Humanitext Reader

ヒポクラテス · 体内風気について §8-9

悪寒や震えの発生機序と温罨法による治療

3 / 5 箇所 · ギリシア語

要旨

発熱前に悪寒、全身の震え、あくび、関節弛緩が生じるメカニズムを、血液の移動、気(ガス)の熱的挙動、蒸気の凝縮プロセスを用いて説明する。また、腸閉塞などの痛みも気の通過が原因であり、温罨法による治療の仕組みを述べる。

§88. Διὰ τοῦτο μὲν οὖν πρῶτον αἱ φρῖκαι γίνονται πρὸ τῶν πυρετῶν·
8. それゆえ、第一に、悪寒が発熱の前に生じる。
ὅκως δ’ ἂν ὁρμήσωσιν αἱ φῦσαι πλήθει καὶ ψυχρότητι, τοιοῦτον γίνεται καὶ τὸ ῥῖγος, ἀπὸ μὲν πλεόνων καὶ ψυχροτέρων ἰσχυρότερον, ἀπὸ δὲ ἐλασσόνων καὶ ἧσσόν τι ψυχρῶν ἀνισχυρότερον.
そして、ガスが量と冷たさにおいてどのように勢いよく襲いかかるかに応じて、震えもまたそのようになる。 すなわち、より多く、より冷たいガスからはより強く、より少なく、あまり冷たくないガスからはより弱い。
Ἐν δὲ τῇσι φρίκῃσι καὶ οἱ τρόμοι τοῦ σώματος κατὰ τόνδε γίνονται τὸν τρόπον·
悪寒の間には、身体の震えもまた次のような仕方で生じる。
τὸ αἷμα φοβεόμενον τὴν παροῦσαν φρίκην ξυντρέχει καὶ διαΐσσει διὰ παντὸς τοῦ σώματος ἐς τὰ θερμότατα.
血液が目前の悪寒を恐れて共に走り、身体全体を貫いて最も温かい部分へと突進するからである。
Αὗται μὲν οὖν αἱ ἄλαι·
これらが、まさに彷徨である。
καθαλλομένου δὲ τοῦ αἵματος ἐκ τῶν ἀκρωτηρίων τοῦ σώματος, τὰ σπλάγχνα τρομέουσι καὶ αἱ σάρκες·
血液が身体の末端から跳び退くと、内臓と肉が震える。
τὰ μὲν γὰρ τοῦ σώματος γίνεται πολύαιμα, τὰ δὲ ἄναιμα·
なぜなら、身体のある部分は多血になり、別の部分は無血になるからである。
τὰ μὲν οὖν ἄναιμα διὰ τὴν ψύξιν οὐκ ἀτρεμέουσιν, ἀλλὰ πάλλονται, τὸ γὰρ θερμὸν ἐξ αὐτέων ἐκλέλοιπεν·
さて、無血の部分は、冷えのために静止しておらず、脈動する。 熱がそれらから失われたからである。
τὰ δὲ πολύαιμα διὰ τὸ πλῆθος τοῦ αἵματος τρέμουσι, καὶ φλεγμονὰς ἐμποιέει, οὐ γὰρ δύναται πολλὸν γινόμενον ἀτρεμίζειν.
他方、多血の部分は、血液の多さのために震え、また炎症を引き起こす。 多量になった血液は静止していることができないからである。
Χασμῶνται δὲ πρὸ τῶν πυρετῶν, ὅτε πολὺς ἀὴρ ἀθροισθεὶς, ἀθρόον ἄνω διεξιὼν, ἐξεμόχλευσε καὶ διέστησε τὸ στόμα·
また、発熱の前にあくびをする。 多くの空気が蓄積し、一挙に上へと通り抜け、口をこじ開けて押し広げるときである。
ταύτῃ γὰρ εὐδιέξοδός ἐστιν·
なぜなら、そこは抜け出やすい通路だからである。
ὡς γὰρ ἀπὸ τῶν λεβήτων ἀτμὸς ἀνέρχεται πολὺς ἑψομένου τοῦ ὕδατος, οὕτω καὶ τοῦ σώματος θερμαινομένου δίεισι διὰ τοῦ στόματος ὁ ἀὴρ ξυνεστραμμένος καὶ βίῃ φερόμενος.
水が沸騰しているときに釜から多くの蒸気が立ち上るように、身体が熱せられるときにも、空気が圧縮され、勢いよく運ばれて、口を通って抜けていくのである。
Τά τε ἄρθρα διαλύεται πρὸ τῶν πυρετῶν·
また、関節は発熱の前に弛緩する。
χλιαινόμενα γὰρ τὰ νεῦρα διίσταται.
腱が温められて緩むからである。
Ὁκόταν δὲ ξυναλισθῇ ἀθροισθὲν τὸ πλεῖστον τοῦ αἵματος, ἀναθερμαίνεται πάλιν ὁ ἀὴρ ὁ ψύξας τὸ αἷμα, κρατηθεὶς ὑπὸ τῆς θερμότητος·
蓄積した血液の大部分が一つに集まるとき、血液を冷やした空気は、熱に圧倒されて、再び温められる。
διάπυρος δὲ καὶ μύδρος γενόμενος ὅλῳ τῷ σώματι τὴν θερμασίην ἐνειργάσατο.
そして、真っ赤に焼けた鉄のようになって、身体全体に熱をもたらす。
Συνεργὸν δὲ αὐτῷ τὸ αἷμά ἐστι, τήκεται γὰρ πυρούμενον, καὶ γίνεται πνεῦμα ἐξ αὐτοῦ·
血液はそれに協力する。 なぜなら、加熱されて融け、それから気が生じるからである。
τοῦ δὲ πνεύματος προσπίπτοντος πρὸς τοὺς πόρους τοῦ σώματος, οἱ ἱδρῶτες γίνονται·
そして、その気が身体の孔に突き当たるときに、汗が生じる。
τὸ γὰρ πνεῦμα ξυνιστάμενον ἐς ὕδωρ χεῖται, καὶ διὰ τῶν πόρων διεξελθὸν ἔξω περαιοῦται τὸν αὐτὸν τρόπον, ὅνπερ ἀπὸ τῶν ἑψομένων ὑδάτων ὁ ἀτμὸς ἐπανιὼν, ἢν ἔχῃ στερέωμα πρὸς ὅ τι χρὴ προσπίπτειν, παχύνεται καὶ πυκνοῦται, καὶ σταγόνες ἀποπίπτουσιν ἀπὸ τῶν πωμάτων, οἷσιν ἂν ὁ ἀτμὸς προσπίπτῃ.
気は凝縮して水となって流れ、孔を通って外へと排出される。 それは、沸騰している水から上昇する蒸気が、もし衝突すべき固形物を持っているなら、濃くなって凝縮し、その蒸気が衝突する蓋から滴が滴り落ちるのと全く同じ仕方である。
Πόνοι δὲ τῆς κεφαλῆς ἅμα τῷ πυρετῷ γίνονται διὰ τόδε·
発熱と同時に頭痛が生じるのは次の理由による。
στενοχωρίη τῇσι διεξόδοισιν ἐν τῇ κεφαλῇ τοῦ αἵματος γίνεται·
頭部において、血液の通路に狭窄が生じるからである。
πέπληνται γὰρ αἱ φλέβες ἠέρος, πλησθεῖσαι δὲ καὶ πρησθεῖσαι, τὸν πόνον ἐμποιέουσιν ἐν τῇ κεφαλῇ·
血管が空気で満たされ、満たされて膨張し、頭部に痛みをもたらすからである。
βίῃ γὰρ τὸ αἷμα βιαζόμενον διὰ στενῆς ὁδοῦ θερμὸν ἐὸν οὐ δύναται περαιοῦσθαι ταχέως, πολλὰ γὰρ ἐμποδών ἐστιν αὐτῷ κωλύματα καὶ ἐμφράγματα·
温かい血液が力づくで狭い道を無理に通ろうとするが、多くの障害や閉塞がそれにとって邪魔になっているため、速やかに通過することができないのである。
διὸ δὴ καὶ οἱ σφυγμοὶ γίνονται ἀμφὶ τοὺς κροτάφους.
それゆえに、こめかみのあたりで脈拍が生じる。
§99. Οἱ μὲν οὖν πυρετοὶ διὰ τοῦτο γίνονται καὶ τὰ μετὰ τῶν πυρετῶν ἀλγήματα καὶ νοσήματα·
9. したがって、発熱と、発熱に伴う苦痛や病気は、これらの原因によって生じる。
τῶν δὲ ἄλλων ἀῤῥωστημάτων, ὁκόσοι μὲν ἂν εἰλεοὶ εἶεν, ἢ ἀνειλήματα, ἢ ἕτερα ἀποστηρίγματα, φύσας εἶναι αἴτια ἅπασιν ἡγέομαι φανερὸν εἶναι·
他の不調のうち、腸閉塞や、腹痛、あるいは他の鬱積であるものについては、すべてガスが原因であることが明白であると私は考える。
πάντων γὰρ τῶν τοιουτέων αἰτίη τοῦ πνεύματος ἡ διόδευσις·
なぜなら、そのようなすべてのものにおいて、原因は気の通過だからである。
τοῦτο γὰρ ὁκόταν προσπέσῃ πρὸς τόπους ἁπαλοὺς καὶ ἀήθεας καὶ ἀθίκτους, ὥσπερ τόξευμα ἐγκείμενον διαδύνει διὰ τῆς σαρκός·
これが柔らかく、不慣れで、触れられたことのない部位に突き当たるとき、肉の中を、まるで突き刺さった矢のように通り抜けるからである。
προσπίπτει δὲ ποτὲ μὲν πρὸς τὰ ὑποχόνδρια, ποτὲ δὲ πρὸς τὰς λαπάρας, ποτὲ δὲ ἐς ἀμφότερα·
そして、それはある時は季肋部に、ある時は脇腹に、ある時はその両方に突き当たる。
διὸ δὴ καὶ θερμαίνοντες ἔξωθεν πυριήμασι πειρέονται μαλθάσσειν τὸν πόνον·
それゆえに、外から温罨法で温めることで、痛みを和らげようと試みるのである。
ἀραιούμενον γὰρ ὑπὸ τῆς θερμασίης τοῦ πυριήματος διέρχεται τὸ πνεῦμα διὰ τοῦ σώματος, ὥστε παῦλάν τινα γενέσθαι τῶν πόνων.
温罨法の熱によって希薄になることで、気が身体を通り抜けていくため、痛みにある種の一時的な緩和が生じるのである。

語釈・文法注

  1. §8Αὗται μὲν οὖν αἱ ἄλαι — コピュラ動詞(εἰσίν)の省略。αἱ ἄλαι(さまよい、放浪、動揺)は、直前で血液が冷えを恐れて身体中を温かい場所へと逃げ回る様子(ξυντρέχει καὶ διαΐσσει)を指している。
  2. ¦p.102¦οὐκ ἀτρεμέουσιν, ἀλλὰ πάλλονται — 主語が中性複数名詞(τὰ ἄναιμα)であるにもかかわらず、動詞が複数形(ἀτρεμέουσιν, πάλλονται)になっている。これは古典ギリシア語アッティカ方言の規則(中性複数主語は単数動詞をとる)から外れるが、イオン方言などの非アッティカ方言的な特徴であり、個々の部分がそれぞれ個別に動くことを強調する効果を持つ。
  3. ¦p.102¦τὸν αὐτὸν τρόπον, ὅνπερ — 関係代名詞対格(ὅνπερ)が導く関係節による比喩の構文。τὸν αὐτὸν τρόπον(同じ方法で)と相関し、「〜と全く同じ方法で」を表す。ここでは、体内の気が凝縮して汗となって毛穴から出る仕組みを、沸騰した水の蒸気が蓋に当たって凝縮して水滴となるプロセスに例えている。
  4. §9ἀραιούμενον — 中性単数現在受動態分詞で、主語は前文の `τὸ πνεῦμα`(気)である。「(熱によって)希薄にされることで、あるいは緩められることで」という原因・手段を表す分詞。熱が気の密度を薄くして通り抜けやすくすること、あるいは身体組織の密度を粗にして通り抜けやすくすることを示している。

この箇所を引用する

ヒポクラテス, 体内風気について §8-9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0627.tlg021.humanitext-grc1:8-9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。