- 底本
- Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 4. Littré, Émile, editor. Paris: Baillière, 1844
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0627.tlg011.humanitext-grc1:6-15
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
肩峰の剥離と肘関節の様々な脱臼(亜脱臼、完全脱臼、前後および内外側脱臼)について、それぞれの臨床的特徴、徴候、整復手順、治療後の固定肢位を論じる。
6. Ἀκρώμιον ἀποσπασθὲν, τὸ μὲν εἶδος φαίνεται, οἷόνπερ ὤμου ἐκπεσόντος, στερίσκεται δ᾿ οὐδενὸς,1 ἐς δὲ τὸ αὐτὸ οὐ καθίσταται. Σχῆμα τὸ αὐτὸ, ᾧ καὶ ἐκπεσόντι, ἐν ἐπιδέσει καὶ ἀνάληψει· ἐπιδέσιος καὶ ὡς νόμος.
6. 肩峰が剥離した場合、その外見は肩が脱臼したときと全く同様に見えるが、機能はいかなるものも失われず、また元の位置に戻ることもない。包帯法と吊り下げにおける肢位は、脱臼したときと同様であり、包帯法もまた定めに従う。
7. Ἀγκῶνος ἄρθρον παραλλάξαν μὲν ἢ πρὸς πλευρὴν, ἢ ἔξω, μένοντος τοῦ ὀξέος τοῦ ἐν τῷ κοίλῳ τοῦ βραχίονος,2 ἐς ἰθὺ κατατείνοντα, τὰ ἐξέχοντα ἀνωθέειν ὀπίσω καὶ ἐς τὸ πλάγιον.
7. 肘関節が脇腹の方または外側にずれたが、上腕骨の窩の中に鋭い突起が留まっている場合、直線上に牽引しながら、突出している部分を後方および側方へと押し戻す。
8. Τὰ δὲ τελέως ἐκβάντα ἢ ἔνθα ἢ ἔνθα· κατάτασις μὲν, ἐν ᾗ ὁ βραχίων ἐπιδεῖται· οὕτω γὰρ τὸ καμπύλον τοῦ ἀγκῶνος οὐ κωλύσει. Ἐκπίπτει δὲ μάλιστα ἐς τὸ πρὸς πλευρία μέρος. Τὰς δὲ κατορθώσιας, ἀπάγοντα ὅτι πλεῖστον, ὡς μὴ ψαύσῃ τῆς κορώνης3 ἡ κεφαλὴ, μετέωρον δὲ περιάγειν καὶ περικάμψαι, καὶ μὴ ἐς ἰθὺ βιάζεσθαι, ἅμα δὲ ὠθέειν τἀναντία ἐφ᾿ ἑκάτερα, καὶ παρωθέειν ἐς χώρην. Συνωφελοίη δ᾿ ἂν καὶ ἐπίστρεψις ἀγκῶνος ἐν τούτοισιν, ἐν τῷ μὲν ἐς τὸ ὕπτιον, ἐν τῷ δὲ ἐς τὸ πρηνές· ἐμβολὴ δέ· σχήματος μὲν, ὀλίγον ἀνωτέρω ἄκρην χεῖρα ἀγκῶνος ἔχειν, βραχίονα δὲ κατὰ τὰς πλευράς· οὕτω δὲ καὶ ἀνάληψις, καὶ εὔφορον, καὶ φύσις, καὶ χρῆσις ἐν τῷ κοινῷ, ἢν ἄρα μὴ κακῶς πωρωθῇ· πωροῦται δὲ ταχέως. Ἴησις, ὀθονίοισι κατὰ τὸν νόμον τὸν ἀρθριτικὸν, καὶ τὸ ὀξὺ προσεπιδεῖν.
8. しかし、こちら側またはあちら側へ完全に脱臼したものについては、上腕が縛りつけられるときの肢位で牽引を行う。なぜなら、そうすれば肘の屈曲部が妨げにならないからである。脱臼は主に脇腹の側へと起こる。整復にあたっては、頭部が鉤状突起に触れないように、できる限り引き離し、高く持ち上げた状態で旋回させ、屈曲させ、真っ直ぐに押し込もうとしてはならない。そして同時に、両側から互いに反対の方向に押し、元の場所へと押し滑り込ませる。これらの場合、肘を回転させることも有益であり、ある場合には回外させ、別の場合には回内させる。整復後の肢位:手先を肘よりもわずかに高く保ち、上腕を脇腹に密着させる。この状態で吊り下げることも行い、これは快適であり、自然であり、一般的な動作での使用に適している。ただし、悪く固着してしまわなければの話であるが、固着は速やかに起こる。治療は、関節疾患の規則に従って細帯を用い、さらに鋭い突起をも包帯で巻く。
9. Παλιγκοτώτατον δὲ ἀγκὼν πυρετοῖσι, ὀδύνῃ ἀσώδει, ἀκρατοχόλῳ, ἀγκῶνος δὲ μάλιστα ὀπίσω διὰ τὸ ναρκῶδες, δεύτερον τὸ ἔμπροσθεν. Ἴησις ἡ αὐτή. ἐμβολαὶ δὲ τοῦ μὲν ὀπίσω, ἐκτείνοντα κατατεῖναι· σημεῖον δὲ, οὐ γὰρ δύνανται ἐκτείνειν· τοῦ δὲ ἔμπροσθεν, οὐ δύνανται ξυγκάμπτειν. Τούτῳ δὲ ἐνθέντα τι σκληρὸν συνειλεγμένον, περὶ τοῦτο ξυγκάμψαι ἐξ ἐκτάσιος ἐξαίφνης.
9. 肘の疾患は、発熱、むかつきを伴う痛み、純粋な胆汁の排出に関して最も厄介であり、特に後方脱臼は麻痺を引き起こすために最も厄介であり、前方脱臼がこれに次ぐ。治療法は同じである。整復法:後方脱臼に対しては、真っ直ぐに伸ばしながら牽引する。その徴候は、腕を伸ばすことができないことである。前方脱臼に対しては、腕を曲げることができない。これに対しては、何か硬いものを丸めて挟み、伸ばした状態から急激にこれを支点として曲げる。
10. Διαστάσιος δὲ ὀστέων σημεῖον, κατὰ τὴν φλέβα τὴν κατὰ τὸν βραχίονα σχιζομένην4 διαψαύοντι.
10. 骨の離開の徴候は、上腕のところで分岐している静脈に沿って触診することによって得られる。
11. Ταῦτα δὲ ταχέως διαπωροῦται. Ἐκ γενεῆς δὲ, βραχύτερα τὰ κάτω ὀστέα τοῦ σίνεος, πλεῖστον τὰ ἐγγύτατα πήχεος, δεύτερον χειρὸς, τρίτον δακτύλων. Βραχίων δὲ καὶ ὦμος ἐγκρατέστερα διὰ τὴν τροφήν. Ἡ δ᾿ ἑτέρη χεὶρ διὰ τὰ ἔργα πλείω ἔτι ἐγκρατεστέρη. Μινύθησις δὲ σαρκῶν, εἰ μὲν ἔξω ἐξέπεσεν, εἴσω, εἰ δὲ μὴ, ἐς τοὐναντίον ᾗ ἐξέπεσεν.
11. これらの部位は速やかに固着する。生まれつきの場合、患部より下方の骨は短くなり、前腕の最も近い骨が最も著しく、次いで手、その次に指の骨が短くなる。しかし、上腕と肩は栄養供給のために、より頑健である。もう一方の手は、より多くの作業を行うため、さらに頑健である。肉の減少は、もし外側に脱臼したなら内側に起こり、そうでなければ脱臼した方向とは反対側に起こる。
12. Ἀγκὼν δὲ ἢν μὲν ἔξω ἢ ἔσω ἐκβῇ, κατάτασις μὲν ἐν σχήματι ἐγγωνίῳ, κοινῷ τῷ πήχει πρὸς βραχίονα· τὴν γὰρ μασχάλην ἀναλαβὼν ταινίῃ ἀνακρεμάσαι, ἀγκῶνι δὲ ἄκρῳ ὑποθείς τι παρὰ τὸ ἄρθρον βάρος ἐκκρεμάσαι, ἢ χερσὶ καταναγκάσαι. Ὑπεραιωρηθέντος δὲ τοῦ ἄρθρου, αἱ παραγωγαὶ τοῖσι θέναρσιν, ὡς τὰ ἐν χερσίν. Ἐπίδεσις ἐν τούτῳ τῷ σχήματι, καὶ ἀνάληψις, καὶ θέσις.
12. 肘が外側または内側に脱臼した場合、牽引は前腕の上腕に対する角度を、一般的である直角の肢位にして行う。すなわち、腋窩を帯で支えて吊り下げ、肘の先端の関節近くの下に何かを置き、重りをぶら下げるか、あるいは手で押し下げる。関節が持ち上げられたら、手のひらを用いて横方向への調整を行う。これは手の骨の場合と同様である。包帯法、吊り下げ、および固定はこの肢位において行う。
13. Τὰ δ᾿ ὄπισθεν ἐξαίφνης ἐκτείνοντα διορθοῦν τοῖσι θέναρσιν· ἅμα δὲ δεῖ ἐν τῇ διορθώσει, καὶ τοῖσιν ἑτέροισιν. Ἢν δὲ πρόσθεν, ἀμφὶ ὀθόνιον ξυνειλεγμένον, εὔογκον, ξυγκάμπτοντα ἅμα διορθοῦσθαι.
13. 後方脱臼に対しては、急激に腕を伸ばしながら、手のひらを用いて整復する。そして整復においては、同時に他の部位をも用いなければならない。もし前方脱臼であるなら、適度な大きさの丸めた細帯を挟んで、腕を曲げながら同時に整復する。
14. Ἢν δ᾿ ἑτεροκλινὲς ᾖ, ἐν τῇ διορθώσει ἀμφότερα ἅμα χρὴ ποιέειν. Τῆς δὲ μελέτης, κοινὸν τὸ σχῆμα καὶ ἡ ἐπίδεσις. Δύναται γὰρ ἐκ τῆς διατάσιος κοινῇ ξυμπίπτειν πάντα.
14. もし一側に偏って傾いているなら、整復において両方の操作を同時に行わねばならない。治療に関しては、肢位と包帯法は共通である。なぜなら、牽引によってすべてのものが共通して元通りに収まることができるからである。
15. Τῶν δὲ ἐμβολέων αἱ μὲν ἐξ ὑπεραιωρήσιος ἐμβαλλονται, αἱ δὲ ἐκ κατατάσιος, αἱ δὲ ἐκ περισφάλσιος· αὗται δὲ ἐκ τῶν ὑπερβολέων τῶν σχημάτων, ἢ τῇ ἢ τῇ, ξὺν τῷ τάχει.
15. 復位法のうち、あるものは過挙上によって行われ、あるものは牽引によって行われ、あるものは回転運動によって行われる。この最後のものは、こちら側またはあちら側への極端な肢位から、迅速に行われる。
- 6στερίσκεται δ᾿ οὐδενὸς
受動態 στερίσκω(奪われる)の三人称単数現在。「何ものも奪われない」、すなわち「肩関節の運動機能や実用的な効用は一切失われない」という意味。脱臼と異なり、骨の一部が剥離しただけであるため機能障害が残らないことを説明している。
- 7τοῦ ὀξέος τοῦ ἐν τῷ κοίλῳ τοῦ βραχίονος
直訳は「上腕の窪みの中にある鋭い突起」。解剖学的には、尺骨の「肘頭(ちゅうとう)」が上腕骨の「肘頭窩(ちゅうとうか)」に留まっている状態を指す。これが外れていない不完全脱臼(亜脱臼)の病態を示している。
- 8τῆς κορώνης
属格名詞 κορώνη(カラスのくちばし、転じて突起部)。ここでは尺骨の「鉤状突起(こうじょうとっき/冠状突起)」を指す。整復の際に上腕骨頭がこの突起に乗り上げて衝突するのを避けるため、関節を引き離しつつ回旋させるべきであると述べている。
- 10κατὰ τὴν φλέβα τὴν κατὰ τὸν βραχίονα σχιζομένην
直訳は「上腕において分岐する静脈に沿って」。骨の離開や関節の位置異常を確認するための触診上のランドマーク。肘窩付近での皮静脈の分岐、あるいは橈骨と尺骨の間の隙間に沿って走る血管の領域を指している。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-09-21)
- 2026-09-21 AI校閲 — 原文 1 件
- 2026-09-21 AI校閲 — 訳文 1 件
