Humanitext Reader

希波克拉底 · 论风 §8-9

恶寒震颤的成因与温敷治疗机理

第 3 段,共 5 段 · 希腊语

内容简介

本段阐明了发热前产生恶寒、身体震颤、打哈欠和关节松弛的机制,并将其比作血液的移动、气体的运行以及蒸汽的凝结过程。同时指出肠梗阻等痛苦亦是由气体运行所致,并解释了热敷疗法的缓解机制。

§88. Διὰ τοῦτο μὲν οὖν πρῶτον αἱ φρῖκαι γίνονται πρὸ τῶν πυρετῶν·
8. 因此,首先在发热之前会产生恶寒。
ὅκως δ’ ἂν ὁρμήσωσιν αἱ φῦσαι πλήθει καὶ ψυχρότητι, τοιοῦτον γίνεται καὶ τὸ ῥῖγος, ἀπὸ μὲν πλεόνων καὶ ψυχροτέρων ἰσχυρότερον, ἀπὸ δὲ ἐλασσόνων καὶ ἧσσόν τι ψυχρῶν ἀνισχυρότερον.
而随着气体在数量和寒冷程度上如何势头汹汹地涌动,冷战也是如此:由较多且较冷的气体产生较强的冷战,由较少且不那么冷的气体产生较弱的冷战。
Ἐν δὲ τῇσι φρίκῃσι καὶ οἱ τρόμοι τοῦ σώματος κατὰ τόνδε γίνονται τὸν τρόπον· τὸ αἷμα φοβεόμενον τὴν παροῦσαν φρίκην ξυντρέχει καὶ διαΐσσει διὰ παντὸς τοῦ σώματος ἐς τὰ θερμότατα.
在恶寒期间,身体的颤抖也以下列方式产生:因为血液害怕眼前的寒冷,便一同奔流,穿过全身,冲向最温暖的部位。
Αὗται μὲν οὖν αἱ ἄλαι· καθαλλομένου δὲ τοῦ αἵματος ἐκ τῶν ἀκρωτηρίων τοῦ σώματος, τὰ σπλάγχνα τρομέουσι καὶ αἱ σάρκες· τὰ μὲν γὰρ τοῦ σώματος γίνεται πολύαιμα, τὰ δὲ ἄναιμα·
以上这些就是彷徨;而当血液从身体的末端退缩时,内脏和肌肉便会颤抖;因为身体的一部分变得多血,而另一部分变得无血。
τὰ μὲν οὖν ἄναιμα διὰ τὴν ψύξιν οὐκ ἀτρεμέουσιν, ἀλλὰ πάλλονται, τὸ γὰρ θερμὸν ἐξ αὐτέων ἐκλέλοιπεν· τὰ δὲ πολύαιμα διὰ τὸ πλῆθος τοῦ αἵματος τρέμουσι, καὶ φλεγμονὰς ἐμποιέει, οὐ γὰρ δύναται πολλὸν γινόμενον ἀτρεμίζειν.
因此,无血的部位由于寒冷无法静止,而是发生跳动,因为热量已经离开了它们;而多血的部位由于血液过多而颤抖,并引起炎症,因为变多的血液无法保持静止。
Χασμῶνται δὲ πρὸ τῶν πυρετῶν, ὅτε πολὺς ἀὴρ ἀθροισθεὶς, ἀθρόον ἄνω διεξιὼν, ἐξεμόχλευσε καὶ διέστησε τὸ στόμα· ταύτῃ γὰρ εὐδιέξοδός ἐστιν· ὡς γὰρ ἀπὸ τῶν λεβήτων ἀτμὸς ἀνέρχεται πολὺς ἑψομένου τοῦ ὕδατος, οὕτω καὶ τοῦ σώματος θερμαινομένου δίεισι διὰ τοῦ στόματος ὁ ἀὴρ ξυνεστραμμένος καὶ βίῃ φερόμενος.
此外,在发热之前人们会打哈欠,此时大量的空气聚集在一起,猛烈地向上穿行,撬开并撑大了嘴巴;因为这一处是容易通过的出口;正如水沸腾时锅中会升起大量蒸汽一样,当身体变热时,空气被压缩并猛烈地流动,通过口中排出去。
Τά τε ἄρθρα διαλύεται πρὸ τῶν πυρετῶν· χλιαινόμενα γὰρ τὰ νεῦρα διίσταται.
在发热之前,关节也会松弛;因为筋腱受热而松弛。
Ὁκόταν δὲ ξυναλισθῇ ἀθροισθὲν τὸ πλεῖστον τοῦ αἵματος, ἀναθερμαίνεται πάλιν ὁ ἀὴρ ὁ ψύξας τὸ αἷμα, κρατηθεὶς ὑπὸ τῆς θερμότητος· διάπυρος δὲ καὶ μύδρος γενόμενος ὅλῳ τῷ σώματι τὴν θερμασίην ἐνειργάσατο.
而当聚集的大部分血液汇合在一起时,那曾使血液冷却的空气在热量的压倒下重新变热;并变得如同烧红的铁块一般,将热量灌注到整个身体中。
Συνεργὸν δὲ αὐτῷ τὸ αἷμά ἐστι, τήκεται γὰρ πυρούμενον, καὶ γίνεται πνεῦμα ἐξ αὐτοῦ· τοῦ δὲ πνεύματος προσπίπτοντος πρὸς τοὺς πόρους τοῦ σώματος, οἱ ἱδρῶτες γίνονται· τὸ γὰρ πνεῦμα ξυνιστάμενον ἐς ὕδωρ χεῖται, καὶ διὰ τῶν πόρων διεξελθὸν ἔξω περαιοῦται τὸν αὐτὸν τρόπον, ὅνπερ ἀπὸ τῶν ἑψομένων ὑδάτων ὁ ἀτμὸς ἐπανιὼν, ἢν ἔχῃ στερέωμα πρὸς ὅ τι χρὴ προσπίπτειν, παχύνεται καὶ πυκνοῦται, καὶ σταγόνες ἀποπίπτουσιν ἀπὸ τῶν πωμάτων, οἷσιν ἂν ὁ ἀτμὸς προσπίπτῃ.
而血液是它的协助者,因为血液受热融化,并从中产生气;当这股气撞击身体的毛孔时,便产生了汗水;因为气凝聚并化为水流出,通过毛孔排到外面,其方式正如从沸水中上升的蒸汽,如果有可供撞击的固体障碍物,就会变浓并凝聚,然后从蒸汽所撞击的盖子上落下一滴滴的水珠。
Πόνοι δὲ τῆς κεφαλῆς ἅμα τῷ πυρετῷ γίνονται διὰ τόδε· στενοχωρίη τῇσι διεξόδοισιν ἐν τῇ κεφαλῇ τοῦ αἵματος γίνεται· πέπληνται γὰρ αἱ φλέβες ἠέρος, πλησθεῖσαι δὲ καὶ πρησθεῖσαι, τὸν πόνον ἐμποιέουσιν ἐν τῇ κεφαλῇ· βίῃ γὰρ τὸ αἷμα βιαζόμενον διὰ στενῆς ὁδοῦ θερμὸν ἐὸν οὐ δύναται περαιοῦσθαι ταχέως, πολλὰ γὰρ ἐμποδών ἐστιν αὐτῷ κωλύματα καὶ ἐμφράγματα· διὸ δὴ καὶ οἱ σφυγμοὶ γίνονται ἀμφὶ τοὺς κροτάφους.
发热的同时产生头痛是由于这个原因:头部血液的通道发生了狭窄;因为血管里充满了空气,被充盈并膨胀起来,在头部引起疼痛;因为温热的血液受到强力压迫,无法迅速通过狭窄的通道,因为有许多障碍和堵塞物阻挡着它;也正因为如此,太阳穴周围才会产生搏动。
§99. Οἱ μὲν οὖν πυρετοὶ διὰ τοῦτο γίνονται καὶ τὰ μετὰ τῶν πυρετῶν ἀλγήματα καὶ νοσήματα· τῶν δὲ ἄλλων ἀῤῥωστημάτων, ὁκόσοι μὲν ἂν εἰλεοὶ εἶεν, ἢ ἀνειλήματα, ἢ ἕτερα ἀποστηρίγματα, φύσας εἶναι αἴτια ἅπασιν ἡγέομαι φανερὸν εἶναι· πάντων γὰρ τῶν τοιουτέων αἰτίη τοῦ πνεύματος ἡ διόδευσις· τοῦτο γὰρ ὁκόταν προσπέσῃ πρὸς τόπους ἁπαλοὺς καὶ ἀήθεας καὶ ἀθίκτους, ὥσπερ τόξευμα ἐγκείμενον διαδύνει διὰ τῆς σαρκός· προσπίπτει δὲ ποτὲ μὲν πρὸς τὰ ὑποχόνδρια, ποτὲ δὲ πρὸς τὰς λαπάρας, ποτὲ δὲ ἐς ἀμφότερα· διὸ δὴ καὶ θερμαίνοντες ἔξωθεν πυριήμασι πειρέονται μαλθάσσειν τὸν πόνον· ἀραιούμενον γὰρ ὑπὸ τῆς θερμασίης τοῦ πυριήματος διέρχεται τὸ πνεῦμα διὰ τοῦ σώματος, ὥστε παῦλάν τινα γενέσθαι τῶν πόνων.
9. 因此,发热以及伴随发热的痛苦和疾病就是由于这些原因产生的;而在其他疾病中,凡是肠梗阻、或腹部绞痛、或其他局部郁积,我认为对所有人来说显而易见,气体是它们的原因;因为在所有这些情况下,原因都是气的运行;因为当这气体撞击到柔软、不适应、且未曾接触过的部位时,就像刺入的箭矢一样穿透肌肉;它有时撞击胁下,有时撞击胁腹,有时两者兼有;因此,人们尝试从外部用热敷来加热,以期缓解疼痛;因为在热敷的热量作用下,其变得稀薄,气得以穿过身体,从而使痛苦得到某种缓解。

词汇与语法注释

  1. §8Αὗται μὲν οὖν αἱ ἄλαι — 省略了系动词(εἰσίν)。"αἱ ἄλαι"(彷徨、游荡、动荡)指代前句中所描述的现象,即血液因害怕眼前的寒冷而共同奔流并穿过全身冲向温暖部位的动作。
  2. ¦p.102¦οὐκ ἀτρεμέουσιν, ἀλλὰ πάλλονται — 尽管主语是中性复数(τὰ ἄναιμα),动词却使用了复数形式(ἀτρεμέουσιν、πάλλονται)。这脱离了标准雅典方言的规则(中性复数主语配单数动词),属于伊奥尼亚方言等非雅典方言的特征,强调各个无血部位分别进行个体的运动。
  3. ¦p.102¦τὸν αὐτὸν τρόπον, ὅνπερ — 关系代名词宾格(ὅνπερ)引导的关系从句与 "τὸν αὐτὸν τρόπον"(以同样的方式)相呼应,表示“正如……一样”。在此处,体内气体凝结成汗水并排出毛孔的过程,被比作沸水蒸汽在盖子上凝聚成水滴的物理过程。
  4. §9ἀραιούμενον — 中性单数现在时被动分词,其主语是前文中的 "τὸ πνεῦμα"(气)。在此处作状语(表示原因或手段),意为“(因热敷的热量而)变得稀薄或松弛”,从而使气体得以穿过身体并缓解疼痛。

引用这一段

希波克拉底, 论风 §8-9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg021.humanitext-grc1:8-9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。