§99. Τοὺς δὲ πρεσβυτέρους οὐκ ἀποκτείνει, ὁκόταν ἐπιγένηται, οὐδὲ διαστρέφει·
9. しかし、大人がこの病気に襲われても、死ぬことはなく、歪み(後遺症)も残さない。
αἵ τε γὰρ φλέβες εἰσὶ κοῖλαι καὶ αἵματος μεσταὶ θερμοῦ, ἃ οὐδὲ δύναται ἐπικρατῆσαι τὸ φλέγμα, οὐδ’ ἀποψῦξαι τὸ αἷμα, ὥστε καὶ πῆξαι, ἀλλ’ αὐτὸ κρατέεται καὶ καταμίγνυται τῷ αἵματι ταχέως·
なぜなら、その血管は広く、温かい血液で満ちており、粘液はこれらを圧倒することも、血液を冷やして凝固させることもできないからである。 むしろ、粘液自身が圧倒され、速やかに血液と混ざり合う。
καὶ οὕτω παραδέχονται αἱ φλέβες τὸν ἠέρα, καὶ τὸ φρόνημα γίνεται, τά τε σημήϊα τὸ προειρημένα ἧσσον ἐπιλαμβάνει διὰ τὴν ἰσχύν.
そしてこのようにして血管は空気を受け入れ、意識が回復し、前述の諸症状は[大人の身体の]強さのゆえに、それほど彼らを襲うことはない。
Τοῖσι δὲ πρεσβυτάτοισιν ὁκόταν ἐπιγένηται τοῦτο τὸ νούσημα, διὰ τοῦτο ἀποκτείνει ἢ παράπληκτον ποιέει, ὅτι αἱ φλέβες κεκένωνται καὶ τὸ αἷμα ὀλίγον τέ ἐστι καὶ λεπτὸν καὶ ὑδαρές.
しかし、きわめて高齢の人々にこの病気が襲うとき、死に至らしめるか、あるいは半身不随にする。 それは、彼らの血管が細くなっており、血液が少なく、薄く、水っぽくなっているからである。
Ἢν μὲν οὖν πολὺ παταῤῥυῇ καὶ χειμῶνος ἔῃ καιρὸς, ἀποκτείνει·
したがって、もし流下が多量で、冬の季節であるなら、死に至る。
ἀπέπνιξε γὰρ τὰς ἀναπνοὰς καὶ ἀπέπηξε τὸ αἷμα, ἢν ἐπ’ ἀμφότερα ὁ κατάῤῥοος γένηται·
というのも、もし流下が両側に起こるなら、呼吸をふさぎ、血液を凝固させるからである。
ἢν δὲ ἐπὶ θάτερα μοῦνον, παράπληκτον ποιέει·
しかし、もし一方の側だけに起こるなら、半身不随にする。
οὐ γὰρ δύναται τὸ αἷμα ἐπικρατῆσαι τοῦ φλέγματος λεπτὸν ἐὸν καὶ ψυχρὸν καὶ ὀλίγον, ἀλλ’ αὐτὸ κρατηθὲν ἐπάγη, ὥστε ἀκρατέα εἶναι ἐκεῖνα καθ’ ἃ τὸ αἷμα διεφθάρη.
なぜなら、血液は薄く冷たく少量であるため、粘液を圧倒することができず、それ自身が圧倒されて凝固し、その結果、血液が損なわれた部位が制御を失うからである。
§1010. Ἐς δὲ τὰ δεξιὰ μᾶλλον καταῤῥέει ἢ ἐς τὰ ἀριστερὰ, ὅτι αἱ φλέβες εἰσὶ κοιλότεραι καὶ πλέονες ἢ ἐν τοῖσιν ἀριστεροῖσιν·
10. また、左側よりも右側のほうへ多く流下する。 なぜなら、右側の血管のほうが左側の血管よりも広く、数が多いからである。
ἀπὸ γὰρ τοῦ ἥπατος τείνουσι καὶ ἀπὸ τοῦ σπληνός.
それらは肝臓から、そして脾臓から伸びているからである。
Ἐπικαταῤῥέει δὲ καὶ ἀποτήκεται τοῖσι μὲν παιδίοισι μάλιστα, οἷσιν ἂν διαθερμανθῇ ἡ κεφαλὴ ἤν τε ὑπὸ ἡλίου, ἤν τε ὑπὸ πυρὸς, καὶ ἐξαπίνης φρίξῃ ὁ ἐγκέφαλος·
子供たちにおいて最も多く[粘液が]流下し、溶け出すのは、頭が太陽によってであれ、火によってであれ温められ、突然脳が冷えて身震いするときである。
τότε γὰρ ἀποκρίνεται τὸ φλέγμα.
そのとき、粘液が分離するからである。
Ἀποτήκεται μὲν γὰρ ἐκ τῆς θέρμης καὶ διαχύσιος τοῦ ἐγκεφάλου· ἀποκρίνεται δὲ ἀπὸ τῆς ψύξιός τε καὶ ξυστάσιος, καὶ οὕτως ἐπικαταῤῥέει.
なぜなら、温まり弛緩することによって脳から溶け出し、冷えて収縮することによって分離し、そのようにして流下するからである。
Τοῖσι μὲν αὕτη ἡ πρόφασις γίνεται, τοῖσι δὲ καὶ ἐπειδὰν ἐξαπίνης μετὰ βόρεια πνεύματα νότος μεταλάβῃ, ξυνεστηκότα τὸν ἐγκέφαλον καὶ εὐσθενέοντα ἔλυσε καὶ ἐχάλασεν ἐξαίφνης, ὥστε πλημμυρεῖν τὸ φλέγμα, καὶ οὕτω τὸν κατάῤῥοον ποιέεται.
ある子供たちにはこれが原因となり、またある子供たちには、北風のあとに突然南風が取って代わるとき、収縮して活力のあった脳が突然弛緩して緩み、その結果粘液が溢れ出し、このようにして流下が生じる。
Ἐπικαταῤῥέει δὲ καὶ ἐξ ἀδήλου, φόβου γινομένου, ἢν δείσῃ βοήσαντός τινος, ἢ καὶ μεταξὺ κλαίων μὴ οἷός τε ἔῃ τὸ πνεῦμα ταχέως ἀναλαβεῖν, οἷα γίνεται παιδίοισι πολλάκις·
また、予期せぬ恐怖が生じたとき、例えば誰かが叫んで怯えたとき、あるいは泣いている最中に素早く息を吸い込むことができなくなるときにも、流下は起こる。 このようなことは子供たちにしばしば起こる。
ὅ τι δ’ ἂν τούτων αὐτῷ γένηται, εὐθὺς ἔφριξε τὸ σῶμα, καὶ ἄφωνος γενόμενος τὸ πνεῦμα οὐχ εἵλκυσεν, ἀλλὰ τὸ πνεῦμα ἠρέμησε, καὶ ὁ ἐγκέφαλος ξυνέστη, καὶ τὸ αἷμα ἔστη, καὶ οὕτως ἀπεκρίθη καὶ ἐπικατεῤῥύη τὸ φλέγμα.
これらのいずれかがその子に起こると、直ちに身体が冷え、声を失って呼吸を吸い込まなくなり、呼吸は静止し、脳は収縮し、血液は停止し、このようにして粘液が分離して流下するのである。
Τοῖσι μὲν παιδίοισιν αὗται αἱ προφάσιες τῆς ἐπιλήψιός εἰσι τὴν ἀρχήν.
子供たちにとって、これらが最初のてんかんの誘因である。
Τοῖσι δὲ πρεσβύτῃσιν ὁ χειμὼν πολεμιώτατός ἐστιν·
高齢者にとっては、冬が最も有害である。
ὅταν γὰρ παρὰ πυρὶ πολλῷ διαθερμανθῇ τὴν κεφαλὴν καὶ τὸν ἐγκέφαλον, ἔπειτα ἐν ψύχει γένηται καὶ ῥιγώσῃ, ἢ καὶ ἐκ ψύχεος εἰς ἀλέην ἔλθῃ καὶ παρὰ πυρὶ καθίσῃ, τωὐτὸ τοῦτο πάσχει, καὶ οὕτως ἐπίληπτος γίνεται κατὰ τὰ προειρημένα.
なぜなら、大火のそばで頭と脳を温め、そのあと寒気の中に身を置いて冷え込むとき、あるいは逆に寒気の中から暖かさの中に入って火のそばに座るとき、これと全く同じことを被り、前述のようにてんかんが起こるからである。
Κίνδυνος δὲ πολὺς καὶ ἦρος παθέειν τωὐτὸ τοῦτο, ἢν ἡλιωθῇ ἡ κεφαλή·
春にも、頭が日にさらされるなら、これと同じことを被る大きな危険がある。
τοῦ δὲ θέρεος ἥκιστα, οὐ γὰρ γίνονται μεταβολαὶ ἐξαπιναῖοι.
しかし夏には最もその危険が少ない。 急激な変化が起こらないからである。
Ὁκόταν δὲ εἴκοσιν ἔτεα παρέλθῃ, οὐκ ἔτι ἡ νοῦσος αὕτη ἐπιλαμβάνει, ἢν μὴ ἐκ παιδίου ξύντροφος ἔῃ, ἀλλ’ ἢ ὀλίγους ἢ οὐδένα·
20歳を過ぎると、子供のころから病気が定着していない限り、もはやこの病気に襲われることはない。 あるいは、襲われるとしても極めて稀である。
αἱ γὰρ φλέβες μεσταί εἰσιν αἵματος, καὶ ὁ ἐγκέφαλος συνέστηκε καὶ ἐστὶ στρυφνὸς, ὥστε οὐκ ἐπικαταῤῥέει ἐπὶ τὰς φλέβας·
なぜなら、血管は血液で満ちており、脳は固まって堅固であるため、血管へと流下することがないからである。
ἢν δ’ ἐπικαταῤῥύη, τοῦ αἵματος οὐκ ἐπικρατέει, πολλοῦ καὶ θερμοῦ ἐόντος.
また、たとえ流下したとしても、血液が多量で温かいため、それを圧倒することはないからである。