← ヒポクラテス

損傷について

§12-13

多様な外用薬と乾燥粉末製剤の調合法

未熟なブドウの汁、テレビン樹脂、ソーダ、鉱物質や植物を用いた多種多様な傷用の液状または軟膏状の薬の調製法と、化膿を防ぐ乾燥粉末製剤の処方について述べている。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§12

​12. Ὄμφακα λευκὴν ἐς χαλκεῖον θλίψας ἐρυθρὸν δι’ ἠθμοῦ, πρὸς ἥλιον τιθέναι τὰς ἡμέρας, τὰς δὲ νύκτας αἴρειν, ὅκως μὴ δροσίζηται, ἀνατρίβειν δὲ τῆς ἡμέρης ἀπαύστως, ὡς ὁμαλῶς ξηραίνηται, καὶ ἀπὸ τοῦ χαλκείου ὡς ὅτι πλεῖστον ἀναλαμβάνῃ,1 τιθέναι δὲ ἐς τὸν ἥλιον τοσοῦτον χρόνον, ἔστ’ ἂν παχὺ γένηται ὥσπερ μέλι· ἔπειτα ἐς χύτρην χαλκῆν ἐγχέαι, καὶ μέλι ὡς κάλλιστον, καὶ οἶνον γλυκὺν, ἐναφεψήσας πρότερον ῥητίνην τερμινθίνην, ἕψειν δὲ τὴν ῥητίνην ἐν τῷ οἴνῳ, ἕως ἂν σκληρὴ γένηται ὥσπερ μέλι ἑφθόν· ἔπειτα τὴν μὲν ῥητίνην ἐξελεῖν, τὸν δὲ οἶνον ξυγχέαι· ἔστω δὲ πλεῖστος μὲν ὁ χυλὸς τῆς ὄμφακος, δεύτερον δὲ ὁ οἶνος, τρίτον δὲ τὸ μέλι· καὶ σμύρναν τὴν στακτὴν καὶ ἄλλως ὡς βελτίστην τρίψας λείην, δίεσθαι τοῦ οἴνου τοῦ αὐτοῦ παρεγχέοντα κατ’ ὀλίγον· ἔπειτα ἕψειν αὐτὴν ἐφ’ ἑωυτῆς τὴν σμύρναν ξὺν τῷ οἴνῳ ἀνακινέονται,2 ὅταν δὲ δοκέῃ ἤδη καλῶς ἔχειν τὸ πάχος, ξυγχέαι ἐς τὸν χυλὸν τῆς ὄμφακος, καὶ νίτρον ὡς ἄριστον φρύξας, ἡσύχως μιγνύναι ἐς τὸ φάρμακον, καὶ ἄνθος χαλκοῦ ἔλασσον τοῦ νίτρου· ταῦτα δὲ ἐπειδὰν μίξῃς, ἕψειν μὴ ἔλασσον τριῶν ἡμερέων, ξύλοισι συκίνοισιν ὡς ὀλίγον ὑποκαίοντα ἢ ἄνθραξιν, ὡς μὴ φρύγηται· καὶ ἐμβαλλόμενα πάντα ἄνυδρα ἔστω, καὶ τὰ ἑλκεα μὴ τεγγέσθω, ὅκη ἂν ἐπαλείφηται τοῦτο τὸ φάρμακον· χρῆσθαι δὲ τούτῳ τῷ φαρμάκῳ πρὸς τὰ πεπαλαιωμένα ἕλκεα, καὶ πρὸς τὰ νεότρωτα, καὶ ἐς πόσθιον, καὶ ἐς κεφαλῆς ἕλκεα καὶ ὠτός.— Φάρμακον ἕτερον τῶν αὐτέων ἑλκέων· χολὴ βοὸς ξηρὴ, μέλι ὡς κάλλιστον, οἶνος λευκός· ἐναφεψῆσαι δὲ ἐν αὐτῷ λωτοῦ τορνεύματα· λιβανωτὸς, σμύρνα ἴση, κρόκος ἴσος, ἄνθος χαλκοῦ· ὁμοίως δὲ ὑγρῶν, οἶνος πλεῖστος, μέλι δεύτερον, ὀλίγιστον ἡ χολή.—Ἕτερον· οἶνος, μέλι κέδρινον, ὀλίγον· τὰ δὲ ξηρὰ, ἄνθος χαλκοῦ, σμύρνα, σίδιον αὖον.—Ἕτερον· ἄνθος χαλκοῦ ὀπτὸν ἡμιμοίριον, σμύρνης δύο ἡμιμοίρια, κρόκου τρεῖς μοῖραι, μέλι ὀλίγον, σὺν οἴνῳ ὀπτώμενα.—Ἕτερον· λιβανωτοῦ μοῖρα, σμύρνης μοῖρα, κηκίδος μοῖρα, κρόκου τρεῖς μοῖραι·τούτων ἕκαστον ξηρὸν τρίψας ὡς λειότατον, ἔπειτα μίξας, τρίβειν ἐν ἡλίῳ ὡς θερμοτάτῳ, παραχέων χυλὸν ὄμφακος ἕως ἂν ἰξῶδες γένηται, ἐπὶ τρεῖς ἡμέρας· ἔπειτα οἴνῳ αὐστηρῷ μέλανι εὐώδεϊ παραχέων κατ’ ὀλίγον δίεσθαι.—Ἕτερον· ἐν οἴνῳ γλυκέϊ ἕψειν λευκῷ πρίνου ῥίζας· ἐπειδὰν δὲ δοκέῃ καλῶς ἔχειν, ἀποχέας, τοῦ οἴνου δύο μοίρας ποιῆσαι τοῦδε καὶ ἀμόργης ἐλαίου ὡς ἀνυδροτάτου μοῖραν μίαν, ἔπειτα ἕψειν, ἀνακινέων ὡς μὴ φρυγῇ, μαλθακῷ πυρὶ, ἕως ἂν δοκέῃ τοῦ πάχεος καλῶς ἔχειν.—Ἕτερον· τὰ μὲν ἄλλα, τὰ αὐτά· ἀντὶ δὲ τοῦ οἴνου, ὄξος ὡς ὀξύτατον ἔστω λευκόν· ἐμβάψαι δὲ ἐς αὐτὸ εἴρια ὡς οἰσυπώδεα· κἄπειτα δεύσας τῇ ἀμόργῃ ἕψειν· καὶ ὀπὸν ἐρινεοῦ ξυγχέαι, καὶ στυπτηρίην μηλείην, καὶ νίτρον καὶ ἄνθος χαλκοῦ μῖξαι ὀπτὰ ἀμφότερα. Τοῦτο μᾶλλον τοῦ προτέρου καθαίρει τὰ ἕλκεα, ξηραίνει δὲ τὸ πρότερον οὐχ ἧσσον.—Ἕτερον· τὰ εἴρια βάψαι ὡς ἐν ὀλιγίστῳ ὕδατι, ἔπειτα οἶνον ξυγχέας μέρος τρίτον, ἕψειν ἕως ἂν καλῶς ἔχῃ τὸ πάχος. Ἀπὸ τῶνδε διαπυΐσκεσθαι ἐξέσται τὰ νεότρωτα τάχιστα.—Ἄλλο· ἄρον ξηρὸν ἐπιπάσσειν, καὶ στέλλειν.—Κράδης ἐν ὀπῷ φλοιὸν χλωρὸν τρίβων ἐν οἴνῳ ἐνστέλλειν, καὶ ἄνευ οἴνου αὐτὸν καὶ ξὺν μέλιτι.—Ἕτερον· ὄξος, ἐναφεψῶν λωτοῦ τορνεύματα, ἔστω δὲ λευκὸν τὸ ὄξος, κἄπειτα μῖξαι ἀμόργην ἐλαιέων καὶ ὀῤῥὸν πίσσης, τοῦτο ὠμόν· καὶ ἐπαλείφειν, καὶ καταστάζειν, καὶ ἐπιδεῖν.

​12. 白い未熟なブドウを濾し器を通して赤銅の器に絞り込み、日中は太陽に晒し、夜は露に当たらないように取り込むこと。そして均一に乾燥し、また銅の器からできるだけ多くの成分を取り込むように、日中は絶えずかき混ぜること。これを、蜂蜜のように濃くなるまで、それだけの期間、太陽の下に置いておくこと。その後、銅の平鍋に注ぎ、最上の蜂蜜と甘口のワインを加えるが、その際、あらかじめそのワインの中でテレビン樹脂を煮出しておくこと。樹脂は、煮つめた蜂蜜のように硬くなるまでワインの中で煮る。その後、樹脂は取り出し、ワインは注ぎ合わせること。なお、未熟ブドウの汁が最大量、二番目がワイン、三番目が蜂蜜であるようにすること。そして滴下ミルラ、あるいはとにかく最上のミルラを滑らかにすり潰し、同じワインを少しずつ注ぎ加えながら溶かすこと。その後、そのミルラ自体を単独でワインとともに、かき混ぜながら煮て、粘度がすでにちょうど良いと思われたなら、未熟ブドウの汁の中に注ぎ合わせ、最上のソーダを焙って静かにその薬の中に混ぜ、ソーダより少ない量の銅の花も加えること。これらを混ぜ合わせたなら、焦げ付かないように、イチジクの木あるいは炭を極めて弱く下から燃やしながら、少なくとも三日間煮ること。また、加えるものはすべて水気がないものであること。そして、この薬が塗られるところは、傷口が濡らされないようにすること。この薬は、古い傷、新しい傷、包皮の傷、頭部や耳の傷に対して用いること。――同じ傷のための別の薬。乾燥させた牛の胆汁、最上の蜂蜜、白ワイン。ワインの中にはあらかじめハスの木の削り屑を煮出しておく。乳香、同量のミルラ、同量のサフラン、銅の花。液体の比率も同様に、ワインが最大、蜂蜜が二番目、胆汁が最も少ない。――別の処方。ワイン、少量のスギの蜂蜜。乾燥原料としては、銅の花、ミルラ、乾燥したザクロの皮。――別の処方。焙った銅の花半部、ミルラ二半部、サフラン三部、少量の蜂蜜。これらをワインとともに熱する。――別の処方。乳香一部、ミルラ一部、没食子一部、サフラン三部。これらの各々を乾燥した状態で極めて滑らかにすり潰し、混ぜ合わせたのち、極めて暑い太陽の下で三日間、粘り気が出るまで、未熟ブドウの汁を少しずつ注ぎながらすり潰す。その後、渋みのある黒い香りの良いワインを少しずつ注ぎ加えながら溶かす。――別の処方。甘口の白ワインの中でセイヨウヒイラギガシの根を煮る。ちょうど良いと思われたとき、液体を注ぎ出し、このワインの二部と、極めて水気の少ないオリーブ油の澱一部とを合わせ、その後、焦げ付かないようにかき混ぜながら弱火で、粘度がちょうど良くなるまで煮る。――別の処方。他の点は同じ。ワインの代わりに、極めて強い酸味の白酢を用いる。その中に極めて脂ぎった羊毛を浸す。そして、オリーブ油の澱で湿らせて煮る。また、野生のイチジクの乳液を注ぎ合わせ、メロス島の明礬、およびソーダと銅の花(いずれも焙ったもの)を混ぜる。これは、前者の処方よりも傷口をよく清浄にするが、前者の処方も同様に傷口を乾燥させる。――別の処方。羊毛をできるだけ少量の水に浸し、その後ワインの三分の一の量を注ぎ合わせ、粘度がちょうど良くなるまで煮る。これらによって、新しい傷が極めて速やかに化膿を完了するであろう。――別の処方。乾燥させたアルムの粉末を散布し、引き締めること。――イチジクの枝の乳液の中で、新鮮な樹皮をワインとともにすり潰して挿入すること。ワインなしで、あるいは蜂蜜とともに樹皮をすり潰して用いてもよい。――別の処方。酢を用い、その中でハスの木の削り屑をあらかじめ煮出しておく。ただし、酢は白酢とし、その後オリーブ油の澱とピッチの液汁を混ぜる。これは生のままで用いる。そして、塗り、滴下し、包帯を巻くこと。

§13

​13. Ξηρὰ3 ἀποτρέπει τὰ νεότρωτα διαπυΐσκεσθαι, ἢ ὄξει ἀπονίψας, ἢ οἴνῳ ἀποσπογγίσας. Τὸν μόλιβον τὸν λεῖον ξὺν τῇ σποδῷ τῇ κυπρίῃ λεανθέντα ἐπιπάσσειν· καὶ τοῦ λωτοῦ τὰ ἰχθυήματα ἐπιπάσσειν, καὶ τὴν λεπίδα τοῦ χαλκοῦ, καὶ τὴν στυπτηρίην, καὶ τὴν χαλκῖτιν μετὰ τοῦ χαλκοῦ, καὶ μόνην, καὶ μετὰ τῶν τοῦ λωτοῦ ἰχθυημάτων. Καὶ ἄλλως, ὅταν δέηται, ξηροῖσι τοῖσι τοιούτοισι χρέεσθαι, καὶ τῇ σποδῷ τῇ ἰλλυριώτιδι λείῃ μετὰ τῶν ἰχθυημάτων, καὶ αὐτοῖσι μόνοισιν ἰχθυήμασι, καὶ ἄνθει ἀργύρου μόνῳ ὡς λειοτάτῳ· καὶ τὴν ἀριστολοχίην ξύων τε καὶ τρίβων λείην ἐπιπάσσειν.

​13. 乾燥製剤は、酢で洗い流すか、あるいはワインでスポンジを使って拭き取ったのち、新しい傷が化膿するのを防ぐ。滑らかにした鉛を、キプロス産の鉱滓とともに細かく粉砕したものを散布すること。そして、ハスの木の削り屑を散布すること、また銅の鱗片、明礬、および銅鉱石を銅とともに、あるいは単独で、あるいはハスの木の削り屑とともに散布すること。また一般に、必要なときは、このような乾燥製剤を用いるべきである。すなわち、滑らかにしたイリュリア産の鉱滓を削り屑とともに、あるいは削り屑単独で、あるいは極めて滑らかにした銀の花単独で散布すること。そして、ウマノスズクサを削り、滑らかにすり潰して散布すること。

構文注3 件
  1. 12ἀναλαμβάνῃ

    接続法3人称単数で、主語は省略された ὄμφαξ(未熟ブドウの汁)。「(銅器から)できるだけ多くの成分を取り込む」という意味。先行する ὡς は目的節を導く接続詞であり、ξηραίνηται と ἀναλαμβάνῃ の双方にかかる。

  2. 12ἀνακινέονται

    写本の表記は受動態3人称複数形であるが、ここでは主節の主語(処方を行う者)の動作を示す能動態分詞(ἀνακινέοντα または ἀνακινέοντας)の異文として機能的に解釈され、「(それを)かき混ぜながら」という意味を表す。

  3. 13Ξηρὰ

    形容詞 ξηρός の中性複数主格で、名詞的に「乾燥した薬、散布剤」を指し、主節の主語となる。続く不定詞 διαπυΐσκεσθαι(意味上の主語は対格の τὰ νεότρωτα)は、動詞 ἀποτρέπει(防ぐ)の目的語として機能している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(3 件・最終 2026-09-22)
  • 2026-09-22 AI校閲 — 原文 2 件
  • 2026-09-21 AI校閲 — 原文 1 件
urn:cts:greekLit:tlg0627.tlg028.humanitext-grc1:12-13