§1212. Ὄμφακα λευκὴν ἐς χαλκεῖον θλίψας ἐρυθρὸν δι’ ἠθμοῦ, πρὸς ἥλιον τιθέναι τὰς ἡμέρας, τὰς δὲ νύκτας αἴρειν, ὅκως μὴ δροσίζηται, ἀνατρίβειν δὲ τῆς ἡμέρης ἀπαύστως, ὡς ὁμαλῶς ξηραίνηται, καὶ ἀπὸ τοῦ χαλκείου ὡς ὅτι πλεῖστον ἀναλαμβάνῃ, τιθέναι δὲ ἐς τὸν ἥλιον τοσοῦτον χρόνον, ἔστ’ ἂν παχὺ γένηται ὥσπερ μέλι·
12. 白い未熟なブドウを濾し器を通して赤銅の器に絞り込み、日中は太陽に晒し、夜は露に当たらないように取り込むこと。 そして均一に乾燥し、また銅の器からできるだけ多くの成分を取り込むように、日中は絶えずかき混ぜること。 これを、蜂蜜のように濃くなるまで、それだけの期間、太陽の下に置いておくこと。
ἔπειτα ἐς χύτρην χαλκῆν ἐγχέαι, καὶ μέλι ὡς κάλλιστον, καὶ οἶνον γλυκὺν, ἐναφεψήσας πρότερον ῥητίνην τερμινθίνη, ἕψειν δὲ τὴν ῥητίνην ἐν τῷ οἴνῳ, ἕως ἂν σκληρὴ γένηται ὥσπερ μέλι ἑφθόν·
その後、銅の平鍋に注ぎ、最上の蜂蜜と甘口のワインを加えるが、その際、あらかじめそのワインの中でテレビン樹脂を煮出しておくこと。 樹脂は、煮つめた蜂蜜のように硬くなるまでワインの中で煮る。
ἔπειτα τὴν μὲν ῥητίνη ἐξελεῖν, τὸν δὲ οἶνον ξυγχέαι·
その後、樹脂は取り出し、ワインは注ぎ合わせること。
ἔστω δὲ πλεῖστος μὲν ὁ χυλὸς τῆς ὄμφακος, δεύτερον δὲ ὁ οἶνος, τρίτον δὲ τὸ μέλι·
なお、未熟ブドウの汁が最大量、二番目がワイン、三番目が蜂蜜であるようにすること。
καὶ σμύρναν τὴν στακτὴν καὶ ἄλλως ὡς βελτίστην τρίψας λείην, δίεσθαι τοῦ οἴνου τοῦ αὐτοῦ παρεγχέοντα κατ’ ὀλίγον·
そして滴下ミルラ、あるいはとにかく最上のミルラを滑らかにすり潰し、同じワインを少しずつ注ぎ加えながら溶かすこと。
ἔπειτα ἕψειν αὐτὴν ἐφ’ ἑωυτῆς τὴν σμύρναν ξὺν τῷ οἴνῳ ἀνακινέονται, ὅταν δὲ δοκέῃ ἤδη καλῶς ἔχειν τὸ πάχος, ξυγχέαι ἐς τὸν χυλὸν τῆς ὄμφακος, καὶ νίτρον ὡς ἄριστον φρύξας, ἡσύχως μιγνύναι ἐς τὸ φάρμακον, καὶ ἄνθος χαλκοῦ ἔλασσον τοῦ νίτρου·
その後、そのミルラ自体を単独でワインとともに、かき混ぜながら煮て、粘度がすでにちょうど良いと思われたなら、未熟ブドウの汁の中に注ぎ合わせ、最上のソーダを焙って静かにその薬の中に混ぜ、ソーダより少ない量の銅の花も加えること。
ταῦτα δὲ ἐπειδὰν μίξῃς, ἕψειν μὴ ἔλασσον τριῶν ἡμερέων, ξύλοισι συκίνοισιν ὡς ὀλίγον ὑποκαίοντα ἢ ἄνθραξιν, ὡς μὴ φρύγηται·
これらを混ぜ合わせたなら、焦げ付かないように、イチジクの木あるいは炭を極めて弱く下から燃やしながら、少なくとも三日間煮ること。
καὶ ἐμβαλλόμενα πάντα ἄνυδρα ἔστω, καὶ τὰ ἑλκεα μὴ τεγγέσθω, ὅκη ἂν ἐπαλείφηται τοῦτο τὸ φάρμακον·
また、加えるものはすべて水気がないものであること。 そして、この薬が塗られるところは、傷口が濡らされないようにすること。
χρῆσθαι δὲ τούτῳ τῷ φαρμάκῳ πρὸς τὰ πεπαλαιωμένα ἕλκεα, καὶ πρὸς τὰ νεότρωτα, καὶ ἐς πόσθιον, καὶ ἐς κεφαλῆς ἕλκεα καὶ ὠτός.
この薬は、古い傷、新しい傷、包皮の傷、頭部や耳の傷に対して用いること。
— Φάρμακον ἕτερον τῶν αὐτέων ἑλκέων·
――同じ傷のための別の薬。
χολὴ βοὸς ξηρὴ, μέλι ὡς κάλλιστον, οἶνος λευκός·
乾燥させた牛の胆汁、最上の蜂蜜、白ワイン。
ἐναφεψῆσαι δὲ ἐν αὐτῷ λωτοῦ τορνεύματα·
ワインの中にはあらかじめハスの木の削り屑を煮出しておく。
λιβανωτὸς, σμύρνα ἴση, κρόκος ἴσος, ἄνθος χαλκοῦ·
乳香、同量のミルラ、同量のサフラン、銅の花。
ὁμοίως δὲ ὑγρῶν, οἶνος πλεῖστος, μέλι δεύτερον, ὀλίγιστον ἡ χολή.
液体の比率も同様に、ワインが最大、蜂蜜が二番目、胆汁が最も少ない。
—Ἕτερον·
――別の処方。
οἶνος, μέλι κέδρινον, ὀλίγον·
ワイン、少量のスギの蜂蜜。
τὰ δὲ ξηρὰ, ἄνθος χαλκοῦ, σμύρνα, σίδιον αὖον.
乾燥原料としては、銅の花、ミルラ、乾燥したザクロの皮。
—Ἕτερον·
――別の処方。
ἄνθος χαλκοῦ ὀπτὸν ἡμιμοίριον, σμύρνης δύο ἡμιμοίρια, κρόκου τρεῖς μοῖραι, μέλι ὀλίγον, σὺν οἴνῳ ὐπτώμενα.
焙った銅の花半部、ミルラ二半部、サフラン三部、少量の蜂蜜。 これらをワインとともに熱する。
—Ἕτερον·
――別の処方。
λιβανωτοῦ μοῖρα, σμύρνης μοῖρα, κηκίδος μοῖρα, κρόκου τρεῖς μοῖραι·
乳香一部、ミルラ一部、没食子一部、サフラン三部。
τούτων ἕκαστον ξηρὸν τρίψας ὡς λειότατον, ἔπειτα μίξας, τρίβειν ἐν ἡλίῳ ὡς θερμοτάτῳ, παραχέων χυλὸν ὄμφακος ἕως ἂν ἰξῶδες γένηται, ἐπὶ τρεῖς ἡμέρας·
これらの各々を乾燥した状態で極めて滑らかにすり潰し、混ぜ合わせたのち、極めて暑い太陽の下で三日間、粘り気が出るまで、未熟ブドウの汁を少しずつ注ぎながらすり潰す。
ἔπειτα οἴνῳ αὐστηρῷ μέλανι εὐώδεϊ παραχέων κατ’ ὀλίγον δίεσθαι.
その後、渋みのある黒い香りの良いワインを少しずつ注ぎ加えながら溶かす。
—Ἕτερον·
――別の処方。
ἐν οἴνῳ γλυκέϊ ἕψειν λευκῷ πρίνου ῥίζας·
甘口の白ワインの中でセイヨウヒイラギガシの根を煮る。
ἐπειδὰν δὲ δοκέῃ καλῶς ἔχειν, ἀποχέας, τοῦ οἴνου δύο μοίρας ποιῆσαι τοῦδε καὶ ἀμόργης ἐλαίου ὡς ἀνυδροτάτου μοῖραν μίαν, ἔπειτα ἕψειν, ἀνακινέων ὡς μὴ φρυγῇ, μαλθακῷ πυρὶ, ἕως ἂν δοκέῃ τοῦ πάχεος καλῶς ἔχειν.
ちょうど良いと思われたとき、液体を注ぎ出し、このワインの二部と、極めて水気の少ないオリーブ油の澱一部とを合わせ、その後、焦げ付かないようにかき混ぜながら弱火で、粘度がちょうど良くなるまで煮る。
—Ἕτερον·
――別の処方。
τὰ μὲν ἄλλα, τὰ αὐτά·
他の点は同じ。
ἀντὶ δὲ τοῦ οἴνου, ὄξος ὡς ὀξύτατον ἔστω λευκόν·
ワインの代わりに、極めて強い酸味の白酢を用いる。
ἐμβάψαι δὲ ἐς αὐτὸ εἴρια ὡς οἰσυπώδεα·
その中に極めて脂ぎった羊毛を浸す。
κἄπειτα δεύσας τῇ ἀμόργῃ ἕψειν·
そして、オリーブ油の澱で湿らせて煮る。
καὶ ὀπὸν ἐρινεοῦ ξυγχέαι, καὶ στυπτηρίην μηλείην, καὶ νίτρον καὶ ἄνθος χαλκοῦ μῖξαι ὀπτὰ ἀμφότερα.
また、野生のイチジクの乳液を注ぎ合わせ、メロス島の明礬、およびソーダと銅の花(いずれも焙ったもの)を混ぜる。
Τοῦτο μᾶλλον τοῦ προτέρου καθαίρει τὰ ἕλκεα, ξηραίνει δὲ τὸ πρότερον οὐχ ἧσσον.
これは、前者の処方よりも傷口をよく清浄にするが、前者の処方も同様に傷口を乾燥させる。
—Ἕτερον·
――別の処方。
τὰ εἴρια βάψαι ὡς ἐν ὀλιγίστῳ ὕδατι, ἔπειτα οἶνον ξυγχέας μέρος τρίτον, ἕψειν ἕως ἂν καλῶς ἔχῃ τὸ πάχος.
羊毛をできるだけ少量の水に浸し、その後ワインの三分の一の量を注ぎ合わせ、粘度がちょうど良くなるまで煮る。
Ἀπὸ τῶνδε διαπυΐσκεσθαι ἐξέσται τὰ νεότρωτα τάχιστα.
これらによって、新しい傷が極めて速やかに化膿を完了するであろう。
—Ἄλλο·
――別の処方。
ἄρον ξηρὸν ἐπιπάσσειν, καὶ στέλλειν.
乾燥させたアルムの粉末を散布し、引き締めること。
—Κράδης ἐν ὀπῷ φλοιὸν χλωρὸν τρίβων ἐν οἴνῳ ἐνστέλλειν, καὶ ἄνευ οἴνου αὐτὸν καὶ ξὺν μέλιτι.
――イチジクの枝の乳液の中で、新鮮な樹皮をワインとともにすり潰して挿入すること。 ワインなしで、あるいは蜂蜜とともに樹皮をすり潰して用いてもよい。
—Ἕτερον·
――別の処方。
ὄξος, ἐναφεψῶν λωτοῦ τορνεύματα, ἔστω δὲ λευκὸν τὸ ὄξος, κἄπειτα μῖξαι ἀμόργην ἐλαιέων καὶ ὀῤῥὸν πίσσης, τοῦτο ὠμόν·
酢を用い、その中でハスの木の削り屑をあらかじめ煮出しておく。 ただし、酢は白酢とし、その後オリーブ油の澱とピッチの液汁を混ぜる。 これは生のままで用いる。
καὶ ἐπαλείφειν, καὶ καταστάζειν, καὶ ἐπιδεῖν.
そして、塗り、滴下し、包帯を巻くこと。
§1313. Ξηρὰ ἀποτρέπει τὰ νεότρωτα διαπυΐσκεσθαι, ἢ ὄξει ἀπονίψας, ἢ οἴνῳ ἀποσπογγίσας.
13. 乾燥製剤は、酢で洗い流すか、あるいはワインでスポンジを使って拭き取ったのち、新しい傷が化膿するのを防ぐ。
Τὸν μόλιβον τὸν λεῖον ξὺν τῇ σποδῷ τῇ κυπρίῃ λεανθέντα ἐπιπάσσειν·
滑らかにした鉛を、キプロス産の鉱滓とともに細かく粉砕したものを散布すること。
καὶ τοῦ λωτοῦ τὰ ἰχθυήματα ἐπιπάσσειν, καὶ τὴν λεπίδα τοῦ χαλκοῦ, καὶ τὴν στυπτηρίην, καὶ τὴν χαλκῖτιν μετὰ τοῦ χαλκοῦ, καὶ μόνην, καὶ μετὰ τῶν τοῦ λωτοῦ ἰχθυημάτων.
そして、ハスの木の削り屑を散布すること、また銅の鱗片、明礬、および銅鉱石を銅とともに、あるいは単独で、あるいはハスの木の削り屑とともに散布すること。
Καὶ ἄλλως, ὅταν δέηται, ξηροῖσι τοῖσι τοιούτοισι χρέεσθαι, καὶ τῇ σποδῷ τῇ ἰλλυριώτιδι λείῃ μετὰ τῶν ἰχθυημάτων, καὶ αὐτοῖσι μόνοισιν ἰχθυήμασι, καὶ ἄνθει ἀργύρου μόνῳ ὡς λειοτάτῳ·
また一般に、必要なときは、このような乾燥製剤を用いるべきである。 すなわち、滑らかにしたイリュリア産の鉱滓を削り屑とともに、あるいは削り屑単独で、あるいは極めて滑らかにした銀の花単独で散布すること。
καὶ τὴν ἀριστολοχίην ξύων τε καὶ τρίβων λείην ἐπιπάσσειν.
そして、ウマノスズクサを削り、滑らかにすり潰して散布すること。