§1010. Ἴσως δ’ ἄν τις εἴποι·
10. おそらく誰かがこう言うかもしれない。
πῶς οὖν τὰ ῥεύματα γίνεται διὰ τὰς φύσας;
「それでは、どのようにしてカタルがガスのせいで生じるのか。
ἢ τίνα τρόπον τῶν αἱμοῤῥαγιῶν τῶν περὶ τὰ στέρνα τοῦτο αἴτιόν ἐστιν;
あるいは、胸のあたりの出血に対して、これがどのような仕方で原因となるのか」。
οἶμαι δὲ καὶ ταῦτα δηλώσειν διὰ τωὐτὸ γινόμενα.
私は、これらもやはり同じ理由によって生じていることを示すことができると考えている。
Ὅταν αἱ περὶ τὴν κεφαλὴν φλέβες γεμισθῶσιν ἠέρος, πρῶτον μὲν ἡ κεφαλὴ βαρύνεται τῶν φυσέων ἐγκειμένων·
頭のあたりの血管が空気で満たされるとき、第一に、ガスが閉じ込められていることで頭が重くなる。
ἔπειτα εἰλεῖται τὸ αἷμα, οὐ διαχέειν δυναμένων διὰ τὴν στενότητα τῶν ὁδῶν·
次に、通路の狭さのために、血管が血液を循環させることができないので、血液が鬱積する。
τὸ δὲ λεπτότατον τοῦ αἵματος διὰ τῶν φλεβῶν ἐκθλίβεται·
そして、血液の最も希薄な部分が血管を通って押し出される。
τοῦτο δὴ τὸ ὑγρὸν ὅταν ἀθροισθῇ, ῥεῖ δι’ ἄλλων πόρων·
この液体が蓄積すると、他の孔を通って流れる。
ὅποι δ’ ἂν ἀθρόον ἀφίκηται τοῦ σώματος, ἐνταῦθα ξυνίσταται ἡ νοῦσος·
そして身体のどこか一箇所に一挙に到達すると、そこに病気が発生する。
ἢν μὲν οὖν ἐπὶ τὴν ὄψιν ἔλθῃ, ταύτης ὁ πόνος· ἢν δὲ ἐς τὰς ἀκοὰς, ἐνταῦθ’ ἡ νοῦσος· ἢν δὲ ἐς τὰς ῥῖνας, κόρυζα γίνεται· ἢν δὲ ἐς τὰ στέρνα, βράγχος καλέεται.
もし眼に流れていくなら、そこ(眼)の痛みが生じ、もし耳に流れるなら、そこに病気が生じ、もし鼻に流れるなら、鼻カタルになり、もし胸に流れるなら、嗄声と呼ばれる。
Τὸ γὰρ φλέγμα δριμέσι χυμοῖσι μεμιγμένον, ὅποι ἂν προσπέσῃ ἐς ἀήθεας τόπους, ἑλκοῖ·
なぜなら、きつい体液と混ざり合った粘液は、刺激に不慣れな場所に突き当たるとどこであれ潰瘍を作るからである。
τῇ δὲ φάρυγγι ἁπαλῇ ἐούσῃ ῥεῦμα προσπῖπτον τρηχύτητας ἐμποιέει·
喉は柔らかいので、カタルが衝突すると荒れを引き起こす。
τὸ γὰρ πνεῦμα τὸ διαπνεόμενον διὰ τῆς φάρυγγος ἐς τὰ στέρνα βαδίζει, καὶ πάλιν ἐξέρχεται διὰ τῆς ὁδοῦ ταύτης·
なぜなら、喉を通って呼吸される気は胸へと向かい、再びこの通路を通って出ていくからである。
ὅταν οὖν ἀπαντήσῃ τῷ ῥεύματι τὸ πνεῦμα κάτωθεν ἰὸν κάτω ἰόντι, βὴξ ἐπιγίνεται, καὶ ἀναῤῥίπτεται ἄνω τὸ φλέγμα·
それゆえ、下から上がってくる気が、下に向かっているカタルと出くわすとき、咳が生じ、粘液が上へと吐き出される。
τουτέων δὲ τοιουτέων ἐόντων, ἡ φάρυγξ ἑλκοῦται, καὶ τρηχύνεται, καὶ θερμαίνεται, καὶ ἕλκει τὸ ἐκ τῆς κεφαλῆς ὑγρὸν θερμὴ ἐοῦσα·
このような状態になることで、喉は潰瘍化し、荒れ、熱を持ち、熱くなることで頭からの液体を引き寄せる。
ἡ δὲ κεφαλὴ πάλιν παρὰ τοῦ ἄλλου σώματος λαμβάνουσα ταύτῃ διδοῖ·
そして頭は再び、身体の他の部分からそれを受け取ってここに与える。
ὁκόταν γοῦν ἐθισθῇ τὸ ῥεῦμα ταύτῃ ῥέειν καὶ χαραδρωθέωσιν οἱ πόροι, διαδιδοῖ ἤδη καὶ ἐς τὰ στέρνα, δριμὺ δὲ ἐὸν τὸ φλέγμα προσπῖπτόν τε τῇ σαρκὶ ἑλκοῖ καὶ ἀναῤῥηγνύει τὰς φλέβας.
かくして、カタルがこの方向に流れることに慣れ、通路が溝のようになると、すでに胸にまで広がり、粘液はきついので、肉に突き当たると潰瘍化させ、血管を破る。
Ὁκόταν δὲ ἐκχυθῇ τὸ αἷμα ἐς ἀλλότριον τόπον, χρονιζόμενον καὶ σηπόμενον γίνεται πῦον, καὶ οὔτε ἄνω δύναται ἀνελθεῖν, οὔτε κάτω ὑπελθεῖν·
血液が異質の場所に流れ出すとき、時間が経って腐敗すると膿になり、上にも上れず、下にも下りられなくなる。
ἄνω γὰρ οὐκ εὔπορος ἡ πορείη προσάντης τις οὖσα ὑγρῷ χρήματι καὶ ἑτέρῳ παντὶ βάρος ἔχοντι· κάτω δὲ κωλύει φραγμὸς ὁ τῶν φρενῶν.
なぜなら、上へは、液状のものや他のすべて重さのあるものにとって、登り坂であって通路が容易ではないからであり、下へは横隔膜の障壁が妨げるからである。
Διὰ τί δὲ δήποτε τὸ ῥεῦμα ἀναῤῥήγνυται τὸ μὲν αὐτόματον, τὸ δὲ διὰ πόνους;
それでは、なぜあるカタルは自然に破れ、あるものは苦痛によって破れるのだろうか。
αὐτόματον μὲν οὖν, ὅταν αὐτόματος ὁ ἀὴρ ἐλθὼν ἐς τὰς φλέβας στενοχωρίην ποιήσῃ τῇσι τοῦ αἵματος διεξόδοισιν·
自然に破れるのは、空気が自然に血管に入り込んで血液の通路に狭窄をもたらすときである。
τότε γὰρ πιεζεύμενον τὸ αἷμα πουλὺ γενόμενον ἀναῤῥηγνύει τοὺς πόρους, ᾗ ἂν ὡς τὰ μάλιστα βρίσῃ·
そのとき、圧迫されて多量になった血液は、最も圧力がかかる箇所の通路を破るのである。
ὅσοι δὲ διὰ πόνων πλῆθος ᾑμοῤῥάγησαν, καὶ τούτοισιν οἱ πόνοι πνεύματος ἐνέπλησαν τὰς φλέβας, ἀνάγκη γὰρ τὸν πονέοντα τόπον κατέχειν τὸ πνεῦμα, τὰ δὲ ἄλλα τοῖσιν εἰρημένοισιν ὅμοια γίνεται.
他方、多大な苦痛によって出血した人々においては、その苦痛が血管を気で満たしたのである(苦痛のある部位を気が占拠することは不可避であるから)。 そして、その他のことは、すでに述べたことと同様に生じるのである。
§1111. Τὰ δὲ ῥήγματα πάντα γίνεται διὰ τάδε·
11. すべての裂傷は次の理由によって生じる。
ὁκόταν ὑπὸ βίης διαστέωσιν αἱ σάρκες ἀπ’ ἀλλήλων, ἐς δὲ τὴν διάστασιν ὑποδράμῃ πνεῦμα, τοῦτο τὸν πόνον παρέχει.
力によって肉同士が互いに引き離され、その隙間に気が入り込むとき、これが痛みを引き起こすのである。
§1212. Ἢν δὲ διὰ τῶν σαρκῶν αἱ φῦσαι διεξιοῦσαι τοὺς πόρους τοῦ σώματος ἀραιοὺς ποιήσωσιν, ἕπεται δὲ τῇσι φύσῃσιν ὑγρασίη, ἧς τὴν ὁδὸν ὁ ἀὴρ ἀπειργάσατο· διαβρόχου δὲ γενομένου τοῦ σώματος, ὑπεκτήκονται μὲν αἱ σάρκες, οἰδήματα δὲ ἐς τὰς κνήμας καταβαίνει·
12. もし肉を通ってガスが通り抜けることで身体の孔を粗にし、そのガスに、空気が通路をあらかじめ作っておいた水分が続くなら、身体が浸水したようになり、肉は下から融解し、むくみが脛へと下りていく。
καὶ λέγεται τὸ τοιοῦτον νόσημα ὕδρωψ.
そして、このような病気は水腫と呼ばれる。
Μέγιστον δὲ σημεῖον, ὅτι φῦσαι τοῦ νουσήματός εἰσιν αἴτιαι, τόδε ἐστίν·
ガスがこの病気の原因であることの最大の兆候は次の通りである。
ἤδη τινὲς ὀλεθρίως ἔχοντες ἐκαύθησαν καὶ ἐκενώθησαν τοῦ ὕδατος·
すでに、死にかけている何人かの人々が焼灼され、水が排出された。
παραυτίκα μὲν τὸ ἐξιὸν ἐκ τῆς κοιλίης ὕδωρ πολὺ φαίνεται, χρονιζόμενον δὲ ἔλασσον γίνεται.
直後には腹から出る水は多く見えるが、時間が経つと少なくなっている。
Διὰ τί οὖν γίγνεται καὶ τοῦτο, δῆλον·
これがなぜ起こるのかは明らかである。
ὅτι παραυτίκα μὲν τὸ ὕδωρ ἠέρος πλῆρές ἐστιν· ὁ δὲ ἀὴρ ὄγκον παρέχεται μέγαν·
直後には水は空気で満ちており、空気は大きな容積を与える。
ἀπιόντος δὲ τοῦ πνεύματος, ὑπολείπεται τὸ ὕδωρ αὐτό·
しかし、気が去ると、水それ自体が残される。
διὸ δὴ φαίνεται μὲν μικρὸν ἐὸν, ἔστι δὲ ἴσον.
それゆえ、実際には少なく見えるが、量は等しいのである。
Ἄλλο δὲ αὐτέων τόδε σημεῖον·
彼らに関する別の兆候は次の通りである。
κενωθείσης γὰρ παντελῶς τῆς κοιλίης, οὐδ’ ἐν τρισὶν ἡμέρῃσιν ὕστερον πάλιν πλήρεις γίνονται.
腹部が完全に空にされた後、3日もしないうちに再び満たされる。
Τί οὖν ἄρα ἐστὶ τὸ πληρῶσαν, ἀλλ’ ἢ πνεῦμα;
それでは、これを満たしたものは、気以外の何であろうか。
τί γὰρ ἂν οὕτως ἄλλο ταχέως ἐξεπλήρωσεν;
他の何がこのように速く満たし得ただろうか。
οὐ γὰρ δήπου ποτόν γε τοσοῦτον ἐσῆλθεν ἐς τὸ σῶμα·
これほど大量の飲み物が身体に入ったはずはない。
καὶ μὴν οὐδὲ σάρκες ὑπάρχουσιν ἔτι αἱ τηξόμεναι·
また、溶けるべき肉ももはや存在しない。
λείπεται γὰρ ὀστέα καὶ νεῦρα καὶ ἶνες, ἀφ’ ὧν οὐδενὸς οὐδεμίη δύναιτ’ ἂν αὔξησις ὕδατος γεγενῆσθαι.
骨と腱と繊維が残されているだけであり、それらのいずれからも、水が増加することはあり得ないからである。