← ヒポクラテス

体内風気について

§8-9

悪寒や震えの発生機序と温罨法による治療

発熱前に悪寒、全身の震え、あくび、関節弛緩が生じるメカニズムを、血液の移動、気(ガス)の熱的挙動、蒸気の凝縮プロセスを用いて説明する。また、腸閉塞などの痛みも気の通過が原因であり、温罨法による治療の仕組みを述べる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§8

​8. Διὰ τοῦτο μὲν οὖν πρῶτον αἱ φρῖκαι γίνονται πρὸ τῶν πυρετῶν· ὅκως δ’ ἂν ὁρμήσωσιν αἱ φῦσαι πλήθει καὶ ψυχρότητι, τοιοῦτον γίνεται καὶ τὸ ῥῖγος, ἀπὸ μὲν πλεόνων καὶ ψυχροτέρων ἰσχυρότερον, ἀπὸ δὲ ἐλασσόνων καὶ ἧσσόν τι ψυχρῶν ἀνισχυρότερον. Ἐν δὲ τῇσι φρίκῃσι καὶ οἱ τρόμοι τοῦ σώματος κατὰ τόνδε γίνονται τὸν τρόπον· τὸ αἷμα φοβεόμενον τὴν παροῦσαν φρίκην ξυντρέχει καὶ διαΐσσει διὰ παντὸς τοῦ σώματος ἐς τὰ θερμότατα. Αὗται μὲν οὖν αἱ ἄλαι·1 καθαλλομένου δὲ τοῦ αἵματος ἐκ τῶν ἀκρωτηρίων τοῦ σώματος, τὰ σπλάγχνα τρομέουσι καὶ αἱ σάρκες· τὰ μὲν γὰρ τοῦ σώματος γίνεται πολύαιμα, τὰ δὲ ἄναιμα· τὰ μὲν οὖν ἄναιμα διὰ τὴν ψύξιν οὐκ ἀτρεμέουσιν, ἀλλὰ πάλλονται,2 τὸ γὰρ θερμὸν ἐξ αὐτέων ἐκλέλοιπεν· τὰ δὲ πολύαιμα διὰ τὸ πλῆθος τοῦ αἵματος τρέμουσι, καὶ φλεγμονὰς ἐμποιέει, οὐ γὰρ δύναται πολλὸν γινόμενον ἀτρεμίζειν. Χασμῶνται δὲ πρὸ τῶν πυρετῶν, ὅτε πολὺς ἀὴρ ἀθροισθεὶς, ἀθρόον ἄνω διεξιὼν, ἐξεμόχλευσε καὶ διέστησε τὸ στόμα· ταύτῃ γὰρ εὐδιέξοδός ἐστιν· ὡς γὰρ ἀπὸ τῶν λεβήτων ἀτμὸς ἀνέρχεται πολὺς ἑψομένου τοῦ ὕδατος, οὕτω καὶ τοῦ σώματος θερμαινομένου δίεισι διὰ τοῦ στόματος ὁ ἀὴρ ξυνεστραμμένος καὶ βίῃ φερόμενος. Τά τε ἄρθρα διαλύεται πρὸ τῶν πυρετῶν· χλιαινόμενα γὰρ τὰ νεῦρα διίσταται. Ὁκόταν δὲ ξυναλισθῇ ἀθροισθὲν τὸ πλεῖστον τοῦ αἵματος, ἀναθερμαίνεται πάλιν ὁ ἀὴρ ὁ ψύξας τὸ αἷμα, κρατηθεὶς ὑπὸ τῆς θερμότητος· διάπυρος δὲ καὶ μύδρος γενόμενος ὅλῳ τῷ σώματι τὴν θερμασίην ἐνειργάσατο. Συνεργὸν δὲ αὐτῷ τὸ αἷμά ἐστι, τήκεται γὰρ πυρούμενον, καὶ γίνεται πνεῦμα ἐξ αὐτοῦ· τοῦ δὲ πνεύματος προσπίπτοντος πρὸς τοὺς πόρους τοῦ σώματος, οἱ ἱδρῶτες γίνονται· τὸ γὰρ πνεῦμα ξυνιστάμενον ἐς ὕδωρ χεῖται, καὶ διὰ τῶν πόρων διεξελθὸν ἔξω περαιοῦται τὸν αὐτὸν τρόπον, ὅνπερ3 ἀπὸ τῶν ἑψομένων ὑδάτων ὁ ἀτμὸς ἐπανιὼν, ἢν ἔχῃ στερέωμα πρὸς ὅ τι χρὴ προσπίπτειν, παχύνεται καὶ πυκνοῦται, καὶ σταγόνες ἀποπίπτουσιν ἀπὸ τῶν πωμάτων, οἷσιν ἂν ὁ ἀτμὸς προσπίπτῃ. Πόνοι δὲ τῆς κεφαλῆς ἅμα τῷ πυρετῷ γίνονται διὰ τόδε· στενοχωρίη τῇσι διεξόδοισιν ἐν τῇ κεφαλῇ τοῦ αἵματος γίνεται· πέπληνται γὰρ αἱ φλέβες ἠέρος, πλησθεῖσαι δὲ καὶ πρησθεῖσαι, τὸν πόνον ἐμποιέουσιν ἐν τῇ κεφαλῇ· βίῃ γὰρ τὸ αἷμα βιαζόμενον διὰ στενῆς ὁδοῦ θερμὸν ἐὸν οὐ δύναται περαιοῦσθαι ταχέως, πολλὰ γὰρ ἐμποδών ἐστιν αὐτῷ κωλύματα καὶ ἐμφράγματα· διὸ δὴ καὶ οἱ σφυγμοὶ γίνονται ἀμφὶ τοὺς κροτάφους.

​8. それゆえ、第一に、悪寒が発熱の前に生じる。そして、ガスが量と冷たさにおいてどのように勢いよく襲いかかるかに応じて、震えもまたそのようになる。すなわち、より多く、より冷たいガスからはより強く、より少なく、あまり冷たくないガスからはより弱い。悪寒の間には、身体の震えもまた次のような仕方で生じる。血液が目前の悪寒を恐れて共に走り、身体全体を貫いて最も温かい部分へと突進するからである。これらが、まさに彷徨である。血液が身体の末端から跳び退くと、内臓と肉が震える。なぜなら、身体のある部分は多血になり、別の部分は無血になるからである。さて、無血の部分は、冷えのために静止しておらず、脈動する。熱がそれらから失われたからである。他方、多血の部分は、血液の多さのために震え、また炎症を引き起こす。多量になった血液は静止していることができないからである。また、発熱の前にあくびをする。多くの空気が蓄積し、一挙に上へと通り抜け、口をこじ開けて押し広げるときである。なぜなら、そこは抜け出やすい通路だからである。水が沸騰しているときに釜から多くの蒸気が立ち上るように、身体が熱せられるときにも、空気が圧縮され、勢いよく運ばれて、口を通って抜けていくのである。また、関節は発熱の前に弛緩する。腱が温められて緩むからである。蓄積した血液の大部分が一つに集まるとき、血液を冷やした空気は、熱に圧倒されて、再び温められる。そして、真っ赤に焼けた鉄のようになって、身体全体に熱をもたらす。血液はそれに協力する。なぜなら、加熱されて融け、それから気が生じるからである。そして、その気が身体の孔に突き当たるときに、汗が生じる。気は凝縮して水となって流れ、孔を通って外へと排出される。それは、沸騰している水から上昇する蒸気が、もし衝突すべき固形物を持っているなら、濃くなって凝縮し、その蒸気が衝突する蓋から滴が滴り落ちるのと全く同じ仕方である。発熱と同時に頭痛が生じるのは次の理由による。頭部において、血液の通路に狭窄が生じるからである。血管が空気で満たされ、満たされて膨張し、頭部に痛みをもたらすからである。温かい血液が力づくで狭い道を無理に通ろうとするが、多くの障害や閉塞がそれにとって邪魔になっているため、速やかに通過することができないのである。それゆえに、こめかみのあたりで脈拍が生じる。

§9

​9. Οἱ μὲν οὖν πυρετοὶ διὰ τοῦτο γίνονται καὶ τὰ μετὰ τῶν πυρετῶν ἀλγήματα καὶ νοσήματα· τῶν δὲ ἄλλων ἀῤῥωστημάτων, ὁκόσοι μὲν ἂν εἰλεοὶ εἶεν, ἢ ἀνειλήματα, ἢ ἕτερα ἀποστηρίγματα, φύσας εἶναι αἴτια ἅπασιν ἡγέομαι φανερὸν εἶναι· πάντων γὰρ τῶν τοιουτέων αἰτίη τοῦ πνεύματος ἡ διόδευσις· τοῦτο γὰρ ὁκόταν προσπέσῃ πρὸς τόπους ἁπαλοὺς καὶ ἀήθεας καὶ ἀθίκτους, ὥσπερ τόξευμα ἐγκείμενον διαδύνει διὰ τῆς σαρκός· προσπίπτει δὲ ποτὲ μὲν πρὸς τὰ ὑποχόνδρια, ποτὲ δὲ πρὸς τὰς λαπάρας, ποτὲ δὲ ἐς ἀμφότερα· διὸ δὴ καὶ θερμαίνοντες ἔξωθεν πυριήμασι πειρέονται μαλθάσσειν τὸν πόνον· ἀραιούμενον4 γὰρ ὑπὸ τῆς θερμασίης τοῦ πυριήματος διέρχεται τὸ πνεῦμα διὰ τοῦ σώματος, ὥστε παῦλάν τινα γενέσθαι τῶν πόνων.

​9. したがって、発熱と、発熱に伴う苦痛や病気は、これらの原因によって生じる。他の不調のうち、腸閉塞や、腹痛、あるいは他の鬱積であるものについては、すべてガスが原因であることが明白であると私は考える。なぜなら、そのようなすべてのものにおいて、原因は気の通過だからである。これが柔らかく、不慣れで、触れられたことのない部位に突き当たるとき、肉の中を、まるで突き刺さった矢のように通り抜けるからである。そして、それはある時は季肋部に、ある時は脇腹に、ある時はその両方に突き当たる。それゆえに、外から温罨法で温めることで、痛みを和らげようと試みるのである。温罨法の熱によって希薄になることで、気が身体を通り抜けていくため、痛みにある種の一時的な緩和が生じるのである。

構文注4 件
  1. 8Αὗται μὲν οὖν αἱ ἄλαι

    コピュラ動詞(εἰσίν)の省略。αἱ ἄλαι(さまよい、放浪、動揺)は、直前で血液が冷えを恐れて身体中を温かい場所へと逃げ回る様子(ξυντρέχει καὶ διαΐσσει)を指している。

  2. 8οὐκ ἀτρεμέουσιν, ἀλλὰ πάλλονται

    主語が中性複数名詞(τὰ ἄναιμα)であるにもかかわらず、動詞が複数形(ἀτρεμέουσιν, πάλλονται)になっている。これは古典ギリシア語アッティカ方言の規則(中性複数主語は単数動詞をとる)から外れるが、イオン方言などの非アッティカ方言的な特徴であり、個々の部分がそれぞれ個別に動くことを強調する効果を持つ。

  3. 8τὸν αὐτὸν τρόπον, ὅνπερ

    関係代名詞対格(ὅνπερ)が導く関係節による比喩の構文。τὸν αὐτὸν τρόπον(同じ方法で)と相関し、「〜と全く同じ方法で」を表す。ここでは、体内の気が凝縮して汗となって毛穴から出る仕組みを、沸騰した水の蒸気が蓋に当たって凝縮して水滴となるプロセスに例えている。

  4. 9ἀραιούμενον

    中性単数現在受動態分詞で、主語は前文の τὸ πνεῦμα(気)である。「(熱によって)希薄にされることで、あるいは緩められることで」という原因・手段を表す分詞。熱が気の密度を薄くして通り抜けやすくすること、あるいは身体組織の密度を粗にして通り抜けやすくすることを示している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0627.tlg021.humanitext-grc1:8-9