调和,于阴凉处晾干,以此制成栓剂,给妇女敷用。
Ἄλλο· ἄνθος μιγνὺς χαλκοῦ ἢ στυπτηρίην αἰγυπτίην, διεὶς τῇ κυκλαμίνῳ, ὥσπερ τὰ πρότερα ἐν μέλιτι ἑφθῷ πλάσας, ἠ ἐν ἰσχάδι ποιήσας, καὶ σμύρνην ὀλίγην.
另一处方:混合铜花或埃及明矾,用仙客来溶解,如前述用炼蜜调和,或放入无花果干中,并加入少许没药。
Ἄλλο· τὴν κυκλάμινον τρίψας, λευκῷ οἴνῳ εὐώδει παραμίξας, ἐν ῥάκει δήσας ὡς λεπτοτάτῳ καθαρῷ, δίδου προστίθεσθαι.
另一处方:研碎仙客来,混合芬芳的白葡萄酒,用极薄的清洁布包扎,令其敷用。
Ἄλλο· κυκλάμινον ἡμίξηρον, λίτρον, κανθαρίδας, στέαρ, σανδαράκην.
另一处方:半干仙客来、天然碱、斑蝥、兽脂、雄黄。