Humanitext Reader

希波克拉底 · 论神圣病 §7-8

癫痫发作症状的机理与幼儿预后

第 5 段,共 9 段 · 希腊语

内容简介

阐明粘液流入血管阻断空气所引起的癫痫发作的具体症状及其生理机制,并探讨幼儿因病症严重程度及气候条件不同而产生的预后情况。

§77. Ἢν δὲ τουτέων μὲν τῶν ὁδῶν ἀποκλεισθῇ, ἐς δὲ τὰς φλέβας, ἃς προείρηκα, τὸν κατάῤῥοον ποιήσηται, ἄφωνός τε γίνεται καὶ πνίγεται, καὶ ἀφρὸς ἐκ τοῦ στόματος ἐκρέει, καὶ οἱ ὁδόντες συνηρείκασι, καὶ αἱ χεῖρες συσπῶνται, καὶ τὰ ὄμματα διαστρέφονται, καὶ οὐδὲν φρονέουσιν, ἐνίοισι δὲ καὶ ὑποχωρέει ἡ κόπρος κάτω·
7. 如果粘液被阻断而无法通过这些通道,转而流下到我之前提到的血管中,患者就会失声并窒息,口吐白沫,牙关紧闭,双手抽搐,双目斜视,失去所有意识,在某些人身上甚至会大便失禁;这些症状有时发生在左侧,有时发生在右侧,有时则双侧同时发生。
καὶ ταῦτα γίνεται ὁτὲ μὲν ἐς τὰ ἀριστερὰ, ὁτὲ δὲ ἐς τὰ δεξιὰ, ὁτὲ δὲ ἐς ἀμφότερα. Ὅκως δὲ τούτων ἕκαστον πάσχει ἐγὼ φράσω·
让我来解释他们是如何遭受其中每一种痛苦的。
ἄφωνος μέν ἐστιν ὁκόταν ἐξαίφνης τὸ φλέγμα ἐπικατελθὸν ἐς τὰς φλέβας ἀποκλείσῃ τὸν ἠέρα καὶ μὴ παραδέχηται μήτε ἐς τὸν ἐγκέφαλον μήτε ἐς τὰς φλέβας τὰς κοίλας μήτε ἐς τὰς κοιλίας, ἀλλ’ ἐπιλάβῃ τὴν ἀναπνοήν·
失声是因为突然流入血管的粘液阻断了空气,使其无法进入大脑、腔静脉或体腔,从而使呼吸停止。
ὅταν γὰρ λάβῃ ἄνθρωπος κατὰ τὸ στόμα καὶ τοὺς μυκτῆρας τὸ πνεῦμα, πρῶτον μὲν ἐς τὸν ἐγκέφαλον ἔρχεται, ἔπειτα δὲ ἐς τὴν κοιλίην τὸ πλεῖστον μέρος, τὸ δὲ ἐπὶ τὸν πλεύμονα, τὸ δὲ ἐπὶ τὰς φλέβας.
因为当人通过口和鼻吸入空气时,空气首先到达大脑,然后大部分流向腹腔,一部分流向肺部,一部分流向血管。
Ἐκ τουτέων δὲ σκίδναται ἐς τὰ λοιπὰ μέρεα κατὰ τὰς φλέβας·
空气从这些地方通过血管分散到身体的其他部位。
καὶ ὅσον μὲν ἐς τὴν ἐς κοιλίην ἔρχεται, τοῦτο μὲν τὴν κοιλίην διαψύχει, καὶ ἄλλο τι οὐδὲν ξυμβάλλεται· ὁ δ’ ἐς τὸν πλεύμονά τε καὶ τὰς φλέβας ἀὴρ ξυμβάλλεται ἐς τὰς κοιλίας ἐσιὼν καὶ ἐς τὸν ἐγκέφαλον, καὶ οὕτω τὴν φρόνησιν καὶ τὴν κίνησιν τοῖσι μέλεσι παρέχει, ὥστε, ἐπειδὰν ἀποκλεισθῶσιν αἱ φλέβες τοῦ ἠέρος ὑπὸ τοῦ φλέγματος καὶ μὴ παραδέχωνται, ἄφωνον καθιστᾶσι καὶ ἄφρονα τὸν ἄνθρωπον.
流向腹腔的空气只是使腹部冷却,此外别无用处;而进入肺和血管的空气,通过进入体腔和大脑而发挥作用,并以此为肢体提供意识和运动。 因此,当血管被粘液阻断而无法吸入空气时,便会使人陷入失声和无意识的状态。
Αἱ δὲ χεῖρες ἀκρατέες γίνονται καὶ σπῶνται, τοῦ αἵματος ἀτρεμίσαντος καὶ μὴ διαχεομένου ὥσπερ εἰώθει.
此外,由于血液静止而无法像平时那样扩散,双手便失去控制并发生抽搐。
Καὶ οἱ ὀφθαλμοὶ διαστρέφονται, τῶν φλεβίων ἀποκλειομένων τοῦ ἠέρος καὶ σφυζόντων.
而由于微细血管被阻断空气并产生搏动,双目也会发生斜视。
Ἀφρὸς δὲ ἐκ τοῦ στόματος προέρχεται ἐκ τοῦ πλεύμονος· ὅταν γὰρ τὸ πνεῦμα μὴ ἐσίῃ ἐς αὐτὸν, ἀφρέει καὶ ἀναβλύει ὥσπερ ἀποθνήσκων.
口中吐出的白沫来自肺部;因为当空气无法进入肺部时,肺就会像垂死之人一样产生泡沫并喷涌出来。
Ἡ δὲ κόπρος ὑπέρχεται ὑπὸ βίης πνιγομένου·
此外,大便会由于窒息的剧烈力量而失禁。
πνίγεται δὲ τοῦ ἥπατος καὶ τῆς κοιλίης ἄνω πρὸς τὰς φρένας προσπεπτωκότων καὶ τοῦ στομάχου τῆς γαστρὸς ἀπειλημμένου· προσπίπτει δὲ ὁκόταν τὸ πνεῦμα μὴ ἐσίῃ ἐς τὸ στόμα ὅσον εἰώθει.
窒息的发生,是因为肝脏和腹部向上压迫横膈膜,且胃口被阻断;而当空气无法像平时那样进入口中时,它们就会向上压迫。
Λακτίζει δὲ τοῖσι ποσὶν, ὁκόταν ὁ ἀὴρ ἀποκλεισθῇ ἐν τοῖσι μέλεσι καὶ μὴ οἷός τε ἔῃ διεκδῦναι ἔξω ὑπὸ τοῦ φλέγματος·
当肢体中的空气被阻断、且因粘液而无法向外逸出时,他就会用双脚乱踢。
ἀΐσσων δὲ διὰ τοῦ αἵματος ἄνω καὶ κάτω σπασμὸν ἐμποιέει καὶ ὀδύνην, διὸ λακτίζει.
空气在血液中上下窜动,引起抽搐和疼痛,因此他才会乱踢。
Ταῦτα δὲ πάσχει πάντα, ὁκόταν τὸ φλέγμα ψυχρὸν παραῤῥυῇ ἐς τὸ αἷμα θερμὸν ἐόν· ἀποψύχει γὰρ καὶ ἵστησι τὸ αἷμα·
当寒冷的粘液流入温热的血液中时,就会发生所有这些情况;因为粘液使血液冷却并停滞。
κἢν μὲν τὸ ῥεῦμα πουλὺ ἔῃ καὶ παχὺ, αὐτίκα ἀποκτείνει· κρατέει γὰρ τοῦ αἵματος τῷ ψύχει καὶ πήγνυσιν·
如果流下的粘液量多且黏稠,便会立即使人死亡;因为粘液以其寒冷压倒血液并使其凝固。
ἢν δὲ ἔλασσον ἔῃ, τὸ μὲν παραυτίκα κρατέει ἀποφράξαν τὴν ἀναπνοήν· ἔπειτα τῷ χρόνῳ ὁκόταν σκεδασθῇ κατὰ τὰς φλέβας καὶ μιγῇ τῷ αἵματι πολλῷ ἐόντι καὶ θερμῷ, ἢν κρατηθῇ οὕτως, ἐδέξαντο τὸν ἠέρα αἱ φλέβες, καὶ ἐφρόνησαν.
但如果是较少量,起初它通过阻断呼吸来压倒身体;随后随着时间的推移,当它分散在血管中并与多而温热的血液混合时,如果它以此方式被克服,血管就会重新吸入空气,他们便恢复了意识。
§88. Καὶ ὁκόσα μὲν παιδία σμικρὰ κατάληπτα γίνεται τῇ νούσῳ ταύτῃ, τὰ πολλὰ ἀποθνήσει, ἢν πουλὺ τὸ ῥεῦμα ἐπιγένηται καὶ νότιον ἔῃ·
8. 至于患上这种病的幼儿,如果粘液流下量大且正值南风天,他们大多会死亡。
τὰ γὰρ φλέβια λεπτὰ ἐόντα οὐ δύναται παραδέχεσθαι τὸ φλέγμα ὑπὸ πάχεος καὶ πλήθεος, ἀλλ’ ἀποψύχεται καὶ πήγνυται τὸ αἷμα, καὶ οὕτως ἀποθνήσκει.
因为他们的血管细小,由于粘液的黏稠和量大而无法吸纳,血液因而变冷凝固,并以此方式死亡。
Ἢν δὲ ὀλίγον ἐὸν ἐς ἀμφοτέρας τὰς φλέβας τὸν κατάῤῥοον ποιήσηται, ἢ ἐς τὰς ἐπὶ θάτερα, περιγίνεται ἐπίσημα ἐόντα·
但如果粘液量少,并流向两侧的血管或一侧的血管,他们可以存活,但会留下明显的后遗症。
ἢ γὰρ στόμα παρέσπασται ἢ ὀφθαλμὸς ἢ αὐχὴν ἢ χεὶρ, ὁκόθεν ἂν τὸ φλέβιον πληρωθὲν τοῦ φλέγματος κρατηθῇ καὶ ἀπισχνωθῇ.
因为取决于充满粘液的微细血管在何处被克服并萎缩,要么嘴巴歪斜,要么眼睛歪斜,要么脖子扭曲,要么手部瘫痪。
Τούτῳ οὖν τῷ φλεβίῳ ἀνάγκη ἀσθενέστερον εἶναι καὶ ἐνδεέστερον τοῦτο τοῦ σώματος τὸ βλαβέν·
因此,身体受损的这个部位,由于该处的微细血管受损,必然会变得较弱且功能不全。
ἐς δὲ τὸν πλείονα χρόνον ὠφελέει ὡς ἐπὶ τὸ πουλύ·
但从长远来看,这通常是有益的。
οὐ γὰρ ἔτι ἐπίληπτον γίνεται, ἢν ἅπαξ ἐπισημανθῇ, διὰ τόδε· ὑπὸ τῆς ἀνάγκης ταύτης αἱ φλέβες αἱ λοιπαὶ κακοῦνται καὶ μέρος τι συνισχναίνονται, ὡς τὸν μὲν ἠέρα δέχεσθαι, τὸν δὲ τοῦ φλέγματος κατάῤῥοον μηκέτι ὁμοίως ἐπικαταῤῥέειν·
因为一旦留下了后遗症,他就不会再发作癫痫,原因如下:在这种必然性下,其余的血管也受损并部分萎缩,从而使得它们虽能吸入空气,却不会再像以前那样产生粘液的流下。
ἀσθενέστερα μέντοι τὰ μέλεα εἰκὸς εἶναι, τῶν φλεβῶν κακωθεισέων.
然而,由于血管受损,肢体自然会变得较为虚弱。
Ὁκόσοισι δ’ ἂν βόρειόν τε καὶ πάνυ ὀλίγον παραῤῥυῇ καὶ ἐς τὰ δεξιὰ, ἀσήμως περιγίνονται·
但是,如果是在北风天且极少量的粘液流入右侧,他们存活下来时不会留下任何后遗症。
κίνδυνος δὲ ξυντραφῆναι καὶ ξυναυξηθῆναι, ἢν μὴ θεραπευθῶσι τοῖσιν ἐπιτηδείοισιν.
但如果不采用适当的方法进行治疗,疾病就有与他们共同成长和发育的危险。
Τοῖσι μὲν οὖν παιδίοισιν οὕτω γίνεται, ἢ ὅτι τούτων ἐγγυτάτω.
在儿童身上,情况便是如此,或者说极度接近这种情况。

词汇与语法注释

  1. §7ὑπὸ βίης πνιγομένου — πνιγομένου 既可以解释为表示患者的阳性现在分词(“因窒息者的[强力]作用”),也可以解释为表示窒息现象的中性分词(“因窒息产生的被迫力量”)。无论何种解释,都是在说明发作时身体的强烈紧张和窒息促使排泄的机制。
  2. §7ἀποκλεισθῶσιν αἱ φλέβες τοῦ ἠέρος — 属格 τοῦ ἠέρος 与动词 ἀποκλείω 连用,表示分离或夺格功能,即“血管与空气隔绝(阻断空气的通道)”。
  3. §8περιγίνεται ἐπίσημα ἐόντα — 主语是 παιδία(中性复数),分词 ἐόντα 与其一致。περιγίνομαι 意为“幸存、存活”。ἐπίσημα 是形容词 ἐπίσημος(有标记的、残疾的)的中性复数,在此作表语(谓语性)使用,意为“在留有(瘫痪等)障碍或印记的状态下存活”。

引用这一段

希波克拉底, 论神圣病 §7-8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg027.humanitext-grc1:7-8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。