§1212.
12.
Ὄμφακα λευκὴν ἐς χαλκεῖον θλίψας ἐρυθρὸν δι’ ἠθμοῦ, πρὸς ἥλιον τιθέναι τὰς ἡμέρας, τὰς δὲ νύκτας αἴρειν, ὅκως μὴ δροσίζηται, ἀνατρίβειν δὲ τῆς ἡμέρης ἀπαύστως, ὡς ὁμαλῶς ξηραίνηται, καὶ ἀπὸ τοῦ χαλκείου ὡς ὅτι πλεῖστον ἀναλαμβάνῃ, τιθέναι δὲ ἐς τὸν ἥλιον τοσοῦτον χρόνον, ἔστ’ ἂν παχὺ γένηται ὥσπερ μέλι·
Squeeze white unripe grapes through a strainer into a red copper vessel, and expose it to the sun during the day, and take it in at night, so that it may not catch the dew, and rub it during the day without ceasing, so that it may dry evenly, and absorb as much as possible from the copper vessel; and expose it to the sun for such a time, until it becomes thick like honey.
ἔπειτα ἐς χύτρην χαλκῆν ἐγχέαι, καὶ μέλι ὡς κάλλιστον, καὶ οἶνον γλυκὺν, ἐναφεψήσας πρότερον ῥητίνην τερμινθίνη, ἕψειν δὲ τὴν ῥητίνην ἐν τῷ οἴνῳ, ἕως ἂν σκληρὴ γένηται ὥσπερ μέλι ἑφθόν·
Then pour it into a copper pot, along with the best honey, and sweet wine, having previously boiled turpentine resin in the wine; and boil the resin in the wine until it becomes hard like boiled honey.
ἔπειτα τὴν μὲν ῥητίνη ἐξελεῖν, τὸν δὲ οἶνον ξυγχέαι· ἔστω δὲ πλεῖστος μὲν ὁ χυλὸς τῆς ὄμφακος, δεύτερον δὲ ὁ οἶνος, τρίτον δὲ τὸ μέλι·
Then take out the resin, and pour the wine together with the other ingredients; and let the juice of the unripe grapes be the greatest portion, the wine second, and the honey third.
καὶ σμύρναν τὴν στακτὴν καὶ ἄλλως ὡς βελτίστην τρίψας λείην, δίεσθαι τοῦ οἴνου τοῦ αὐτοῦ παρεγχέοντα κατ’ ὀλίγον· ἔπειτα ἕψειν αὐτὴν ἐφ’ ἑωυτῆς τὴν σμύρναν ξὺν τῷ οἴνῳ ἀνακινέονται, ὅταν δὲ δοκέῃ ἤδη καλῶς ἔχειν τὸ πάχος, ξυγχέαι ἐς τὸν χυλὸν τῆς ὄμφακος, καὶ νίτρον ὡς ἄριστον φρύξας, ἡσύχως μιγνύναι ἐς τὸ φάρμακον, καὶ ἄνθος χαλκοῦ ἔλασσον τοῦ νίτρου· ταῦτα δὲ ἐπειδὰν μίξῃς, ἕψειν μὴ ἔλασσον τριῶν ἡμερέων, ξύλοισι συκίνοισιν ὡς ὀλίγον ὑποκαίοντα ἢ ἄνθραξιν, ὡς μὴ φρύγηται·
And having ground smooth liquid myrrh (stacte) and otherwise of the best quality, dissolve it by pouring in a little of the same wine by degrees; then boil this myrrh by itself with the wine, stirring it, and when the thickness already seems to be proper, pour it into the juice of the unripe grapes, and having roasted the best soda, mix it quietly into the medicine, and a smaller amount of copper flower than the soda; when you have mixed these, boil them for not less than three days, burning a very small fire underneath with fig-wood or charcoal, so that it may not burn.
καὶ ἐμβαλλόμενα πάντα ἄνυδρα ἔστω, καὶ τὰ ἑλκεα μὴ τεγγέσθω, ὅκη ἂν ἐπαλείφηται τοῦτο τὸ φάρμακον·
And let all the ingredients added be free from water, and let the wounds not be wetted where this medicine is applied.
χρῆσθαι δὲ τούτῳ τῷ φαρμάκῳ πρὸς τὰ πεπαλαιωμένα ἕλκεα, καὶ πρὸς τὰ νεότρωτα, καὶ ἐς πόσθιον, καὶ ἐς κεφαλῆς ἕλκεα καὶ ὠτός. — Φάρμακον ἕτερον τῶν αὐτέων ἑλκέων· χολὴ βοὸς ξηρὴ, μέλι ὡς κάλλιστον, οἶνος λευκός· ἐναφεψῆσαι δὲ ἐν αὐτῷ λωτοῦ τορνεύματα· λιβανωτὸς, σμύρνα ἴση, κρόκος ἴσος, ἄνθος χαλκοῦ· ὁμοίως δὲ ὑγρῶν, οἶνος πλεῖστος, μέλι δεύτερον, ὀλίγιστον ἡ χολή. —Ἕτερον· οἶνος, μέλι κέδρινον, ὀλίγον· τὰ δὲ ξηρὰ, ἄνθος χαλκοῦ, σμύρνα, σίδιον αὖον. —Ἕτερον· ἄνθος χαλκοῦ ὀπτὸν ἡμιμοίριον, σμύρνης δύο ἡμιμοίρια, κρόκου τρεῖς μοῖραι, μέλι ὀλίγον, σὺν οἴνῳ ὐπτώμενα. —Ἕτερον· λιβανωτοῦ μοῖρα, σμύρνης μοῖρα, κηκίδος μοῖρα, κρόκου τρεῖς μοῖραι· τούτων ἕκαστον ξηρὸν τρίψας ὡς λειότατον, ἔπειτα μίξας, τρίβειν ἐν ἡλίῳ ὡς θερμοτάτῳ, παραχέων χυλὸν ὄμφακος ἕως ἂν ἰξῶδες γένηται, ἐπὶ τρεῖς ἡμέρας· ἔπειτα οἴνῳ αὐστηρῷ μέλανι εὐώδεϊ παραχέων κατ’ ὀλίγον δίεσθαι. —Ἕτερον· ἐν οἴνῳ γλυκέϊ ἕψειν λευκῷ πρίνου ῥίζας· ἐπειδὰν δὲ δοκέῃ καλῶς ἔχειν, ἀποχέας, τοῦ οἴνου δύο μοίρας ποιῆσαι τοῦδε καὶ ἀμόργης ἐλαίου ὡς ἀνυδροτάτου μοῖραν μίαν, ἔπειτα ἕψειν, ἀνακινέων ὡς μὴ φρυγῇ, μαλθακῷ πυρὶ, ἕως ἂν δοκέῃ τοῦ πάχεος καλῶς ἔχειν. —Ἕτερον· τὰ μὲν ἄλλα, τὰ αὐτά· ἀντὶ δὲ τοῦ οἴνου, ὄξος ὡς ὀξύτατον ἔστω λευκόν· ἐμβάψαι δὲ ἐς αὐτὸ εἴρια ὡς οἰσυπώδεα· κἄπειτα δεύσας τῇ ἀμόργῃ ἕψειν· καὶ ὀπὸν ἐρινεοῦ ξυγχέαι, καὶ στυπτηρίην μηλείην, καὶ νίτρον καὶ ἄνθος χαλκοῦ μῖξαι ὀπτὰ ἀμφότερα.
Use this medicine for old wounds, and for fresh wounds, and for the prepuce, and for wounds of the head and ear.—Another medicine for the same wounds: dry ox-gall, the best honey, white wine; and boil in it the shavings of lotus-wood; frankincense, an equal part of myrrh, an equal part of saffron, copper flower; and of liquids likewise, the wine is the greatest portion, the honey second, and the gall the least.—Another: wine, a little cedar-honey; and dry ingredients, copper flower, myrrh, dry pomegranate rind.—Another: roasted copper flower half a part, two half-parts of myrrh, three parts of saffron, a little honey, heated with wine.—Another: a part of frankincense, a part of myrrh, a part of gallnut, three parts of saffron; having ground each of these dry as smoothly as possible, and then mixed them, grind them in the hottest sun, pouring in the juice of unripe grapes by degrees for three days until it becomes sticky; then dissolve it by pouring in by degrees a harsh, dark, sweet-smelling wine.—Another: boil the roots of holm-oak in sweet white wine; and when it seems to be proper, pour off the liquid and make two parts of this wine and one part of the driest possible dregs of olive oil (amorge), then boil, stirring so that it may not burn, over a gentle fire, until the thickness seems to be proper.—Another: the other things the same; but instead of the wine, let there be white vinegar as sharp as possible; and dip into it wool as greasy as possible; and then having moistened it with the amorge, boil it; and pour in the juice of the wild fig tree, and Melian alum, and mix soda and copper flower, both roasted.
Τοῦτο μᾶλλον τοῦ προτέρου καθαίρει τὰ ἕλκεα, ξηραίνει δὲ τὸ πρότερον οὐχ ἧσσον. —Ἕτερον· τὰ εἴρια βάψαι ὡς ἐν ὀλιγίστῳ ὕδατι, ἔπειτα οἶνον ξυγχέας μέρος τρίτον, ἕψειν ἕως ἂν καλῶς ἔχῃ τὸ πάχος.
This cleanses wounds more than the former, but the former dries no less.—Another: dip the wool in as little water as possible, then having poured in a third part of wine, boil until the thickness is proper.
Ἀπὸ τῶνδε διαπυΐσκεσθαι ἐξέσται τὰ νεότρωτα τάχιστα. —Ἄλλο· ἄρον ξηρὸν ἐπιπάσσειν, καὶ στέλλειν. —Κράδης ἐν ὀπῷ φλοιὸν χλωρὸν τρίβων ἐν οἴνῳ ἐνστέλλειν, καὶ ἄνευ οἴνου αὐτὸν καὶ ξὺν μέλιτι. —Ἕτερον· ὄξος, ἐναφεψῶν λωτοῦ τορνεύματα, ἔστω δὲ λευκὸν τὸ ὄξος, κἄπειτα μῖξαι ἀμόργην ἐλαιέων καὶ ὀῤῥὸν πίσσης, τοῦτο ὠμόν· καὶ ἐπαλείφειν, καὶ καταστάζειν, καὶ ἐπιδεῖν.
From these, fresh wounds will be able to complete suppuration most quickly.—Another: sprinkle dry arum, and bind up.—Grinding fresh bark in the juice of a fig-branch with wine, insert it, and also without wine by itself, and with honey.—Another: vinegar, having boiled in it shavings of lotus-wood, and let the vinegar be white, and then mix the dregs of olive oil and liquid pitch, this raw; and apply, drop in, and bind up.
§1313.
13.
Ξηρὰ ἀποτρέπει τὰ νεότρωτα διαπυΐσκεσθαι, ἢ ὄξει ἀπονίψας, ἢ οἴνῳ ἀποσπογγίσας.
Dry applications prevent fresh wounds from suppurating, either after washing them with vinegar, or wiping them with a sponge with wine.
Τὸν μόλιβον τὸν λεῖον ξὺν τῇ σποδῷ τῇ κυπρίῃ λεανθέντα ἐπιπάσσειν· καὶ τοῦ λωτοῦ τὰ ἰχθυήματα ἐπιπάσσειν, καὶ τὴν λεπίδα τοῦ χαλκοῦ, καὶ τὴν στυπτηρίην, καὶ τὴν χαλκῖτιν μετὰ τοῦ χαλκοῦ, καὶ μόνην, καὶ μετὰ τῶν τοῦ λωτοῦ ἰχθυημάτων.
Sprinkle smooth lead ground fine with Cyprian slag; and sprinkle shavings of lotus-wood, and copper scale, and alum, and copper ore with the copper, and by itself, and with the shavings of lotus-wood.
Καὶ ἄλλως, ὅταν δέηται, ξηροῖσι τοῖσι τοιούτοισι χρέεσθαι, καὶ τῇ σποδῷ τῇ ἰλλυριώτιδι λείῃ μετὰ τῶν ἰχθυημάτων, καὶ αὐτοῖσι μόνοισιν ἰχθυήμασι, καὶ ἄνθει ἀργύρου μόνῳ ὡς λειοτάτῳ· καὶ τὴν ἀριστολοχίην ξύων τε καὶ τρίβων λείην ἐπιπάσσειν.
And otherwise, when there is need, use such dry applications, and smooth Illyrian slag with the shavings, and the shavings by themselves, and silver flower alone ground as finely as possible; and scraping aristolochia and grinding it smooth, sprinkle it.