§1414. Ἕτερον ἔναιμον·
14. 肉を盛らせるための別の薬。
σμύρνα, λιβανωτὸς, κηκὶς, ἰὸς, ἄνθος χαλκοῦ ὀπτὸν, στυπτηρίη αἰγυπτίη ὀπτὴ, οἰνάνθη, οἰσυπίδες, μολύβδαινα, τούτων ἴσον ἑκάστου, ἡ δίεσις οἴνῳ ὥσπερ τὸ πρότερον, καὶ ἄλλη ἐργασίη κατὰ τὰ αὐτά.
ミルラ、乳香、没食子、緑青、焙った銅の花、焙ったエジプト明礬、オイナンテ、羊毛の脂、鉛鉱石、これらの各々同量。 溶解は前と同じようにワインで行い、他の調製法も同様にする。
—Ὄξος ὡς ὀξύτατον λευκὸν, μέλι, στυπτηρίην αἰγυπτίην, νίτρον ὡς ἄριστον ἡσύχως φρύξας, χολῆς ὀλίγον συνέψει·
――極めて酸味の強い白酢、蜂蜜、エジプト明礬、および最上のソーダを静かに焙ったものに、少量の胆汁を加えて一緒に煮つめる。
τοῦτο τὰ ὑπερσαρκέοντα καθαίρει καὶ κοιλαίνει, καὶ οὐ δάκνει.
これは贅肉を取り除いて平らにし、しかも沁みない。
—Ἄλλο·
――別の処方。
ποίη ἡ μικρόφυλλος, ᾗ ὄνομα παρθένιον τὸ μικρόφυλλον, ἣ τὰ θύμια τὰ ἀπὸ τοῦ ποσθίου ἀφαιρεῖ, καὶ στυπτηρίη ἡ χαλκῖτις·
小葉の植物で、その名も小葉のパルテニオンと呼ばれるもの(これは包皮のいぼを取り除く)、および銅鉱石の明礬。
καὶ μηλίαδος ὠμῆς·
そして生のメロス産粘土。
ἐλατήριον λεπτὸν ξηρὸν προστεῖλαι, καὶ τὸ σίδιον λεπτὸν ξηρὸν ὡσαύτως.
乾燥した細かなエラテリオンをあてがい、同様に乾燥した細かなザクロの皮も用いる。
§1515. Πληροῖ δὲ μάλιστα τὰ κοῖλα τὰ καθαρὰ, ποίη, ᾗ λαγώπυρος οὔνομα·
15. 清浄になった凹みを最もよく満たすのは、ラゴピュロスと呼ばれる植物である。
ἐστὶ δὲ πιτύροισιν ὁμοίη ὅταν αὐαίνηται, μικρὸν τὸ φύλλον, ὥσπερ καὶ τὸ τῆς ἐλαίης, καὶ μακρότερον·
これは乾燥すると糠に似ており、葉は小さく、オリーブの葉のようであるがそれより少し長い。
καὶ πρασίου τὸ φύλλον, σὺν ἐλαίῳ.
また、ニガハッカの葉をオリーブ油とともに用いる。
—Ἕτερον·
――別の処方。
ἰσχάδος τὸ εἴσω, τὸ πῖαρ, τὸ μελιτοειδὲς, ὡς ξηροτάτης, ὕδατος δύο μοίρας, καὶ λίνου καρποῦ φρύξας μὴ σφόδρα ὡς λεπτοτάτου μοίραν μίαν.
極めて乾燥した干しイチジクの内側の、肉厚で蜂蜜のような部分、水二部、そしてあまり強く焙っていない極めて細かくした亜麻の種子一部。
—Ἄλλο·
――別の処方。
τῆς ἰσχάδος, καὶ ἄνθος χαλκοῦ ὀλίγον λεπτὸν, καὶ συκῆς ὀπόν.
その干しイチジクに、細かくした銅の花を少量、およびイチジクの乳液。
—Τὸ δ’ ἐκ τῆς ἰσχάδος, χαμαιλέων μέλας, χολὴ βοὸς ξηρή·
――干しイチジクを用いる別の処方。 黒カマイレオン、乾燥した牛の胆汁。
τὰ μὲν ἄλλα τὰ αὐτά.
他の点は同じ。
Τὰ δὲ ξηρά.
これらは乾燥原料である。
—Κάρδαμον λεπτὸν, ὠμὸν, ἐρύσιμον, ἑκατέρου ἴσον, τῆς δὲ ἰσχάδος δύο μέρη, λίνου καρποῦ δύο μοίρας, ὀπὸν συκῆς.
――細かくした生のコショウソウ、エリシモン、両者同量、干しイチジク二部、亜麻の種子二部、イチジクの乳液。
Ὅταν τούτων τινὶ χρέῃ τῶν φαρμάκων, σπλῆνας ἄνωθεν ὀξηροὺς ἐπιθεὶς, σπόγγον ἄνωθεν τῶν σπληνῶν ἐπίθες, καὶ ἐπίδει, καὶ προσπίεσαι ὀλίγῳ μᾶλλον·
これらの薬のいずれかを用いるときは、上から酢を含ませた圧迫布をあて、その圧迫布の上からスポンジをあてて、包帯を巻き、少し強めに圧迫すること。
τὰ δὲ περιέχοντα ἢν φλεγμαίνῃ, ὅ τι ἂν δοκέῃ ξυμφέρειν, περιπλάσσειν.
もし周囲の部位が炎症を起こしているなら、有益と思われるものを周囲に塗布すること。
§1616. Ἢν βούλῃ ὑγρῷ χρέεσθαι, καὶ τὸ καρικὸν φάρμακον ἐπαλείφειν, ἐπιδεῖν δὲ ὥσπερ τὰ πρότερα γέγραπται κατὰ τὸν αὐτὸν λόγον.
16. もし液状の薬を用いたいなら、カリア風の薬を塗り、前に書かれたのと同様の方法で包帯を巻くこと。
Ἐστὶ δὲ ἐκ τῶνδε τὸ φάρμακον ποιεύμενον·
この薬は以下の成分から作られる。
ἐλλεβόρου μέλανος, σανδαράχης, λεπίδος, μολίβδου κεκαυμένου σὺν πολλῷ θείῳ, ἀῤῥενικοῦ, κανθαρίδος·
黒ヘレボルス、サンダラカ、銅の鱗片、多量の硫黄とともに焼いた鉛、石黄、カンタリス。
τούτῳ ὁποίῳ δοκέει συντεθέντι χρῆσθαι·
これらをどのように配合しても用いることができる。
ἡ δὲ δίεσις, κεδρίνῳ ἐλαίῳ·
溶解液は、スギの油とする。
ἐπειδὰν δὲ ἅλις ἔχῃ ἐπαλείφοντι, ἐκβάλλειν τὸ φάρμακον, ἐπιπάσσων ἄρον ἑφθὸν λεῖον, ἢ τρίβων ξηρὸν τῷ μέλιτι δεύων·
十分に塗布したのち、茹でて滑らかにしたアロンを散布するか、あるいは乾燥したものをすり潰して蜂蜜で湿らせて用いることによって、薬を取り除くこと。
καὶ ἢν ξηρῷ χρῇ τῷ καρικῷ τούτῳ, χρὴ ἀφιστάναι τὸ φάρμακον ἐπιπάσσων.
また、このカリア風の薬を乾燥状態で用いる場合も、散布することによって薬を剥離させるべきである。
§1717. Ποέει δὲ τὸ ξηρὸν ἀπὸ τοῦ ἐλλεβόρου μόνον καὶ τῆς σανδαράχης.
17. 乾燥薬は、ヘレボルス単独とサンダラカからでも効果がある。
—Ἕτερον ὑγρόν·
――別の液状薬。
ποίη, ἧς τὸ φύλλον ὅμοιον ἄρῳ τὴν φύσιν, λευκὸν δὲ;
葉の性質がアロンに似ており、白く、産毛があり、大きさはキヅタの葉ほどの植物。
χνοῶδες, κατὰ κισσοῦ φύλλον τὸ μέγεθος· αὕτη ἡ ποίη ξὺν οἴνῳ ἐπιπλάσσεται.
この植物をワインとともに湿布する。
—Ἢ τοῦ πρίνου τὸ περὶ τὸ στέλεχος τρίψας ἐν οἴνῳ, ἐπίπλασσε.
――あるいは、セイヨウヒイラギガシの幹の周りの皮をワインの中で潰し、湿布すること。
—Ἕτερον·
――別の処方。
ὄμφακος χυλὸς, ὄξος ὡς ὀξύτατον, ἄνθος χαλκοῦ, νίτρον, ὀπὸς ἐρινεοῦ.
未熟ブドウの汁、極めて酸味の強い酢、銅の花、ソーダ、野生イチジクの乳液。
—Ἐς ὄμφακος χυλὸν στυπτηρίην ἐμβάλλειν ὡς λειοτάτην, καὶ θεῖναι ἐν χαλκῷ ἐρυθρῷ ἐς ἥλιον, καὶ ἀνακινέειν, καὶ ἀνελεῖν ὅταν δοκέῃ καλῶς ἔχειν τὸ πάχος.
――未熟ブドウの汁の中に、極めて滑らかにすり潰した明礬を投入し、赤銅の器に入れて太陽に晒し、かき混ぜ、粘度がちょうど良くなったと思われたなら取り出すこと。
—Ἕτερον·
――別の処方。
ἑλλέβορος μέλας ὡς λειότατος ἐπιπάσσεται, ἕως ἄν τι τοῦ ὑγροῦ ἐνέῃ καὶ νεμομένου·
湿潤で、かつ浸食しつつある部分が少しでもある限り、極めて滑らかにすり潰した黒ヘレボルスを散布する。
ἐπίδεσις δὲ ἡ αὐτὴ, ἥπερ ἐπὶ τοῖσιν ἐμπλάστροισιν.
包帯法は硬膏薬に対するものと同じである。
—Ἕτερον·
――別の処方。
ἁλὸς χόνδρους ὡς ξηροτάτους ἐς χυτρίδιον χάλκεον ἢ κεραμεοῦν καινὸν ἐμβαλεῖν, ἴσους ὡς μάλιστα τὸ μέγεθος, μὴ ἁδρούς·
極めて乾燥した塊塩を、銅製または新しい陶製の小さな平鍋に入れ、大きさはできるだけ均一で、大きすぎないものとする。
καὶ μέλι ὡς κάλλιστον διπλάσιον τῶν ἁλῶν εἰκάσας ἐπιχέαι ἐπὶ τοὺς ἅλας· ἔπειτα ἐπιθεῖναι ἐπὶ τοὺς ἄνθρακας τὸ χυτρίδιον, καὶ ἐᾷν ἕως ἂν κατακαυθῇ πᾶν·
そして最上の蜂蜜を塩の二倍量と見積もって塩の上に注ぎ、その後、平鍋を炭火の上に置き、すべてが焼き尽くされるまでそのままにしておく。
ἔπειτα ἀνασπογγίσας τὸ ἕλκος καὶ ἐκκαθήρας, ἐπιδῆσαι ὥσπερ τὸ πρότερον, καὶ πιέσαι ὀλίγῳ μᾶλλον·
その後、傷口をスポンジで拭って清浄にし、前述のように包帯を巻き、少し強めに圧迫すること。
τῇ δ’ ὕστεραίῃ, ὅπη ἂν μὴ λάβηται τὸ φάρμακον, ἐπιπάσας προσπιέζειν καὶ ἐπιδεῖν·
翌日、薬が(傷口に)付着しなかった部分にさらに散布し、圧迫して包帯を巻くこと。
ὅταν δὲ βούλῃ ἀφιστάναι τὸ φάρμακον, ὄξος θερμὸν ἐπιχέειν, ἕως ἂν ἀποστῇ, καὶ αὖθις τὰ αὐτὰ ποιέειν, ἢν δέηται, ἀνασπογγίσας.
薬を剥がしたいときは、剥がれるまで温かい酢を注ぎ、必要なら再びスポンジで拭ったのち、同じことを行うこと。
—Ἄλλο ξηρὸν δάκνον ὡς.
――極めて刺激性のある別の乾燥薬。
οἰσυπωδέστατα εἴρια ἐπ’ ὀστράκου κατακαῦσαι δαιδίῳ προσίσχων ἕως ἂν πάντα κατακαύσῃς·
極めて脂ぎった羊毛を、陶片の上で松明を近づけて、すべて焼き尽くされるまで燃やす。
τοῦτο λεῖον τρίβων, ἐπιπάσας τὴν αὐτὴν ἐπιδεῖν ἐπίδεσιν.
これを滑らかにすり潰し、散布して同じ包帯を巻くこと。
—Ἄλλο ξηρὸν ὁμοίως δάκνον·
――同様に刺激性のある別の乾燥薬。
μίσυος ὡς λειοτάτου ἐπιπάσσειν ἐπὶ τὰ ὑγρὰ καὶ σαπρὰ, καὶ ἄνθος λεπτὸν μὴ παντελῶς λεῖον.
極めて滑らかにすり潰したミスュを、湿潤で壊死した部分に散布する。 また、完全には粉末にしていない細かな銅の花も用いる。
—Ἐπὶ τῶν αὐτῶν ἑλκέων·
――同じ傷に対して。
χαμαιλέων μέλας, στυπτηρίη ἡ τῷ ὀπῷ τῆς συκῆς δεδευμένη, δεύειν δὲ ὀπτὴν, καὶ ἄγχουσαν μίσγειν.
黒カマイレオン、イチジクの乳液で湿らせた明礬(ただし焙ったものを湿らせること)、そしてアルカンナを混ぜること。
—Ἀναγαλλὶς, καὶ στυπτηρίη αἰγυπτίη ὀπτὴ, ἐπίπαστον ὀρχομένιον ἐπιπάσσειν.
――アナガリス、および焙ったエジプト明礬。 オルコメノス産の散布剤として散布すること。