§44. Κατὰ ταύτας δὲ τὰς φλέβας καὶ ἐσαγόμεθα τὸ πουλὺ τοῦ πνεύματος·
4. そして、これらの血管を通じて私たちは空気の大部分を取り入れている。
αὗται γὰρ ἡμέων εἰσὶν ἀναπνοαὶ τοῦ σώματος τὸν ἠέρα ἐς σφᾶς ἕλκουσαι, καὶ ἐς τὸ σῶμα τὸ λοιπὸν ὀχετεύουσι κατὰ τὰ φλέβια, καὶ ἀναψύχουσι καὶ πάλιν ἀφιᾶσιν.
なぜなら、これらは私たちの身体の呼吸器官であり、空気をそれ自体のうちへと引き入れ、細い血管を通じて身体の残りの部分へと送り届けて冷まし、再び放出するからである。
Οὐ γὰρ οἷόν τε τὸ πνεῦμα στῆναι, ἀλλὰ χωρέει ἄνω καὶ κάτω·
というのも、空気が静止することは不可能であり、上へ下へと動くからである。
ἢν γὰρ στῇ που καὶ ἀποληφθῇ, ἀκρατὲς γίνεται ἐκεῖνο τὸ μέρος ὅπου ἂν στῇ·
もしどこかで空気が静止して遮断されるなら、その静止した箇所は無力(麻痺状態)になる。
τεκμήριον δέ· ὁκόταν καθημένῳ ἢ κατακειμένῳ φλέβια πιεσθῇ, ὥστε τὸ πνεῦμα μὴ διεξιέναι διὰ τῆς φλεβὸς, εὐθὺς νάρκη ἔχει.
その証拠として、座っていたり横たわっていたりするときに細い血管が圧迫され、空気が血管を通って流れなくなると、すぐにしびれが生じる。
Περὶ μὲν τῶν φλεβῶν καὶ τῶν λοιπῶν οὕτως ἔχει.
血管およびその他のことについてはこのようになっている。
§55. Ἡ δὲ νοῦσος αὕτη γίνεται τοῖσι μὲν φλεγματίῃσι, τοῖσι δὲ χολώδεσιν οὔ.
5. この病気は粘液質の人々に起こるが、胆汁質の人々には起こらない。
Ἄρχεται δὲ φύεσθαι ἐπὶ τοῦ ἐμβρύου ἔτι ἐν τῇ μήτρῃ ἐόντος·
そして、それは胎児がまだ子宮の中にいるときに発生し始める。
καθαίρεται γὰρ καὶ ἀνθέει, ὥσπερ τἄλλα μέρεα, πρὶν γενέσθαι, καὶ ὁ ἐγκέφαλος.
なぜなら、生まれる前に、他の部位と同様に脳も浄化されて発達するからである。
Ἐν ταύτῃ δὲ τῇ καθάρσει ἢν μὲν καλῶς καὶ μετρίως καθαρθῇ καὶ μήτε πλέον μήτε ἔλασσον τοῦ δέοντος ἀποῤῥυῇ, οὕτως ὑγιεινοτάτην τὴν κεφαλὴν ἔχει·
この浄化において、もし適切かつ適度に浄化され、必要以上に多くも少なくも流れ出ないならば、このようにして最も健康な頭を持つことになる。
ἢν δὲ πλέονα ῥυῇ ἀπὸ παντὸς τοῦ ἐγκεφάλου καὶ ἀπότηξις πολλὴ γένηται, νοσώδεά τε τὴν κεφαλὴν ἕξει αὐξόμενος καὶ ἤχου πλέην, καὶ οὔτε ἥλιον οὔτε ψῦχος ἀνέξεται·
しかし、もし脳全体から多量に流れ出し、多くの溶融が生じるなら、その子は成長するにつれて頭が病みがちになり、耳鳴りで満たされ、太陽の光も寒さも耐えられなくなる。
ἢν δὲ ἀπὸ ἑνός τινος γένηται ἢ ὀφθαλμοῦ ἢ οὔατος, ἢ φλέψ τις συνισχνανθῇ, ἐκεῖνο κακοῦται τὸ μέρος, ὁκοίως ἂν καὶ τῆς ἀποτήξιος ἔχῃ·
また、もしこれが目や耳など特定のどこか一つの部分から生じるか、あるいはどこかの血管が萎縮するならば、その部分は、その溶融の程度に応じて損なわれる。
ἢν δὲ κάθαρσις μὴ ἐπιγένηται, ἀλλὰ ξυστραφῇ τῷ ἐγκεφάλῳ, οὕτως ἀνάγκη φλεγματώδεα εἶναι.
しかし、もし浄化が起こらず、脳に蓄積するならば、このようにして必然的に粘液質になる。
Καὶ ὁκόσοισι μὲν παιδίοισιν ἐοῦσιν ἐξανθέει ἕλκεα ἐς τὴν κεφαλὴν καὶ ἐς τὰ οὔατα καὶ ἐς τὸν ἄλλον χρῶτα, καὶ σιαλώδεα γίνεται καὶ μυξόῤῥοα, ταῦτα μὲν ῥήϊστα διάγει προϊούσης τῆς ἡλικίης·
そして、子供のころに頭や耳、あるいは他の皮膚に潰瘍が吹き出し、よだれや鼻水が多く出る子供たちは、年齢が進むにつれて最も容易に過ごすことができる。
ἐνταῦθα γὰρ ἀφίει καὶ ἐκκαθαίρεται τὸ φλέγμα, ὃ ἐχρῆν ἐν τῇ μήτρῃ καθαρθῆναι·
なぜなら、子宮の中で浄化されるべきであった粘液が、そこで放出されてきれいにされるからである。
καὶ τὰ οὕτω καθαρθέντα οὐκ ἐπίληπτα γίνεται ταύτῃ τῇ νούσῳ ὡς ἐπὶ τὸ πουλύ.
このようにして浄化された子供たちは、一般にこの病気の対象(てんかん)にはならない。
Ὁκόσα δὲ καθαρά ἐστι, καὶ μήθ’ ἕλκος μηδὲν μήτε μύξα μήτε σίελον αὐτοῖς προέρχεται μηδὲν, μήτε ἐν τῇσι μήτρῃσι πεποίηται τὴν κάθαρσιν, τούτοισιν ἐπικίνδυνόν ἐστιν ἁλίσκεσθαι ὑπὸ ταύτης τῆς νούσου.
しかし、健康で、潰瘍も鼻水もよだれも一切出ず、子宮の中でも浄化が行われなかった子供たちは、この病気にかかる危険がある。
§66. Ἢν δὲ ἑπὶ τὴν καρδίην ποιήσηται ὁ κατάῤῥος τὴν πορείην, παλμὸς ἐπιλαμβάνει καὶ ἄσθματα, καὶ τὰ στήθεα διαφθείρεται, ἔνιοι δὲ καὶ κυφοὶ γίνονται·
6. もし粘液の流下が心臓へと向かうなら、動悸と息切れ(喘息)が彼らを襲い、胸部が損なわれ、中には背が曲がってしまう(猫背になる)者もいる。
ὁκόταν γὰρ ἐπικατέλθῃ τὸ φλέγμα ψυχρὸν ἐπὶ τὸν πλεύμονα ἢ ἐπὶ τὴν καρδίην, ἀποψύχεται τὸ αἷμα αἱ δὲ φλέβες πρὸς βίην ψυχόμεναι πρὸς τῷ πλεύμονι καὶ τῇ καρδίῃ πηδῶσι, καὶ ἡ καρδίη πάλλεται, ὥστε ὑπὸ τῆς ἀνάγκης ταύτης τὰ ἄσθματα ἐπιπίπτειν καὶ τὴν ὀρθοπνοίην.
なぜなら、冷たい粘液が肺や心臓へと流れ落ちると、血液が冷やされ、血管は肺や心臓の近くで激しく冷やされて脈打ち、心臓が鼓動するからであり、そのためこの必然的な原因によって息切れと起座呼吸が襲うのである。
Οὐ γὰρ δέχεται τὸ πνεῦμα ὅσον ἐθέλει, μέχρις ἂν κρατηθῇ τοῦ φλέγματος τὸ ἐπιῤῥυὲν καὶ διαθερμανθὲν διαχυθῇ ἐς τὰς φλέβας·
というのも、流入した粘液が圧倒され、温められて血管の中に拡散するまでは、望むだけの空気を取り入れることができないからである。
ἔπειτα παύεται τοῦ παλμοῦ καὶ τοῦ ἄσθματος·
その後、動悸と息切れは収まる。
παύεται δὲ ὅκως ἂν τοῦ πλήθεος ἔχῃ·
それが収まるのは、流れ出た量による。
ἢν μὲν γὰρ πλέον ἐπικαταῤῥυῇ, σχολαίτερον, ἢν δὲ ἔλασσον, θᾶσσον·
もし多く流れ落ちたなら遅く、少なかったなら早く収まる。
καὶ ἢν μὲν πυκνότεροι ἔωσιν οἱ κατάῤῥοοι, πυκνότερα ἐπίληπτος γίνεται, ἢν δὲ μὴ, ἀραιότερα.
そして、もし流下がより頻繁であるなら、より頻繁にてんかんの発作が起こり、そうでなければ、より稀に起こる。
Ταῦτα μὲν οὖν πάσχει, ἢν ἐπὶ τὸν πλεύμονα καὶ τὴν καρδίην ἴῃ·
これらが、肺や心臓に向かった場合に被る症状である。
ἢν δὲ ἐς τὴν κοιλίην, διάῤῥοιαι λαμβάνουσιν.
しかし、もし腹部に入るなら、下痢に襲われる。