§1212. Ὄμφακα λευκὴν ἐς χαλκεῖον θλίψας ἐρυθρὸν δι’ ἠθμοῦ, πρὸς ἥλιον τιθέναι τὰς ἡμέρας, τὰς δὲ νύκτας αἴρειν, ὅκως μὴ δροσίζηται, ἀνατρίβειν δὲ τῆς ἡμέρης ἀπαύστως, ὡς ὁμαλῶς ξηραίνηται, καὶ ἀπὸ τοῦ χαλκείου ὡς ὅτι πλεῖστον ἀναλαμβάνῃ, τιθέναι δὲ ἐς τὸν ἥλιον τοσοῦτον χρόνον, ἔστ’ ἂν παχὺ γένηται ὥσπερ μέλι·
12. 将白色的未熟葡萄通过滤器挤压到红铜器皿中,白天置于阳光下曝晒,夜间收回以防沾染露水,白天要不停地搅拌,使其均匀干燥,并尽可能多地吸收铜器皿中的成分;将其在阳光下曝晒如此长的时间,直到它变得像蜂蜜一样浓稠。
ἔπειτα ἐς χύτρην χαλκῆν ἐγχέαι, καὶ μέλι ὡς κάλλιστον, καὶ οἶνον γλυκὺν, ἐναφεψήσας πρότερον ῥητίνην τερμινθίνη, ἕψειν δὲ τὴν ῥητίνην ἐν τῷ οἴνῳ, ἕως ἂν σκληρὴ γένηται ὥσπερ μέλι ἑφθόν·
然后将其倒入铜锅中,加入最优质的蜂蜜和甜葡萄酒,在此之前,先在葡萄酒中煎煮特雷宾宗树脂;在葡萄酒中煎煮该树脂,直到它变得像煮过的蜂蜜一样硬。
ἔπειτα τὴν μὲν ῥητίνη ἐξελεῖν, τὸν δὲ οἶνον ξυγχέαι· ἔστω δὲ πλεῖστος μὲν ὁ χυλὸς τῆς ὄμφακος, δεύτερον δὲ ὁ οἶνος, τρίτον δὲ τὸ μέλι·
然后取出树脂,将葡萄酒与其他成分混合;未熟葡萄汁的比例应当最大,葡萄酒居第二,蜂蜜居第三。
καὶ σμύρναν τὴν στακτὴν καὶ ἄλλως ὡς βελτίστην τρίψας λείην, δίεσθαι τοῦ οἴνου τοῦ αὐτοῦ παρεγχέοντα κατ’ ὀλίγον· ἔπειτα ἕψειν αὐτὴν ἐφ’ ἑωυτῆς τὴν σμύρναν ξὺν τῷ οἴνῳ ἀνακινέονται, ὅταν δὲ δοκέῃ ἤδη καλῶς ἔχειν τὸ πάχος, ξυγχέαι ἐς τὸν χυλὸν τῆς ὄμφακος, καὶ νίτρον ὡς ἄριστον φρύξας, ἡσύχως μιγνύναι ἐς τὸ φάρμακον, καὶ ἄνθος χαλκοῦ ἔλασσον τοῦ νίτρου· ταῦτα δὲ ἐπειδὰν μίξῃς, ἕψειν μὴ ἔλασσον τριῶν ἡμερέων, ξύλοισι συκίνοισιν ὡς ὀλίγον ὑποκαίοντα ἢ ἄνθραξιν, ὡς μὴ φρύγηται·
将滴出没药(或其他最优质的没药)研磨至极细,逐渐加入少许同种葡萄酒使其溶解;然后将该没药本身与葡萄酒一起煎煮,不断搅拌,当粘稠度看似已经合适时,将其倒入未熟葡萄汁中,并将最优质的碱(苏打)焙过,静静地混入药中,以及比碱量更少的铜花;混合这些成分后,煎煮不少于三天,在下方用无花果木或炭燃极微弱的火,以免烧焦。
καὶ ἐμβαλλόμενα πάντα ἄνυδρα ἔστω, καὶ τὰ ἑλκεα μὴ τεγγέσθω, ὅκη ἂν ἐπαλείφηται τοῦτο τὸ φάρμακον·
所有加入的成分必须是不含水的,涂抹此药的地方,伤口不得弄湿。
χρῆσθαι δὲ τούτῳ τῷ φαρμάκῳ πρὸς τὰ πεπαλαιωμένα ἕλκεα, καὶ πρὸς τὰ νεότρωτα, καὶ ἐς πόσθιον, καὶ ἐς κεφαλῆς ἕλκεα καὶ ὠτός.
将此药用于陈旧性伤口、新伤口、包皮伤口、以及头部和耳部的伤口。
— Φάρμακον ἕτερον τῶν αὐτέων ἑλκέων· χολὴ βοὸς ξηρὴ, μέλι ὡς κάλλιστον, οἶνος λευκός· ἐναφεψῆσαι δὲ ἐν αὐτῷ λωτοῦ τορνεύματα· λιβανωτὸς, σμύρνα ἴση, κρόκος ἴσος, ἄνθος χαλκοῦ· ὁμοίως δὲ ὑγρῶν, οἶνος πλεῖστος, μέλι δεύτερον, ὀλίγιστον ἡ χολή.
——针对相同伤口的另一种药:干燥的牛胆汁、最优质的蜂蜜、白葡萄酒;并在其中煎煮莲木削屑;乳香、等量的没药、等量的藏红花、铜花;液体的比例也同样,葡萄酒最大,蜂蜜第二,胆汁最少。
—Ἕτερον· οἶνος, μέλι κέδρινον, ὀλίγον· τὰ δὲ ξηρὰ, ἄνθος χαλκοῦ, σμύρνα, σίδιον αὖον.
——另一种:葡萄酒、少量的雪松蜂蜜;干燥成分为铜花、没药、干石榴皮。
—Ἕτερον· ἄνθος χαλκοῦ ὀπτὸν ἡμιμοίριον, σμύρνης δύο ἡμιμοίρια, κρόκου τρεῖς μοῖραι, μέλι ὀλίγον, σὺν οἴνῳ ὐπτώμενα.
——另一种:焙过的铜花半份、没药两半份、藏红花三份、少量的蜂蜜,与葡萄酒一同加热。
—Ἕτερον· λιβανωτοῦ μοῖρα, σμύρνης μοῖρα, κηκίδος μοῖρα, κρόκου τρεῖς μοῖραι· τούτων ἕκαστον ξηρὸν τρίψας ὡς λειότατον, ἔπειτα μίξας, τρίβειν ἐν ἡλίῳ ὡς θερμοτάτῳ, παραχέων χυλὸν ὄμφακος ἕως ἂν ἰξῶδες γένηται, ἐπὶ τρεῖς ἡμέρας· ἔπειτα οἴνῳ αὐστηρῷ μέλανι εὐώδεϊ παραχέων κατ’ ὀλίγον δίεσθαι.
——另一种:一份乳香、一份没药、一份没食子、三份藏红花;将这些成分中的每一种在干燥状态下研磨至极细,然后混合,在最热的阳光下研细三天,逐渐注入未熟葡萄汁,直到其变得粘稠;然后逐渐注入酸涩、呈黑色且有香气...的葡萄酒使其溶解。
—Ἕτερον· ἐν οἴνῳ γλυκέϊ ἕψειν λευκῷ πρίνου ῥίζας· ἐπειδὰν δὲ δοκέῃ καλῶς ἔχειν, ἀποχέας, τοῦ οἴνου δύο μοίρας ποιῆσαι τοῦδε καὶ ἀμόργης ἐλαίου ὡς ἀνυδροτάτου μοῖραν μίαν, ἔπειτα ἕψειν, ἀνακινέων ὡς μὴ φρυγῇ, μαλθακῷ πυρὶ, ἕως ἂν δοκέῃ τοῦ πάχεος καλῶς ἔχειν.
——另一种:在甜白葡萄酒中煎煮冬青栎的根;当看似合适时,倾倒出液体,取两份该葡萄酒与一份极干的奥リーブ油渣(阿莫尔格)混合,然后用微火煎煮,搅拌以免烧焦,直到粘稠度看似合适。
—Ἕτερον· τὰ μὲν ἄλλα, τὰ αὐτά· ἀντὶ δὲ τοῦ οἴνου, ὄξος ὡς ὀξύτατον ἔστω λευκόν· ἐμβάψαι δὲ ἐς αὐτὸ εἴρια ὡς οἰσυπώδεα· κἄπειτα δεύσας τῇ ἀμόργῃ ἕψειν· καὶ ὀπὸν ἐρινεοῦ ξυγχέαι, καὶ στυπτηρίην μηλείην, καὶ νίτρον καὶ ἄνθος χαλκοῦ μῖξαι ὀπτὰ ἀμφότερα.
——另一种:其他均相同;但用极酸的白醋代替葡萄酒;并在其中浸入极多脂的羊毛;然后用油渣浸湿并煎煮;并倒入野生无花果汁、梅洛斯明矾,并混合焙过的碱和铜花。
Τοῦτο μᾶλλον τοῦ προτέρου καθαίρει τὰ ἕλκεα, ξηραίνει δὲ τὸ πρότερον οὐχ ἧσσον.
此方比前一方更能清洁伤口,但前一方干燥伤口的作用不亚于此方。
—Ἕτερον· τὰ εἴρια βάψαι ὡς ἐν ὀλιγίστῳ ὕδατι, ἔπειτα οἶνον ξυγχέας μέρος τρίτον, ἕψειν ἕως ἂν καλῶς ἔχῃ τὸ πάχος.
——另一种:将羊毛浸入尽可能少的水中,然后倒入三分之一比例的葡萄酒,煎煮直到粘稠度合适。
Ἀπὸ τῶνδε διαπυΐσκεσθαι ἐξέσται τὰ νεότρωτα τάχιστα.
通过这些,新伤口能够最快地完成化脓。
—Ἄλλο· ἄρον ξηρὸν ἐπιπάσσειν, καὶ στέλλειν.
——另一种:撒上干海芋粉,并包扎。
—Κράδης ἐν ὀπῷ φλοιὸν χλωρὸν τρίβων ἐν οἴνῳ ἐνστέλλειν, καὶ ἄνευ οἴνου αὐτὸν καὶ ξὺν μέλιτι.
——在无花果枝汁中研磨新鲜树皮,与葡萄酒一同塞入,亦可不加葡萄酒单用,或与蜂蜜合用。
—Ἕτερον· ὄξος, ἐναφεψῶν λωτοῦ τορνεύματα, ἔστω δὲ λευκὸν τὸ ὄξος, κἄπειτα μῖξαι ἀμόργην ἐλαιέων καὶ ὀῤῥὸν πίσσης, τοῦτο ὠμόν· καὶ ἐπαλείφειν, καὶ καταστάζειν, καὶ ἐπιδεῖν.
——另一种:醋,在其中煎煮莲木削屑,醋应当是白醋,然后混合奥リーブ油渣和液体沥青,此方生用;并涂抹、滴入并包扎。
§1313. Ξηρὰ ἀποτρέπει τὰ νεότρωτα διαπυΐσκεσθαι, ἢ ὄξει ἀπονίψας, ἢ οἴνῳ ἀποσπογγίσας.
13. 干燥制剂在用醋清洗或用葡萄酒及海绵擦拭后(涂抹),能防止新伤口化脓。
Τὸν μόλιβον τὸν λεῖον ξὺν τῇ σποδῷ τῇ κυπρίῃ λεανθέντα ἐπιπάσσειν· καὶ τοῦ λωτοῦ τὰ ἰχθυήματα ἐπιπάσσειν, καὶ τὴν λεπίδα τοῦ χαλκοῦ, καὶ τὴν στυπτηρίην, καὶ τὴν χαλκῖτιν μετὰ τοῦ χαλκοῦ, καὶ μόνην, καὶ μετὰ τῶν τοῦ λωτοῦ ἰχθυημάτων.
将研细的铅与塞浦路斯矿渣一同研磨至极细后撒上;并撒上莲木屑、铜鳞片、明矾,以及铜矿石与铜同用、或单用、或与莲木屑合用。
Καὶ ἄλλως, ὅταν δέηται, ξηροῖσι τοῖσι τοιούτοισι χρέεσθαι, καὶ τῇ σποδῷ τῇ ἰλλυριώτιδι λείῃ μετὰ τῶν ἰχθυημάτων, καὶ αὐτοῖσι μόνοισιν ἰχθυήμασι, καὶ ἄνθει ἀργύρου μόνῳ ὡς λειοτάτῳ· καὶ τὴν ἀριστολοχίην ξύων τε καὶ τρίβων λείην ἐπιπάσσειν.
此外,在需要时,应使用此类干燥制剂,以及将研细的伊利里亚矿渣与木屑合用、或单用木屑、或单用研至极细的银花;并将马兜铃刮下并研磨至极细后撒上。