§77. Ἢν δὲ τουτέων μὲν τῶν ὁδῶν ἀποκλεισθῇ, ἐς δὲ τὰς φλέβας, ἃς προείρηκα, τὸν κατάῤῥοον ποιήσηται, ἄφωνός τε γίνεται καὶ πνίγεται, καὶ ἀφρὸς ἐκ τοῦ στόματος ἐκρέει, καὶ οἱ ὁδόντες συνηρείκασι, καὶ αἱ χεῖρες συσπῶνται, καὶ τὰ ὄμματα διαστρέφονται, καὶ οὐδὲν φρονέουσιν, ἐνίοισι δὲ καὶ ὑποχωρέει ἡ κόπρος κάτω·
7. もし[粘液が]これらの経路から遮断され、私が先に述べた血管へと流下するならば、[患者は]声を失い、窒息し、口から泡が流れ出て、歯を食いしばり、両手は引きつり、両目は歪み、いかなる意識も失われ、ある人々においては糞便が下に漏れ出る。
καὶ ταῦτα γίνεται ὁτὲ μὲν ἐς τὰ ἀριστερὰ, ὁτὲ δὲ ἐς τὰ δεξιὰ, ὁτὲ δὲ ἐς ἀμφότερα.
そしてこれらの症状は、ある時は左側に、ある時は右側に、またある時は両側に起こる。
Ὅκως δὲ τούτων ἕκαστον πάσχει ἐγὼ φράσω·
これらの一つ一つをどのようにして被るのかを、私は説明しよう。
ἄφωνος μέν ἐστιν ὁκόταν ἐξαίφνης τὸ φλέγμα ἐπικατελθὸν ἐς τὰς φλέβας ἀποκλείσῃ τὸν ἠέρα καὶ μὴ παραδέχηται μήτε ἐς τὸν ἐγκέφαλον μήτε ἐς τὰς φλέβας τὰς κοίλας μήτε ἐς τὰς κοιλίας, ἀλλ’ ἐπιλάβῃ τὴν ἀναπνοήν·
声を失うのは、突然血管に流れ落ちた粘液が空気を遮断し、脳にも大静脈(中空の血管)にも体腔(胃や腹部)にも空気を受け入れず、呼吸を妨げるからである。
ὅταν γὰρ λάβῃ ἄνθρωπος κατὰ τὸ στόμα καὶ τοὺς μυκτῆρας τὸ πνεῦμα, πρῶτον μὲν ἐς τὸν ἐγκέφαλον ἔρχεται, ἔπειτα δὲ ἐς τὴν κοιλίην τὸ πλεῖστον μέρος, τὸ δὲ ἐπὶ τὸν πλεύμονα, τὸ δὲ ἐπὶ τὰς φλέβας.
なぜなら、人間が口や鼻から空気を取り入れると、それはまず脳に届き、次いでその大部分が腹部(胃)へ、一部は肺へ、また一部は血管へと進むからである。
Ἐκ τουτέων δὲ σκίδναται ἐς τὰ λοιπὰ μέρεα κατὰ τὰς φλέβας·
そして、これらから血管を通って残りの部位へと分散される。
καὶ ὅσον μὲν ἐς τὴν ἐς κοιλίην ἔρχεται, τοῦτο μὲν τὴν κοιλίην διαψύχει, καὶ ἄλλο τι οὐδὲν ξυμβάλλεται·
そして、腹部に入る空気は腹部を冷やすだけで、それ以上の役には立たない。
ὁ δ’ ἐς τὸν πλεύμονά τε καὶ τὰς φλέβας ἀὴρ ξυμβάλλεται ἐς τὰς κοιλίας ἐσιὼν καὶ ἐς τὸν ἐγκέφαλον, καὶ οὕτω τὴν φρόνησιν καὶ τὴν κίνησιν τοῖσι μέλεσι παρέχει, ὥστε, ἐπειδὰν ἀποκλεισθῶσιν αἱ φλέβες τοῦ ἠέρος ὑπὸ τοῦ φλέγματος καὶ μὴ παραδέχωνται, ἄφωνον καθιστᾶσι καὶ ἄφρονα τὸν ἄνθρωπον.
しかし、肺や血管に入る空気は、体腔や脳に入ることで役立ち、このようにして四肢に知覚と運動をもたらす。 そのため、粘液によって血管が空気から遮断され空気を受け入れなくなると、人間は声を失い、意識を失った状態に陥る。
Αἱ δὲ χεῖρες ἀκρατέες γίνονται καὶ σπῶνται, τοῦ αἵματος ἀτρεμίσαντος καὶ μὴ διαχεομένου ὥσπερ εἰώθει.
また、血液が静止し、いつものように流れないため、両手は制御を失い、引きつる。
Καὶ οἱ ὀφθαλμοὶ διαστρέφονται, τῶν φλεβίων ἀποκλειομένων τοῦ ἠέρος καὶ σφυζόντων.
そして、細い血管が空気から遮断されて脈打つため、両目は歪む。
Ἀφρὸς δὲ ἐκ τοῦ στόματος προέρχεται ἐκ τοῦ πλεύμονος·
口から出る泡は肺から生じる。
ὅταν γὰρ τὸ πνεῦμα μὴ ἐσίῃ ἐς αὐτὸν, ἀφρέει καὶ ἀναβλύει ὥσπερ ἀποθνήσκων.
なぜなら、空気が肺に入らなくなると、肺は泡立ち、死にゆく者のように泡を噴き出すからである。
Ἡ δὲ κόπρος ὑπέρχεται ὑπὸ βίης πνιγομένου·
また、窒息の強い圧力によって糞便が下に漏れ出る。
πνίγεται δὲ τοῦ ἥπατος καὶ τῆς κοιλίης ἄνω πρὸς τὰς φρένας προσπεπτωκότων καὶ τοῦ στομάχου τῆς γαστρὸς ἀπειλημμένου·
窒息が起こるのは、肝臓と腹部が横隔膜に向かって上方に押し寄せ、胃の入り口が遮断されるからである。
προσπίπτει δὲ ὁκόταν τὸ πνεῦμα μὴ ἐσίῃ ἐς τὸ στόμα ὅσον εἰώθει.
そして、口からいつものように空気が入らなくなると、それらが押し寄せるのである。
Λακτίζει δὲ τοῖσι ποσὶν, ὁκόταν ὁ ἀὴρ ἀποκλεισθῇ ἐν τοῖσι μέλεσι καὶ μὴ οἷός τε ἔῃ διεκδῦναι ἔξω ὑπὸ τοῦ φλέγματος·
四肢に空気が遮断され、粘液のせいで外へ抜け出すことができなくなると、足でばたばたともがく。
ἀΐσσων δὲ διὰ τοῦ αἵματος ἄνω καὶ κάτω σπασμὸν ἐμποιέει καὶ ὀδύνην, διὸ λακτίζει.
空気は血液を通って上へ下へと激しく動き、痙攣と痛みを引き起こし、そのためにばたばたともがくのである。
Ταῦτα δὲ πάσχει πάντα, ὁκόταν τὸ φλέγμα ψυχρὸν παραῤῥυῇ ἐς τὸ αἷμα θερμὸν ἐόν·
これらすべてのことは、冷たい粘液が温かい血液の中へと流れ込むときに起こる。
ἀποψύχει γὰρ καὶ ἵστησι τὸ αἷμα·
というのも、それは血液を冷やして静止させるからである。
κἢν μὲν τὸ ῥεῦμα πουλὺ ἔῃ καὶ παχὺ, αὐτίκα ἀποκτείνει·
もしその流れが多量で濃いものであるなら、直ちに[患者を]死に至らしめる。
κρατέει γὰρ τοῦ αἵματος τῷ ψύχει καὶ πήγνυσιν·
冷たさによって血液を圧倒し、凝固させるからである。
ἢν δὲ ἔλασσον ἔῃ, τὸ μὲν παραυτίκα κρατέει ἀποφράξαν τὴν ἀναπνοήν· ἔπειτα τῷ χρόνῳ ὁκόταν σκεδασθῇ κατὰ τὰς φλέβας καὶ μιγῇ τῷ αἵματι πολλῷ ἐόντι καὶ θερμῷ, ἢν κρατηθῇ οὕτως, ἐδέξαντο τὸν ἠέρα αἱ φλέβες, καὶ ἐφρόνησαν.
しかし、もしそれが少量であるなら、差し当たりは呼吸を遮断することで圧倒するが、その後、時間が経って血管全体に分散され、多量で温かい血液と混ざり合い、このようにして[粘液が]圧倒されるなら、血管は空気を受け入れ、意識が回復する。
§88. Καὶ ὁκόσα μὲν παιδία σμικρὰ κατάληπτα γίνεται τῇ νούσῳ ταύτῃ, τὰ πολλὰ ἀποθνήσει, ἢν πουλὺ τὸ ῥεῦμα ἐπιγένηται καὶ νότιον ἔῃ·
8. そして、幼い子供たちがこの病気にかかる場合、もし流下が多量で南風の吹くときであるなら、その多くは死に至る。
τὰ γὰρ φλέβια λεπτὰ ἐόντα οὐ δύναται παραδέχεσθαι τὸ φλέγμα ὑπὸ πάχεος καὶ πλήθεος, ἀλλ’ ἀποψύχεται καὶ πήγνυται τὸ αἷμα, καὶ οὕτως ἀποθνήσκει.
なぜなら、血管が細いために、その粘稠さと多量さのゆえに粘液を受け入れることができず、血液が冷やされて凝固し、このようにして死ぬからである。
Ἢν δὲ ὀλίγον ἐὸν ἐς ἀμφοτέρας τὰς φλέβας τὸν κατάῤῥοον ποιήσηται, ἢ ἐς τὰς ἐπὶ θάτερα, περιγίνεται ἐπίσημα ἐόντα·
しかし、もしそれが少量で、両方の血管、あるいはどちらか一方の血管に流下するならば、[子供たちは]後遺症を留めた状態で生き残る。
ἢ γὰρ στόμα παρέσπασται ἢ ὀφθαλμὸς ἢ αὐχὴν ἢ χεὶρ, ὁκόθεν ἂν τὸ φλέβιον πληρωθὲν τοῦ φλέγματος κρατηθῇ καὶ ἀπισχνωθῇ.
というのも、粘液が充満した細い血管が圧倒されて萎縮したその部位に応じて、口が歪むか、目が歪むか、首が曲がるか、あるいは手が麻痺するからである。
Τούτῳ οὖν τῷ φλεβίῳ ἀνάγκη ἀσθενέστερον εἶναι καὶ ἐνδεέστερον τοῦτο τοῦ σώματος τὸ βλαβέν·
したがって、このようにして損なわれた身体の部位は、その細い血管がより弱く、より不完全になることが避けられない。
ἐς δὲ τὸν πλείονα χρόνον ὠφελέει ὡς ἐπὶ τὸ πουλύ·
しかし、長期的に見れば、これは一般に有益である。
οὐ γὰρ ἔτι ἐπίληπτον γίνεται, ἢν ἅπαξ ἐπισημανθῇ, διὰ τόδε·
なぜなら、一度後遺症が現れると、もはやてんかんを再発しなくなるからであり、それは次のような理由による。
ὑπὸ τῆς ἀνάγκης ταύτης αἱ φλέβες αἱ λοιπαὶ κακοῦνται καὶ μέρος τι συνισχναίνονται, ὡς τὸν μὲν ἠέρα δέχεσθαι, τὸν δὲ τοῦ φλέγματος κατάῤῥοον μηκέτι ὁμοίως ἐπικαταῤῥέειν·
この必然的な原因によって、残りの血管も損なわれ、一部が萎縮するため、空気は受け入れるものの、粘液の流下を以前のようには引き起こさなくなるからである。
ἀσθενέστερα μέντοι τὰ μέλεα εἰκὸς εἶναι, τῶν φλεβῶν κακωθεισέων.
もっとも、血管が損なわれるため、四肢がより弱くなるのは当然のことである。
Ὁκόσοισι δ’ ἂν βόρειόν τε καὶ πάνυ ὀλίγον παραῤῥυῇ καὶ ἐς τὰ δεξιὰ, ἀσήμως περιγίνονται·
しかし、もし北風の吹くときで、ごく少量の粘液が右側に流れ込むだけであるなら、後遺症を残さずに生き残る。
κίνδυνος δὲ ξυντραφῆναι καὶ ξυναυξηθῆναι, ἢν μὴ θεραπευθῶσι τοῖσιν ἐπιτηδείοισιν.
だが、適切な方法で治療されなければ、病気がともに育ち、ともに成長していく危険がある。
Τοῖσι μὲν οὖν παιδίοισιν οὕτω γίνεται, ἢ ὅτι τούτων ἐγγυτάτω.
子供たちにおいては、このようにして、あるいはこれに極めて近い形で病気が起こる。