Humanitext Reader

ヒポクラテス · 損傷について §6-11

創傷治癒の阻害要因と腫脹への処置法

2 / 6 箇所 · ギリシア語

要旨

清浄化が不十分な傷における過剰肉芽の発生、骨の剥離に伴う窪んだ傷跡、炎症や静脈瘤が傷の閉鎖を妨げる問題、そして腫脹への対処法(切開や包帯法)および様々な生薬を用いた湿布の処方について論じられている。

§66. Τὰ ἕλκεα ὁκόσα μὴ καλῶς καθαρθέντα ἐς τὸ δέον ἀεὶ πρότερον ἄρξεται βλαστάνειν, ταῦτα ὑπερσαρκέει μάλιστα·
6. 十分に、かつ然るべき程度にまで清浄にされないまま、常に(清浄化より)先に肉が芽生え始めるような傷は、最も過剰肉芽を生じやすい。
ὁκόσα δ’ ἂν καθαρθέντα καλῶς τε καὶ ἐς τὸ δέον ἀεὶ ἐπὶ τὸ ξηρότερον θεραπεύηται, πλὴν εἰ θλασθῇ, ταῦτα δὲ οὐχ ὑπερσαρκέει ὡς ἐπὶ τὸ πουλύ.
一方、十分にかつ然るべき程度にまで清浄にされ、常に乾燥させる方向で治療される傷は、挫滅している場合を除けば、大抵は過剰肉芽を生じない。
§77. Ἢν ὁκοθενοῦν ὀστέον ἀφιστῆται ἢ καυθὲν ἢ πρισθὲν ἢ ἄλλῳ τῳ τρόπῳ, τῶν ἑλκέων τούτων αἱ οὐλαὶ κοιλότεραι γίνονται.
7. もし、焼かれたり、鋸で切られたり、あるいは他の何らかの方法によってであれ、どこからか骨が剥離するようなことがあれば、そうした傷の傷跡は、より深く窪んだものとなる。
§88. Ἕλκεα οὐ κεκαθαρμένα οὐκ ἐθέλει ξυνιέναι ξυναγόμενα, οὐδ’ αὐτόματα ξυνέρχεται.
8. 清浄にされていない傷は、引き合わされても塞がろうとせず、自然に閉じることもない。
Ὧν τὰ περιέχοντα φλεγμαίνει τοῦ ἕλκεος, ἔστ’ ἂν μὴ παύσηται τῆς φλεγμασίης, οὐκ ἐθέλει ξυνιέναι·
傷のうち、その周囲が炎症を起こしているものは、その炎症が治まるまでは塞がろうしない。
οὐδὲ ὧν τὰ περιέχοντα τοῦ ἕλκεος μελανθῇ αἵματος σηπεδόνι, ἢ καὶ κιρσοῦ παρέχοντος τὴν ἐπιῤῥοὴν τοῦ αἵματος, οὐδὲ ταῦτα ἐθέλει ξυνιέναι, ἢν μὴ τὰ περιέχοντα τοῦ ἕλκεος ὑγιέα ποιήσῃς.
また、傷の周囲が血液の腐敗によって黒ずんでいるものや、あるいは静脈瘤が血液の流入をもたらしているものも、傷の周囲を健康にしない限り、これらも塞がろうとしない。
Τῶν ἑλκέων τὰ κυκλοτερέα ἢν ὑπόκοιλα ᾖ, ἐν κύκλῳ πάντη ἐπιτάμνειν χρὴ τὰ ἀφεστεῶτα, ἢ πάντα, ἢ τὰ ἡμίσεα τοῦ κύκλου, κατὰ μῆκος τῆς φύσιος τοῦ ἀνθρώπου.
丸い傷で、かつ底が窪んでいる場合、浮き上がっている縁の周囲を、円の全体、あるいは半円にわたって、人体の自然な方向に沿って切開しなければならない。
§99. Ἐπὶ παντὶ ἕλκεϊ ἐρυσιπέλατος ἐπιγενομένου, κάθαρσιν δεῖ ποιέεσθαι τοῦ σώματος, ἐφ’ ὁκότερα ἂν ξυμφέρῃ τῷ ἕλκεϊ, εἴτε ἄνω, εἴτε κάτω.
9. あらゆる傷において、丹毒が合併した場合には、傷にとって有益な方向、すなわち上からであれ下からであれ、身体の排泄を行わなければならない。
§1010. Ὅτῳ ἂν οἴδημα γένηται παρὰ τὸ ἕλκος, ἀφλεγμάντου ἐόντος τοῦ ἕλκεος, χρόνῳ ὕστερον πύου ὑπόστασιν ἴσχει τὸ οἴδημα.
10. 傷口自体に炎症がないのに、傷の傍らに腫脹が生じる場合、その腫脹はしばらくのちに化膿する。
Καὶ ὅ τι ἂν τῇ φλεγμασίῃ οἰδῆσαν μὴ καθιστῆται, τῶν ἄλλων καθισταμένων, ὅσα ἅμα ἤρξατο φλεγμαίνειν καὶ οἰδίσκεσθαι, καὶ τοῦτο κίνδυνος μηδ’ ἅμα ξυνιέναι.
また、同時に炎症を起こして腫れ始めた他のすべての部位が回復している中で、炎症による腫れが引かない部位があるならば、それもまた他と同時には塞がらない危険がある。
Ὅσα δὲ πιπτόντων ἢ ἄλλῳ τῳ τρόπῳ διακόπτεται καὶ φλᾶται, καὶ ἀνοιδίσκεται τὰ περιέχοντα τὸ ἕλκος, καὶ, διαπυήσαντα, πῦον ἀπὸ τῶν οἰδημάτων ἀποχωρέει κατὰ τὸ ἕλκος, τῶν τοιούτων ὅ τι ἂν δοκέῃ δεῖσθαι καταπλάσιος, οὐ χρὴ αὐτὸ τὸ ἕλκος καταπλάσσειν, ἀλλὰ τὰ περιέχοντα, ὅκως τὸ πῦον ἀποχωρέῃ, καὶ τὰ σκληρυνόμενα λαπαχθῇ ἐπειδὰν δὲ λαπαχθῇ, καὶ ἡ φλεγμασίη παύσηται, ἐπὶ τὰ ἀφεστηκότα σπόγγους ἐπιδέων προσιστάναι, ἀρχόμενος ἀπὸ τοῦ ὑγίεος ὀλίγον προσχωρέων·
落下したり、その他の方法で切り裂かれ挫滅し、傷の周囲が腫れ上がり、化膿したのちに、その腫脹から傷口に向かって膿が排出される場合、このような傷で湿布が必要と思われるときは、傷自体ではなくその周囲に湿布を施すべきである。 それは膿が排出され、硬くなっている部分が和らぐためである。 和らぎ、かつ炎症が治まったならば、浮き上がっている部分にスポンジを当てて包帯で巻いて密着させるべきであり、健康な部分から始めて少しずつ進めていく。
ἐπὶ δὲ τῷ σπόγγῳ ἄνωθεν φύλλα ἐπέστω συχνά.
そのスポンジの上には上から多くの葉を載せておく。
Ὅ τι δ’ ἂν μὴ δύνηται προστῆναι, ἡ σὰρξ ὑγρὴ ἐοῦσα αἰτίη ἐστίν· ταύτην ἐκβάλλειν.
密着できない部分があれば、それは肉が湿っていることが原因であり、これを除去しなければならない。
Ἢν ὑπὸ βαθείῃ σαρκὶ τὸ ἕλκος ἔῃ, κατ’ ἄμφω κἀκ τῆς ἐπιδέσιος κἀκ τοῦ προσπιέζοντος ὑποκιρσοῦται·
もし傷が深い肉の下にある場合、包帯による圧迫と、そこを押す圧力の双方によって、血流が滞りやすくなる。
τὸ δὴ τοιοῦτον ἤν τις τάμνῃ, πρὸς μήλην, ἢν ἐνδέχηται, εὔροον ἀπὸ τοῦ στόματος τὸ ἕλκος ἀνατάμνειν, ὅπη ἂν δοκέῃ καιρὸς εἶναι, καὶ οὕτως ἰητρείην προσφέρειν, ὁκοίης ἂν δοκέῃ προσδεῖσθαι.
このようなものを切開するならば、可能であればゾンデに沿って、傷口から流れ出やすいように、適時と思われる場所を切り開き、その上で必要と思われる治療を施すべきである。
Ὡς δὲ τὰ πολλὰ ἐπὶ παντὶ ἕλκει, ὅ τι ἂν κοιλίην ἔχῃ πρὸς τὸ ἰθὺ, καταφανὲς ἰδεῖν, οἰδήματος μὴ προσεόντος·
大抵の場合、いかなる傷においても、腫脹が合併していないならば、奥に向かって真っ直ぐに空洞があるものははっきりと見て取れる。
[ὅ τι δ’ ἂν κοιλίην ἔχῃ μὴ πρὸς τὸ ἰθὺ ἢ οἰδήματος προσεόντος,] ἢν μὲν ἔῃ ἐν αὐτῷ σηπεδὼν, ἢ ἡ σὰρξ ὑπέῃ μυδῶσα καὶ σαπρὴ, ἔσται τοῦτο τὸ ἕλκος καὶ τὰ περιέχοντα τὸ ἕλκος ἰδεῖν μέλανα ὑποπέλια·
[しかし、真っ直ぐではない空洞があるか、あるいは腫脹が合併しているならば、]もしその中に腐敗があるか、あるいは下に湿潤して腐った肉があるならば、その傷も周囲の部位も、見たところ黒ずんだ鉛色になる。
καὶ τῶν ἐσθιομένων ἑλκέων, ὅπη ἂν φαγέδαινα ἐνέῃ, ἰσχυρότατά τε νέμηται καὶ ἐσθίῃ, ταύτῃ τοῦ ἕλκεος τὸ περιέχον χροιὴν ἕξει μέλαιναν ὑποπέλιον.
また、蝕むような傷において、貪食潰瘍が存在し、極めて激しく広がって肉を蝕んでいる部分では、その傷の周囲は黒ずんだ鉛色を呈する。
§1111. Καταπλάσματα οἰδημάτων καὶ φλεγμασίης τῆς ἐν τοῖσι περιέχουσιν·
11. 周囲の部位における腫脹や炎症に対する湿布。
ἡ ἑφθὴ φλόμος, καὶ τῆς τριφύλλου τὰ φύλλα ὠμὰ, καὶ τοῦ ἐπιπέτρου τὰ φύλλα ἑφθὰ, καὶ τὸ πόλιον·
煮たモウズイカ、生の大麦草(あるいはクローバー)の葉、煮たマンネングサの葉、およびポリオムである。
ἢν δὲ καὶ καθαίρεσθαι δέῃ τὸ ἕλκος, παντὰ μὲν καὶ ταῦτα καθαίρει·
また、傷を清浄にする必要がある場合、これらもすべて清浄作用を持つ。
ἀτὰρ καὶ τῆς συκῆς τὰ φύλλα καὶ τῆς ἐλαίης, καὶ τὸ πράσιον.
さらにイチジクの葉、オリーブの葉、およびニガハッカも同様である。
Ἕψειν δὲ ταῦτα πάντα, μάλιστα δὲ τούτων ἕψειν τὸν ἄγνον, καὶ τὴν συκῆν, καὶ τὴν ἐλαίην, καὶ τῆς σίδης τὰ φύλλα ὡσαύτως ἕψειν.
これらすべてを煮るべきであるが、これらの中でも特にセイヨウニンジンボク、イチジク、オリーブ、そしてザクロの葉を同様に煮るべきである。
Ὠμοῖσι δὲ τοῖσίδε χρέεσθαι, τῆς μαλάχης τὰ φύλλα τρίβων ξὺν οἴνῳ, καὶ τοῦ πηγάνου τὰ φύλλα καὶ τῆς ὀριγάνου χλωρῆς·
生のものとしては、次のものをもちいる。 ゼニアオイの葉をワインとともにすり潰したもの、ヘンルーダの葉、新鮮なオレガノの葉である。
πᾶσι τούτοισι χρὴ τοῦ λίνου τὸν καρπὸν φρύξαντα καὶ κόψαντα ὡς λειότατον μιγνύναι.
これらすべてに、亜麻仁を炒って極めて細かく砕いたものを混ぜなければならない。
Ὅκου δὲ ἐρυσίπελας κίνδυνος ἐφ’ ἕλκεσι γενέσθαι, τῆς ἰσάτιδος τὰ φύλλα τρίβων ὠμὰ καταπλάσσειν σὺν τῷ λίνῳ, ἢ τὸ λίνον δεύων στρύχνου χυλῷ ἢ ἰσάτιδος καταπλάσσειν.
傷に丹毒が生じる危険がある場所では、生のホソバタイセイの葉をすり潰して亜麻仁とともに湿布するか、あるいは亜麻仁をイヌホオズキの汁かホソバタイセイの汁に浸して湿布する。
Ὅταν δὲ τὸ ἕλκος καθαρὸν μὲν ἔῃ, φλεγμαίνῃ δὲ τό τε ἕλκος καὶ τὰ περιέχοντα τοῦ ἕλκεος, φακὸν ἐν οἴνῳ ἑψήσας καὶ τρίψας λεῖον, ἐλαίῳ ὀλίγῳ φυρήσας, καταπλάσας, ἐπιδεῖν·
傷自体が清浄であっても、傷とその周囲が炎症を起こしているときは、レンズ豆をワインで煮て滑らかにすり潰し、少量のオリーブ油を混ぜて湿布を施し、包帯を巻く。
καὶ τοῦ κυνοσβάτου ἑψήσας τὰ φύλλα ἐν ὕδατι, τρίψας λεῖα, καταπλάσσειν, ὀθόνιον ὑποτείνας λεπτὸν καθαρὸν, οἴνῳ καὶ ἐλαίῳ τέγξας·
また、野バラの葉を水で煮て滑らかにすり潰し、ワインとオリーブ油で湿らせた薄く清潔な麻布を下に敷いて湿布を施す。
καὶ ὅταν ξυνάγειν βούλῃ, τοῦ κυνοσβάτου τὰ φύλλα, ὥσπερ τὸν φακὸν σκευάζειν.
そして引き締めたいときは、野バラの葉をレンズ豆と同様に調製する。
Σαυρίδιον, οἶνος καὶ λίνου καρπὸς παραμίγνυται λεπτός·
サウリディオン、ワイン、および細かく砕いた亜麻仁を混ぜ合わせる。
καὶ τόδε, ὁ τοῦ λίνου καρπὸς, καὶ ἄγνος ὠμὸς, καὶ μηλεία στυπτηρίη, ὄξει ταῦτα δευθέντα.
また、亜麻仁、生のセイヨウニンジンボク、メロス島の明礬を酢に浸した、この処方もある。

語釈・文法注

  1. 6πρότερον ἄρξεται βλαστάνειν — 「常に清浄化が十分に行われるよりも先に、肉が芽生え始める」という意味。`πρότερον` は時間的な先行を表し、ここでは「十分な清浄化(`καθαρθέντα`)が行われる前に」という論理的・時間的な順序を示している。
  2. 8Ὧν τὰ περιέχοντα φλεγμαίνει τοῦ ἕλκεος — `ὧν` は先行詞(`ἕλκεα` など)を含む関係代名詞の属格で、ここでは「それらの傷のうち」という部分属格として機能している。`τοῦ ἕλκεος` は `τὰ περιέχοντα` に係り、「その傷の周囲の部位」という意味になる。
  3. 10Ὅ τι δ’ ἂν μὴ δύνηται προστῆναι — 接続法を用いた一般条件節。動詞 `προσιστάναι`(接着させる)の自動詞的・受動中動態的な用法 `προστῆναι`(密着する、固着する)であり、「もし(周囲の組織に)接着できない部分があるならば」という意味になる。
  4. 11Ὠμοῖσι δὲ τοῖσίδε χρέεσθαι — 独立不定詞(命令的不定詞)であり、命令法と同等の働きをする。「生のものとしては、次のものを使用せよ」という指示を表している。

この箇所を引用する

ヒポクラテス, 損傷について §6-11. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0627.tlg028.humanitext-grc1:6-11

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。