§66. Ἀκρώμιον ἀποσπασθὲν, τὸ μὲν εἶδος φαίνεται, οἷόνπερ ὤμου ἐκπεσόντος, στερίσκεται δ᾿ οὐδενὸς, ἐς δὲ τὸ αὐτὸ οὐ καθίσταται.
6. 肩峰が剥離した場合、その外見は肩が脱臼したときと全く同様に見えるが、機能はいかなるものも失われず、また元の位置に戻ることもない。
Σχῆμα τὸ αὐτὸ, ᾧ καὶ ἐκπεσόντι, ἐν ἐπιδέσει καὶ ἀνάληψει· ἐπιδέσιος καὶ ὡς νόμος.
包帯法と吊り下げにおける肢位は、脱臼したときと同様であり、包帯法もまた定めに従う。
§77. Ἀγκῶνος ἄρθρον παραλλάξαν μὲν ἢ πρὸς πλευρὴν, ἢ ἔξω, μένοντος τοῦ ὀξέος τοῦ ἐν τῷ κοίλῳ τοῦ βραχίονος, ἐς ἰθὺ κατατείνοντα, τὰ ἐξέχοντα ἀνωθέειν ὀπίσω καὶ ἐς τὸ πλάγιον.
7. 肘関節が脇腹の方または外側にずれたが、上腕骨の窩の中に鋭い突起が留まっている場合、直線上に牽引しながら、突出している部分を後方および側方へと押し戻す。
§88. Τὰ δὲ τελέως ἐκβάντα ἢ ἔνθα ἢ ἔνθα· κατάτασις μὲν, ἐν ᾗ ὁ βραχίων ἐπιδεῖται·
8. しかし、こちら側またはあちら側へ完全に脱臼したものについては、上腕が縛りつけられるときの肢位で牽引を行う。
οὕτω γὰρ τὸ καμπύλον τοῦ ἀγκῶνος οὐ κωλύσει.
なぜなら、そうすれば肘の屈曲部が妨げにならないからである。
Ἐκπίπτει δὲ μάλιστα ἐς τὸ πρὸς πλευρία μέρος.
脱臼は主に脇腹の側へと起こる。
Τὰς δὲ κατορθώσιας, ἀπάγοντα ὅτι πλεῖστον, ὡς μὴ ψαύσῃ τῆς κορώνης ἡ κεφαλὴ, μετέωρον δὲ περιάγειν καὶ περικάμψαι, καὶ μὴ ἐς ἰθὺ βιάζεσθαι, ἅμα δὲ ὠθέειν τἀναντία ἐφ᾿ ἑκάτερα, καὶ παρωθέειν ἐς χώρην.
整復にあたっては、頭部が烏口突起に触れないように、できる限り引き離し、高く持ち上げた状態で旋回させ、屈曲させ、真っ直ぐに押し込もうとしてはならない。 そして同時に、両側から互いに反対の方向に押し、元の場所へと押し滑り込ませる。
Συνωφελοίη δ᾿ ἂν καὶ ἐπίστρεψις ἀγκῶνος ἐν τούτοισιν, ἐν τῷ μὲν ἐς τὸ ὕπτιον, ἐν τῷ δὲ ἐς τὸ πρηνές·
これらの場合、肘を回転させることも有益であり、ある場合には回外させ、別の場合には回内させる。
ἐμβολὴ δέ· σχήματος μὲν, ὀλίγον ἀνωτέρω ἄκρην χεῖρα ἀγκῶνος ἔχειν, βραχίονα δὲ κατὰ τὰς πλευράς·
整復後の肢位:手先を肘よりもわずかに高く保ち、上腕を脇腹に密着させる。
οὕτω δὲ καὶ ἀνάληψις, καὶ εὔφορον, καὶ φύσις, καὶ χρῆσις ἐν τῷ κοινῷ, ἢν ἄρα μὴ κακῶς πωρωθῇ·
この状態で吊り下げることも行い、これは快適であり、自然であり、一般的な動作での使用に適している。
πωροῦται δὲ ταχέως.
ただし、悪く固着してしまわなければの話であるが、固着は速やかに起こる。
Ἴησις, ὀθονίοισι κατὰ τὸν νόμον τὸν ἀρθριτικὸν, καὶ τὸ ὀξὺ προσεπιδεῖν.
治療は、関節疾患の規則に従って細帯を用い、さらに鋭い突起をも包帯で巻く。
§99. Παλιγκοτώτατον δὲ ἀγκὼν πυρετοῖσι, ὀδύνῃ ἀσώδει, ἀκρατοχόλῳ, ἀγκῶνος δὲ μάλιστα ὀπίσω διὰ τὸ ναρκῶδες, δεύτερον τὸ ἔμπροσθεν.
9. 肘の疾患は、発熱、むかつきを伴う痛み、純粋な胆汁の排出に関して最も厄介であり、特に後方脱臼は麻痺を引き起こすために最も厄介であり、前方脱臼がこれに次ぐ。
Ἴησις ἡ αὐτή.
治療法は同じである。
ἐμβολαὶ δὲ τοῦ μὲν ὀπίσω, ἐκτείνοντα κατατεῖναι·
整復法:後方脱臼に対しては、真っ直ぐに伸ばしながら牽引する。
σημεῖον δὲ, οὐ γὰρ δύνανται ἐκτείνειν·
その徴候は、腕を伸ばすことができないことである。
τοῦ δὲ ἔμπροσθεν, οὐ δύνανται ξυγκάμπτειν.
前方脱臼に対しては、腕を曲げることができない。
Τούτῳ δὲ ἐνθέντα τι σκληρὸν συνειλεγμένον, περὶ τοῦτο ξυγκάμψαι ἐξ ἐκτάσιος ἐξαίφνης.
これに対しては、何か硬いものを丸めて挟み、伸ばした状態から急激にこれを支点として曲げる。
§1010. Διαστάσιος δὲ ὀστέων σημεῖον, κατὰ τὴν φλέβα τὴν κατὰ τὸν βραχίονα σχιζομένην διαψαύοντι.
10. 骨の離開の徴候は、上腕のところで分岐している静脈に沿って触診することによって得られる。
§1111. Ταῦτα δὲ ταχέως διαπωροῦται.
11. これらの部位は速やかに固着する。
Ἐκ γενεῆς δὲ, βραχύτερα τὰ κάτω ὀστέα τοῦ σίνεος, πλεῖστον τὰ ἐγγύτατα πήχεος, δεύτερον χειρὸς, τρίτον δακτύλων.
生まれつきの場合、患部より下方の骨は短くなり、前腕の最も近い骨が最も著しく、次いで手、その次に指の骨が短くなる。
Βραχίων δὲ καὶ ὦμος ἐγκρατέστερα διὰ τὴν τροφήν.
しかし、上腕と肩は栄養供給のために、より頑健である。
Ἡ δ᾿ ἑτέρη χεὶρ διὰ τὰ ἔργα πλείω ἔτι ἐγκρατεστέρη.
もう一方の手は、より多くの作業を行うため、さらに頑健である。
Μινύθησις δὲ σαρκῶν, εἰ μὲν ἔξω ἐξέπεσεν, εἴσω, εἰ δὲ μὴ, ἐς τοὐναντίον ᾗ ἐξέπεσεν.
肉の減少は、もし外側に脱臼したなら内側に起こり、そうでなければ脱臼した方向とは反対側に起こる。
§1212. Ἀγκὼν δὲ ἢν μὲν ἔξω ἢ ἔσω ἐκβῇ, κατάτασις μὲν ἐν σχήματι ἐγγωνίῳ, κοινῷ τῷ πήχει πρὸς βραχίονα·
12. 肘が外側または内側に脱臼した場合、牽引は前腕の上腕に対する角度を、一般的である直角の肢位にして行う。
τὴν γὰρ μασχάλην ἀναλαβὼν ταινίῃ ἀνακρεμάσαι, ἀγκῶνι δὲ ἄκρῳ ὑποθείς τι παρὰ τὸ ἄρθρον βάρος ἐκκρεμάσαι, ἢ χερσὶ καταναγκάσαι.
すなわち、腋窩を帯で支えて吊り下げ、肘の先端の関節近くの下に何かを置き、重りをぶら下げるか、あるいは手で押し下げる。
Ὑπεραιωρηθέντος δὲ τοῦ ἄρθρου, αἱ παραγωγαὶ τοῖσι θέναρσιν, ὡς τὰ ἐν χερσίν.
関節が持ち上げられたら、手のひらを用いて横方向への調整を行う。 これは手の骨の場合と同様である。
Ἐπίδεσις ἐν τούτῳ τῷ σχήματι, καὶ ἀνάληψις, καὶ θέσις.
包帯法、吊り下げ、および固定はこの肢位において行う。
§1313. Τὰ δ᾿ ὄπισθεν ἐξαίφνης ἐκτείνοντα διορθοῦν τοῖσι θέναρσιν·
13. 後方脱臼に対しては、急激に腕を伸ばしながら、手のひらを用いて整復する。
ἅμα δὲ δεῖ ἐν τῇ διορθώσει, καὶ τοῖσιν ἑτέροισιν.
そして整復においては、同時に他の部位をも用いなければならない。
Ἢν δὲ πρόσθεν, ἀμφὶ ὀθόνιον ξυνειλεγμένον, εὔογκον, ξυγκάμπτοντα ἅμα δἶορθοῦσθαι.
もし前方脱臼であるなら、適度な大きさの丸めた細帯を挟んで、腕を曲げながら同時に整復する。
§1414. Ἢν δ᾿ ἑτεροκλινὲς ᾖ, ἐν τῇ διορθώσει ἀμφότερα ἅμα χρὴ ποιέειν.
14. もし一側に偏って傾いているなら、整復において両方の操作を同時に行わねばならない。
Τῆς δὲ μελέτης, κοινὸν τὸ σχῆμα καὶ ἡ ἐπίδεσις.
治療に関しては、肢位と包帯法は共通である。
Δύναται γὰρ ἐκ τῆς διατάσιος κοινῇ ξυμπίπτειν πάντα.
なぜなら、牽引によってすべてのものが共通して元通りに収まることができるからである。
§1515. Τῶν δὲ ἐμβολέων αἱ μὲν ἐξ ὑπεραιωρήσιος ἐμβαλλονται, αἱ δὲ ἐκ κατατάσιος, αἱ δὲ ἐκ περισφάλσιος·
15. 復位法のうち、あるものは過挙上によって行われ、あるものは牽引によって行われ、あるものは回転運動によって行われる。
αὗται δὲ ἐκ τῶν ὑπερβολέων τῶν σχημάτων, ἢ τῇ ἢ τῇ, ξὺν τῷ τάχει.
この最後のものは、こちら側またはあちら側への極端な肢位から、迅速に行われる。