← ヒポクラテス

神聖病について

§7-8

発作の諸症状の機序と小児における予後

粘液が血管に流入して空気を遮断することで生じるてんかん発作の具体的な症状とその生理学的メカニズムを解説し、特に小児における発作の予後について、重症度や気候条件による違いを述べる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§7

​7. Ἢν δὲ τουτέων μὲν τῶν ὁδῶν ἀποκλεισθῇ, ἐς δὲ τὰς φλέβας, ἃς προείρηκα, τὸν κατάῤῥοον ποιήσηται, ἄφωνός τε γίνεται καὶ πνίγεται, καὶ ἀφρὸς ἐκ τοῦ στόματος ἐκρέει, καὶ οἱ ὁδόντες συνηρείκασι, καὶ αἱ χεῖρες συσπῶνται, καὶ τὰ ὄμματα διαστρέφονται, καὶ οὐδὲν φρονέουσιν, ἐνίοισι δὲ καὶ ὑποχωρέει ἡ κόπρος κάτω· καὶ ταῦτα γίνεται ὁτὲ μὲν ἐς τὰ ἀριστερὰ, ὁτὲ δὲ ἐς τὰ δεξιὰ, ὁτὲ δὲ ἐς ἀμφότερα. Ὅκως δὲ τούτων ἕκαστον πάσχει ἐγὼ φράσω· ἄφωνος μέν ἐστιν ὁκόταν ἐξαίφνης τὸ φλέγμα ἐπικατελθὸν ἐς τὰς φλέβας ἀποκλείσῃ τὸν ἠέρα καὶ μὴ παραδέχηται μήτε ἐς τὸν ἐγκέφαλον μήτε ἐς τὰς φλέβας τὰς κοίλας μήτε ἐς τὰς κοιλίας, ἀλλ’ ἐπιλάβῃ τὴν ἀναπνοήν· ὅταν γὰρ λάβῃ ἄνθρωπος κατὰ τὸ στόμα καὶ τοὺς μυκτῆρας τὸ πνεῦμα, πρῶτον μὲν ἐς τὸν ἐγκέφαλον ἔρχεται, ἔπειτα δὲ ἐς τὴν κοιλίην τὸ πλεῖστον μέρος, τὸ δὲ ἐπὶ τὸν πλεύμονα, τὸ δὲ ἐπὶ τὰς φλέβας. Ἐκ τουτέων δὲ σκίδναται ἐς τὰ λοιπὰ μέρεα κατὰ τὰς φλέβας· καὶ ὅσον μὲν ἐς τὴν κοιλίην ἔρχεται, τοῦτο μὲν τὴν κοιλίην διαψύχει, καὶ ἄλλο τι οὐδὲν ξυμβάλλεται· ὁ δ’ ἐς τὸν πλεύμονά τε καὶ τὰς φλέβας ἀὴρ ξυμβάλλεται ἐς τὰς κοιλίας ἐσιὼν καὶ ἐς τὸν ἐγκέφαλον, καὶ οὕτω τὴν φρόνησιν καὶ τὴν κίνησιν τοῖσι μέλεσι παρέχει, ὥστε, ἐπειδὰν ἀποκλεισθῶσιν αἱ φλέβες τοῦ ἠέρος1 ὑπὸ τοῦ φλέγματος καὶ μὴ παραδέχωνται, ἄφωνον καθιστᾶσι καὶ ἄφρονα τὸν ἄνθρωπον. Αἱ δὲ χεῖρες ἀκρατέες γίνονται καὶ σπῶνται, τοῦ αἵματος ἀτρεμίσαντος καὶ μὴ διαχεομένου ὥσπερ εἰώθει. Καὶ οἱ ὀφθαλμοὶ διαστρέφονται, τῶν φλεβίων ἀποκλειομένων τοῦ ἠέρος καὶ σφυζόντων. Ἀφρὸς δὲ ἐκ τοῦ στόματος προέρχεται ἐκ τοῦ πλεύμονος· ὅταν γὰρ τὸ πνεῦμα μὴ ἐσίῃ ἐς αὐτὸν, ἀφρέει καὶ ἀναβλύει ὥσπερ ἀποθνήσκων. Ἡ δὲ κόπρος ὑπέρχεται ὑπὸ βίης πνιγομένου·2 πνίγεται δὲ τοῦ ἥπατος καὶ τῆς κοιλίης ἄνω πρὸς τὰς φρένας προσπεπτωκότων καὶ τοῦ στομάχου τῆς γαστρὸς ἀπειλημμένου· προσπίπτει δὲ ὁκόταν τὸ πνεῦμα μὴ ἐσίῃ ἐς τὸ στόμα ὅσον εἰώθει. Λακτίζει δὲ τοῖσι ποσὶν, ὁκόταν ὁ ἀὴρ ἀποκλεισθῇ ἐν τοῖσι μέλεσι καὶ μὴ οἷός τε ἔῃ διεκδῦναι ἔξω ὑπὸ τοῦ φλέγματος· ἀΐσσων δὲ διὰ τοῦ αἵματος ἄνω καὶ κάτω σπασμὸν ἐμποιέει καὶ ὀδύνην, διὸ λακτίζει. Ταῦτα δὲ πάσχει πάντα, ὁκόταν τὸ φλέγμα ψυχρὸν παραῤῥυῇ ἐς τὸ αἷμα θερμὸν ἐόν· ἀποψύχει γὰρ καὶ ἵστησι τὸ αἷμα· κἢν μὲν τὸ ῥεῦμα πουλὺ ἔῃ καὶ παχὺ, αὐτίκα ἀποκτείνει· κρατέει γὰρ τοῦ αἵματος τῷ ψύχει καὶ πήγνυσιν· ἢν δὲ ἔλασσον ἔῃ, τὸ μὲν παραυτίκα κρατέει ἀποφράξαν τὴν ἀναπνοήν· ἔπειτα τῷ χρόνῳ ὁκόταν σκεδασθῇ κατὰ τὰς φλέβας καὶ μιγῇ τῷ αἵματι πολλῷ ἐόντι καὶ θερμῷ, ἢν κρατηθῇ οὕτως, ἐδέξαντο τὸν ἠέρα αἱ φλέβες, καὶ ἐφρόνησαν.

​7. もし[粘液が]これらの経路から遮断され、私が先に述べた血管へと流下するならば、[患者は]声を失い、窒息し、口から泡が流れ出て、歯を食いしばり、両手は引きつり、両目は歪み、いかなる意識も失われ、ある人々においては糞便が下に漏れ出る。そしてこれらの症状は、ある時は左側に、ある時は右側に、またある時は両側に起こる。これらの一つ一つをどのようにして被るのかを、私は説明しよう。声を失うのは、突然血管に流れ落ちた粘液が空気を遮断し、脳にも大静脈(中空の血管)にも体腔(胃や腹部)にも空気を受け入れず、呼吸を妨げるからである。なぜなら、人間が口や鼻から空気を取り入れると、それはまず脳に届き、次いでその大部分が腹部(胃)へ、一部は肺へ、また一部は血管へと進むからである。そして、これらから血管を通って残りの部位へと分散される。そして、腹部に入る空気は腹部を冷やすだけで、それ以上の役には立たない。しかし、肺や血管に入る空気は、体腔や脳に入ることで役立ち、このようにして四肢に知覚と運動をもたらす。そのため、粘液によって血管が空気から遮断され空気を受け入れなくなると、人間は声を失い、意識を失った状態に陥る。また、血液が静止し、いつものように流れないため、両手は制御を失い、引きつる。そして、細い血管が空気から遮断されて脈打つため、両目は歪む。口から出る泡は肺から生じる。なぜなら、空気が肺に入らなくなると、肺は泡立ち、死にゆく者のように泡を噴き出すからである。また、窒息の強い圧力によって糞便が下に漏れ出る。窒息が起こるのは、肝臓と腹部が横隔膜に向かって上方に押し寄せ、胃の入り口が遮断されるからである。そして、口からいつものように空気が入らなくなると、それらが押し寄せるのである。四肢に空気が遮断され、粘液のせいで外へ抜け出すことができなくなると、足でばたばたともがく。空気は血液を通って上へ下へと激しく動き、痙攣と痛みを引き起こし、そのためにばたばたともがくのである。これらすべてのことは、冷たい粘液が温かい血液の中へと流れ込むときに起こる。というのも、それは血液を冷やして静止させるからである。もしその流れが多量で濃いものであるなら、直ちに[患者を]死に至らしめる。冷たさによって血液を圧倒し、凝固させるからである。しかし、もしそれが少量であるなら、差し当たりは呼吸を遮断することで圧倒するが、その後、時間が経って血管全体に分散され、多量で温かい血液と混ざり合い、このようにして[粘液が]圧倒されるなら、血管は空気を受け入れ、意識が回復する。

§8

​8. Καὶ ὁκόσα μὲν παιδία σμικρὰ κατάληπτα γίνεται τῇ νούσῳ ταύτῃ, τὰ πολλὰ ἀποθνήσει, ἢν πουλὺ τὸ ῥεῦμα ἐπιγένηται καὶ νότιον ἔῃ· τὰ γὰρ φλέβια λεπτὰ ἐόντα οὐ δύναται παραδέχεσθαι τὸ φλέγμα ὑπὸ πάχεος καὶ πλήθεος, ἀλλ’ ἀποψύχεται καὶ πήγνυται τὸ αἷμα, καὶ οὕτως ἀποθνήσκει. Ἢν δὲ ὀλίγον ἐὸν ἐς ἀμφοτέρας τὰς φλέβας τὸν κατάῤῥοον ποιήσηται, ἢ ἐς τὰς ἐπὶ θάτερα, περιγίνεται ἐπίσημα ἐόντα·3 ἢ γὰρ στόμα παρέσπασται ἢ ὀφθαλμὸς ἢ αὐχὴν ἢ χεὶρ, ὁκόθεν ἂν τὸ φλέβιον πληρωθὲν τοῦ φλέγματος κρατηθῇ καὶ ἀπισχνωθῇ. Τούτῳ οὖν τῷ φλεβίῳ ἀνάγκη ἀσθενέστερον εἶναι καὶ ἐνδεέστερον τοῦτο τοῦ σώματος τὸ βλαβέν· ἐς δὲ τὸν πλείονα χρόνον ὠφελέει ὡς ἐπὶ τὸ πουλύ· οὐ γὰρ ἔτι ἐπίληπτον γίνεται, ἢν ἅπαξ ἐπισημανθῇ, διὰ τόδε· ὑπὸ τῆς ἀνάγκης ταύτης αἱ φλέβες αἱ λοιπαὶ κακοῦνται καὶ μέρος τι συνισχναίνονται, ὡς τὸν μὲν ἠέρα δέχεσθαι, τὸν δὲ τοῦ φλέγματος κατάῤῥοον μηκέτι ὁμοίως ἐπικαταῤῥέειν· ἀσθενέστερα μέντοι τὰ μέλεα εἰκὸς εἶναι, τῶν φλεβῶν κακωθεισέων. Ὁκόσοισι δ’ ἂν βόρειόν τε καὶ πάνυ ὀλίγον παραῤῥυῇ καὶ ἐς τὰ δεξιὰ, ἀσήμως περιγίνονται· κίνδυνος δὲ ξυντραφῆναι καὶ ξυναυξηθῆναι, ἢν μὴ θεραπευθῶσι τοῖσιν ἐπιτηδείοισιν. Τοῖσι μὲν οὖν παιδίοισιν οὕτω γίνεται, ἢ ὅτι τούτων ἐγγυτάτω.

​8. そして、幼い子供たちがこの病気にかかる場合、もし流下が多量で南風の吹くときであるなら、その多くは死に至る。なぜなら、血管が細いために、その粘稠さと多量さのゆえに粘液を受け入れることができず、血液が冷やされて凝固し、このようにして死ぬからである。しかし、もしそれが少量で、両方の血管、あるいはどちらか一方の血管に流下するならば、[子供たちは]後遺症を留めた状態で生き残る。というのも、粘液が充満した細い血管が圧倒されて萎縮したその部位に応じて、口が歪むか、目が歪むか、首が曲がるか、あるいは手が麻痺するからである。したがって、このようにして損なわれた身体の部位は、その細い血管がより弱く、より不完全になることが避けられない。しかし、長期的に見れば、これは一般に有益である。なぜなら、一度後遺症が現れると、もはやてんかんを再発しなくなるからであり、それは次のような理由による。この必然的な原因によって、残りの血管も損なわれ、一部が萎縮するため、空気は受け入れるものの、粘液の流下を以前のようには引き起こさなくなるからである。もっとも、血管が損なわれるため、四肢がより弱くなるのは当然のことである。しかし、もし北風の吹くときで、ごく少量の粘液が右側に流れ込むだけであるなら、後遺症を残さずに生き残る。だが、適切な方法で治療されなければ、病気がともに育ち、ともに成長していく危険がある。子供たちにおいては、このようにして、あるいはこれに極めて近い形で病気が起こる。

構文注3 件
  1. 7ἀποκλεισθῶσιν αἱ φλέβες τοῦ ἠέρος

    属格 τοῦ ἠέρος は、動詞 ἀποκλείω の「〜から遮断する」という分離・奪格的機能を伴う。つまり「血管が空気から(空気を通さないように)遮断される」という意味になる。

  2. 7ὑπὸ βίης πνιγομένου

    πνιγομένου は、患者を表す男性分詞現在(「窒息している患者の[強力な力]によって」)とも、窒息の現象を表す中性分詞(「窒息させられることによる不随意の力によって」)とも解釈できる。いずれにせよ、発作時の身体の強い緊張と窒息が排泄を促すメカニズムを説明している。

  3. 8περιγίνεται ἐπίσημα ἐόντα

    主語は παιδία(中性複数)で、分詞 ἐόντα もこれに一致する(中性複数主格)。περιγίνομαι は「生き残る、助かる」の意。ἐπίσημα は形容詞 ἐπίσημος(印のある、不具の)の中性複数で、ここでは「(麻痺などの)障害や兆候を留めた状態で」という叙述連用形(述語的)として機能している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-09-22)
  • 2026-09-22 AI校閲 — 原文 1 件
urn:cts:greekLit:tlg0627.tlg027.humanitext-grc1:7-8