§44. Διότι μὲν οὖν ἐν τοῖσιν ἄλλοισιν ὁ ἀὴρ ἔῤῥωται, εἴρηται·
4. このように、他のものにおいて空気が力を持っていることはすでに述べられた。
τοῖσι δ’ αὖ θνητοῖσιν οὗτος αἴτιος τοῦ τε βίου, καὶ τῶν νούσων τοῖσι νοσέουσι·
他方、死すべきものたちにとっては、これこそが生の原因であり、また病む者たちにとっては病気の原因である。
τοσαύτη δὲ τυγχάνει πᾶσιν ἡ χρείη τοῖσι σώμασι τοῦ πνεύματος ἐοῦσα, ὥστε τῶν μὲν ἄλλων ἁπάντων ἀποσχόμενος ὥνθρωπος καὶ σιτίων καὶ ποτῶν δύναιτ’ ἂν ἡμέρας δύο καὶ τρεῖς καὶ πλέονας διάγειν·
すべての身体にとっての気の必要性は、次のようになるほどに大きい。 すなわち、人間は食物や飲み物など、他のすべてのものを控えても、2日や3日、あるいはそれ以上生き延びることができるであろう。
εἰ δέ τις ἀπολάβοι τὰς τοῦ πνεύματος ἐς τὸ σῶμα διεξόδους, ἐν βραχεῖ μέρει ἡμέρης ἀπόλοιτο ἂν, ὡς μεγίστης τῆς χρείης ἐούσης τῷ σώματι τοῦ πνεύματος.
しかし、もし誰かが身体への気の通路を遮断するならば、一日の極めて短い時間のうちに死んでしまうであろう。 身体にとって気の必要性が極めて大きいからである。
Ἔτι τοίνυν τὰ μὲν ἄλλα πάντα διαλείπουσιν οἱ ἄνθρωποι πρήσσοντες, ὁ γὰρ βίος μεταβολέων πλέως ἐστί·
さらに、人間は他のすべての活動を断続的に行う。 なぜなら、生は変化に満ちているからである。
τοῦτο δὲ μοῦνον ἀεὶ διατελέουσιν ἅπαντα τὰ θνητὰ ζῶα πρήσσοντα, τοτὲ μὲν ἐμπνέοντα, τοτὲ δὲ ἐκπνέοντα.
しかし、すべての死すべき動物が絶えず行い続ける唯一のことはこれであり、ある時は息を吸い、ある時は息を吐くのである。
§55. Ὅτι μὲν οὖν μεγάλη κοινωνίη ἅπασι τοῖσι ζώοισι τοῦ ἠέρος ἐστὶν, εἴρηται·
5. したがって、すべての動物にとって空気との大きな関わりがあることはすでに述べられた。
μετὰ τοῦτο τοίνυν εὐθέως ῥητέον, ὅτι οὐκ ἄλλοθέν ποθεν εἰκός ἐστι γίνεσθαι τὰς ἀῤῥωστίας μάλιστα, ἢ ἐντεῦθεν, ὅταν τοῦτο ἢ πλέον, ἢ ἔλασσον, ἢ καὶ ἀθροώτερον, ἢ μεμιασμένον νοσεροῖσι μιάσμασιν, ἐς τὸ σῶμα ἐσέλθῃ.
それゆえ、この次に直ちに述べねばならない。 病気は、他でもないここから生じるのが最も自然である、ということを。 すなわち、これが身体の中に、過剰に、あるいは過少に、あるいはあまりに急激に、あるいは病的な汚染物質によって汚染されて侵入するときである。
Περὶ μὲν οὖν ὅλου τοῦ πρήγματος ἀρκέει μοι ταῦτα·
したがって、事柄の全体については、私にはこれで十分である。
μετὰ δὲ ταῦτα πρὸς αὐτὰ τὰ ἔργα τῷ λόγῳ πορευθεὶς, ἐπιδείξω τὰ νοσήματα τούτου ἀπόγονά τε καὶ ἔκγονα πάντα ἐόντα.
しかし、この後、議論によって実際の現象へと進み、病気はすべてこれの子孫であり産物であることを論証しよう。
§66. Πρῶτον δὲ ἀπὸ τοῦ κοινοτάτου νοσήματος ἄρξομαι, πυρετοῦ·
6. まず、最も一般的な病気である発熱から始めよう。
τοῦτο γὰρ τὸ νόσημα πᾶσιν ἐφεδρεύει τοῖσιν ἄλλοισιν νουσήμασι, μάλιστα δὲ φλεγμονῇ·
なぜなら、この病気は他のすべての病気に、特に炎症に随伴するからである。
δηλοῖ δὲ τὰ γινόμενα προσκόμματα·
生じる障害がそのことを示している。
ἅμα γὰρ τῇ φλεγμονῇ εὐθὺς βουβὼν καὶ πυρετὸς ἕπεται.
すなわち、炎症と同時に、直ちに横痃と発熱が伴うのである。
Ἔστι δὲ δισσὰ εἴδεα πυρετῶν, ὡς ταύτῃ διελθεῖν·
このように分類するならば、発熱には2つの種類がある。
ὁ μὲν κοινὸς ἅπασι καλεόμενος λοιμός· ὁ δὲ διὰ πονηρὴν δίαιταν ἰδίῃ τοῖσι πονηρῶς διαιτεομένοισι γινόμενος·
一つは、すべての人に共通なもので、疫病(ロイモス)と呼ばれるもの、もう一つは、不摂生な養生のために、不摂生な養生をしている個々の人に生じるものである。
ἀμφοτέρων δὲ τουτέων αἴτιος ὁ ἀήρ.
これら両方の原因は空気である。
Ὁ μὲν οὖν κοινὸς πυρετὸς διὰ τοῦτο τοιοῦτός ἐστιν, ὅτι πνεῦμα τωὐτὸ πάντες ἕλκουσιν·
共通の発熱がそのようであるのは、すべての人が同じ気を吸い込むからである。
ὁμοίου δὲ ὁμοίως τοῦ πνεύματος τῷ σώματι μιχθέντος, ὅμοιοι καὶ οἱ πυρετοὶ γίνονται.
同様の気が同様に身体に混ざり合うとき、発熱も同様のものとなる。
Ἀλλ’ ἴσως φήσει τις·
しかし、おそらく誰かがこう言うだろう。
διὰ τί οὖν οὐχ ἅπασι τοῖσι ζώοισι, ἀλλ’ ἔθνει τινὶ αὐτέων ἐπιπίπτουσιν αἱ τοιαῦται νοῦσοι;
「では、なぜそのような病気がすべての動物にではなく、それらのうちのある特定の種にだけ降りかかるのか」と。
Διότι, φαίην ἂν, διαφέρει σῶμα σώματος, καὶ φύσις φύσιος, καὶ τροφὴ τροφῆς·
私はこう答えよう。 身体は身体によって異なり、本性は本性によって異なり、栄養は栄養によって異なるからである。
οὐ γὰρ πᾶσι τοῖσιν ἔθνεσι τῶν ζώων ταὐτὰ οὔτ’ ἀνάρμοστα οὔτ’ εὐάρμοστά ἐστιν, ἀλλ’ ἕτερα ἑτέροισι ξύμφορα, καὶ ἕτερα ἑτέροισιν ἀξύμφορα.
なぜなら、すべての動物の種にとって、同じものが不適合であったり適合したりするわけではなく、あるものはある種にとって有益であり、別のものは別の種にとって不利益だからである。
Ὁκόταν μὲν οὖν ὁ ἀὴρ τοιουτέοισι χρωσθῇ μιάσμασιν, ἃ τῇ ἀνθρωπίνῃ φύσει πολέμιά ἐστιν, ἄνθρωποι τότε νοσέουσιν· ὅταν δὲ ἑτέρῳ τινὶ ἔθνει ζώων ἀνάρμοστος ὁ ἠὴρ γένηται, κεῖνα τότε νοσέουσιν.
したがって、空気が人間の本性にとって敵対的な汚染物質で染められるとき、人間はその時に病気になり、空気が他のある特定の動物の種にとって不適合になるとき、それらの動物がその時に病気になるのである。
§77. Αἳ μὲν οὖν δημόσιαί εἰσι τῶν νούσων, εἴρηται, καὶ ὅτε καὶ ὅκως, καὶ οἷσι, καὶ ἀπὸ τεῦ γίνονται·
7. このように、病気のうちで流行性のものについては、それがいつ、どのように、誰に、実のところ何から生じるかが述べられた。
τὸν δὲ διὰ πονηρὴν δίαιταν γινόμενον πυρετὸν διέξειμί σοι.
次に、不摂生な養生によって生じる発熱について詳しく説明しよう。
Πονηρὴ δέ ἐστιν ἡ τοιήδε δίαιτα, τοῦτο μὲν ὅταν τις πλέονας τροφὰς ἢ ὑγρὰς ἢ ξηρὰς διδῷ τῷ σώματι ἢ τὸ σῶμα δύναται φέρειν, καὶ πόνον μηδένα τῷ πλήθει τῶν τροφῶν ἀντιτιθῇ, τοῦτο δὲ ὅταν ποικίλας καὶ ἀνομοίους ἀλλήλῃσιν ἐσπέμπῃ τροφάς·
不摂生な養生とは次のようなものである。 第一に、身体が耐えうる以上の水分あるいは固形の栄養を身体に与え、その栄養の多さに見合う労作を全く行わないときであり、第二に、多様で互いに似ていない栄養を体内に送り込むときである。
τὰ γὰρ ἀνόμοια στασιάζει, καὶ τὰ μὲν θᾶσσον, τὰ δὲ σχολαίτερον πέσσεται.
なぜなら、似ていないものは不和を起こし、あるものはより速く、別のものはより遅く消化されるからである。
Μετὰ δὲ πολλῶν σιτίων ἀνάγκη καὶ πολλὸν πνεῦμα ἐσιέναι·
また、多くの食物に伴って、必然的に多くの気も体内に入ることになる。
μετὰ πάντων γὰρ τῶν ἐσθιομένων καὶ πινομένων ἀπέρχεται πνεῦμα ἐς τὸ σῶμα, ἢ πλέον, ἢ ἔλασσον.
なぜなら、食べられ飲まれるすべてのものに伴って、多少の差はあれ、気が身体の中へと入っていくからである。
Φανερὸν δὲ τοῦτο τῷδέ ἐστιν·
このことは次のことによって明らかである。
ἐρυγαὶ γὰρ γίνονται μετὰ τὰ σιτία καὶ τὰ ποτὰ τοῖσι πλείστοισιν·
すなわち、ほとんどの人において、食事や飲み物の後にげっぷが生じることである。
ἀνατρέχει γὰρ ὁ κατακλεισθεὶς ἀὴρ, ὁκόταν ἀναῤῥήξῃ τὰς πομφόλυγας, ἐν ᾗσι κρύπτεται.
なぜなら、閉じ込められていた空気が、自らが隠されている気泡を破るときに、上昇してくるからである。
Ὅταν οὖν τὸ σῶμα σιτίων πλησθῇ, καὶ πνεύματος πλησμονὴ ἐπὶ πλέον γίνεται, τῶν σιτίων χρονιζομένων·
したがって、身体が食物で満たされると、食物が滞留するために、気の過満もさらに生じることになる。
χρονίζεται δὲ τὰ σιτία, διὰ τὸ πλῆθος οὐ δυνάμενα διελθεῖν·
そして食物が滞留するのは、その多さのために通過することができないからである。
ἐμφραχθείσης δὲ τῆς κάτω κοιλίης, ἐς ὅλον τὸ σῶμα διέδραμον αἱ φῦσαι·
下腹部が閉塞されると、ガスが身体全体へと走り回る。
προσπεσοῦσαι δὲ πρὸς τὰ ἐναιμότατα τοῦ σώματος ἔψυξαν·
そして身体の最も血液に富む部分にぶつかってそれを冷やす。
τουτέων δὲ τῶν τόπων ψυχθέντων, ὅκου αἱ πηγαὶ καὶ αἱ ῥίζαι τοῦ αἵματός εἰσι, διὰ παντὸς τοῦ σώματος ἡ φρίκη διῆλθεν·
血液の源であり根であるこれらの部位が冷やされると、身体全体に悪寒が走る。
ἅπαντος δὲ τοῦ αἵματος ψυχθέντος, ἅπαν τὸ σῶμα φρίσσει.
そして、血液のすべてが冷やされると、身体全体が震えるのである。