§1616. Χειρὸς δὲ ἄρθρον ὀλισθάνει ἢ ἔσω, ἢ ἔξω, ἔσω δὲ τὰ πλεῖστα.
16. 手首の関節は内側または外側に脱臼し、多くは内側である。
Σημεῖα δ᾿ εὔσημα·
その徴候は明らかである。
ἢν μὲν ἔσω, ξυγκάμπτειν ὅλως σφῶν τοὺς δακτύλους οὐ δύνανται·
内側の場合、指を完全に曲げることがまったくできない。
ἢν δ᾿ ἔξω, ἐκτείνειν.
外側の場合、伸ばすことができない。
ἐμβολὴ δὲ, ὑπὲρ τραπέζης τοὺς δακτύλους ἔχων, τοὺς μὲν τείνειν, τοὺς δ᾿ ἀντιτείνειν, τὸ δὲ ἐξέχον ἢ θέναρι ἢ πτέρνῃ ἅμα ἀπωθέειν πρόσω καὶ κάτωθεν κατὰ τὸ ἕτερον ὀστέον, ὄγκον τε μαλθακὸν ὑποθεὶς, κἢν μὲν ἄνω, καταστρέψας τὴν χεῖρα, ἢν δὲ κάτω, ὑπτίην.
整復法は、テーブルの上に指を置かせ、ある者たちが牽引し、他の者たちが対向牽引を行い、突出している部分を手のひらまたは踵(手のヒール)で前方へと押し戻し、同時に他の骨の下から、柔らかい詰め物を下に置いて、もし上向きなら手を回内し、下向きなら回外する。
Ἴησις, ὀθονίοισιν.
治療は包帯による。
§1717. Ὅλη δὲ ἡ χεὶρ ὀλισθάνει ἢ ἔσω ἢ ἔξω, μάλιστα δὲ ἔσω, ἢ ἔνθα ἢ ἔνθα·
17. 手全体が内側または外側に、最も一般的には内側に、あるいはあちらこちらに脱臼する。
ἔστι δ᾿ ὅτε ἡ ἐπίφυσις ἐκινήθη· ἔστι δ᾿ ὅτε τὸ ἕτερον τῶν ὀστέων διέστη.
時には骨端が移動することもあり、時には二つの骨の一方が離開することもある。
Τουτέοισι κατάτασις ἰσχυρὴ ποιητέη, καὶ τὸ μὲν ἐξέχον ἀπωθέειν, τὸ δ᾿ ἕτερον ἀντωθέειν, δύο εἴδεα ἅμα, καὶ ἐς τοὐπίσω καὶ ἐς τὸ πλάγιον, ἢ χερσὶν ἐπὶ τραπέζης, ἢ πτέρνῃ.
これらに対しては強力な牽引を行わねばならず、突出した部分を押し戻し、他方を押し返す。 二つの方向、すなわち後方と側方へ同時に、テーブルの上で手を用いるか、あるいは踵を用いて行う。
Παλίγκοτα δὲ καὶ ἀσχήμονα, τῷ χρόνῳ δὲ κρατύνεται ἐς χρῆσιν.
これらは厄介で不格好であるが、時間が経てば使用に耐えるほど頑健になる。
Ἴησις, ὀθονίοισι ξὺν τῇ χειρὶ καὶ τῷ πήχεϊ, καὶ νάρθηκας μέχρι δακτύλων τιθέναι·
治療は、手と前腕を一緒に包帯で巻き、指に届くまで副木を当てる。
ἐν νάρθηξι δὲ τεθέντα ταῦτα πυκνότερον λύειν, ἢ τὰ κατήγματα, καὶ καταχύσει πλέονι χρῆσθαι.
副木を当てた場合は、骨折の場合よりも頻繁にこれらを解き、より多くの温水を注ぐべきである。
§1818. Ἐκ γενεῆς δὲ, βραχυτέρη ἡ χεὶρ γίνεται, καὶ ἡ μινύθησις σαρκῶν μάλιστα τἀναντία, ἢ ὡς τὸ ἔκπτωμα·
18. 生まれつきの場合、手は短くなり、肉の減少は主に脱臼した方向とは反対側に起こる。
ηὐξημένῳ δὲ τὰ ὀστέα μένει.
しかし、成長した後の場合、骨はそのままの長さで維持される。
§1919. Δακτύλου δὲ ἄρθρον ὀλισθὸν μὲν, εὔσημον, οὐ δεῖ γράφειν.
19. 指の関節の脱臼は明らかであり、書く必要はない。
ἐμβολὴ δὲ αὐτοῦ ἥδε·
その整復法は以下の通りである。
κατατείναντα ἐς ἰθὺ, τὸ μὲν ἐξέχον ἀπωθέειν, τὸ δὲ ἐναντίον ἀντωθέειν.
直線上に牽引して、突出した部分を押し戻し、反対側を押し返す。
Ἴησις δὲ ἡ προσήκουσα, τοῖσιν ὀθονίοισιν ἐπίδεσις.
適切な治療は、包帯による結紮である。
Μὴ ἐμπεσὸν γὰρ ἐπιπωροῦται ἔξωθεν.
整復されないと、外側に仮骨が形成されて固着する。
Ἐκ γενεῆς δὲ ἢ ἐν αὐξήσει ἐξαρθρήσαντα τὰ ὀστέα βραχύνεται κάτω τοῦ ὀλισθήματος·
生まれつき、または成長期に脱臼した場合、骨は脱臼部より下で短くなる。
καὶ σάρκες μινύθουσι τἀναντία μάλιστα, ἢ ὡς τὸ ἔκπτωμα·
そして肉は主に脱臼した方向とは反対側に減少する。
ηὐξημένῳ δὲ τὰ ὀστέα μένει.
しかし、成長した後の場合、骨はそのままの長さで維持される。
§2020. Μηροῦ ἄρθρον ἐκπίπτει κατὰ τρόπους τέσσαρας·
20. 大腿の関節(股関節)は4つの方法で脱臼する。
ἔσω πλεῖστα, ἔξω δεύτερον, τὰ δ᾿ ἄλλα ὁμοίως.
内側が最も多く、外側が2番目で、残りのものは同様である。
Σημεῖα· κοινὸν μὲν τὸ ἕτερον σκέλος· ἴδιον δὲ τοῦ μὲν εἴσω· παρὰ τὸν περίνεον ψαύεται ἡ κεφαλὴ, ξυγκάμπτουσιν οὐχ ὁμοίως, δοκέει δὲ μακρότερον τὸ σκέλος, καὶ πουλὺ, ἢν μὴ ἐς μέσον ἀμφότερα ἄγων παρατείνῃς·
徴候:共通の徴候はもう一方の脚(との比較)であり、内側脱臼に特有のものは、会陰の傍らで(大腿骨)頭が触知され、同様には曲げられず、脚は長く見える、それも非常に、もし両方の脚を中央に寄せて引き伸ばさないならば。
καὶ γὰρ οὖν ἔξω ὁ ποὺς καὶ τὸ γόνυ ῥέπει.
実際、足と膝は外側に傾く。
Ἢν μὲν οὖν ἐκ γενεῆς ἢ ἐν αὐξήσει ἐκπέσῃ, βραχύτερος ὁ μηρὸς, ἧσσον δὲ κνήμη, κατὰ λόγον δὲ τἄλλα·
したがって、もし生まれつき、または成長期に脱臼した場合、大腿は短くなり、下腿はそれほどでもなく、他の部分も比例して短くなる。
μινύθουσι δὲ σάρκες, μάλιστα δὲ ἔξω.
肉は減少し、特に外側で減少する。
Οὗτοι κατοκνέουτιν ὀρθοῦσθαι, καὶ εἰλέονται ἐπὶ τὸ ὑγιές·
これらの患者は直立することを恐れ、健常な側に身をかがめる。
ἢν δὲ ἀναγκάζωνται, σκίμπονι ἑνὶ ἢ δυσὶν ὁδοιπορέουσι, τὸ δὲ σκέλος αἴρουσιν·
もし強制されるなら、一本または二本の杖で歩き、患肢を持ち上げる。
ὅσῳ γὰρ μεῖον, τόσῳ ῥᾷον.
短ければ短いほど、それだけ楽だからである。
Ἢν δ᾿ ηὐξημένοισι, τὰ μὲν ὀστέα μένει, αἱ δὲ σάρκες μινύθουσιν, ὡς προείρηται·
もし成長した人々の場合は、骨はそのまま維持されるが、肉は前述のように減少する。
ὁδοιπορέουσι δὲ περιστροφάδην ὡς βόες, ἐν δὲ τῷ κενεῶνι καμπύλοι, ἐπὶ τὸ ὑγιὲς ἐξίσχιοι ἐόντες·
彼らは牛のように円を描くように回りながら歩き、健常な側の臀部を突き出すように、腰のところで屈曲している。
τῷ μὲν γὰρ ἀνάγκη ὑποβαίνειν, ὡς ὀχέῃ, τῷ δ᾿ ἀποβαίνειν (οὐ γὰρ δύναται ὀχέειν), ὥσπερ οἱ ἐν ποδὶ ἕλκος ἔχοντες.
なぜなら、一方(健全な脚)は体重を支えるために下に入れねばならず、他方(患肢)は遠ざけねばならないからである(体重を支えることができないため)、足に傷を持つ人々のようである。
Κατὰ δὲ τὸ ὑγιὲς, πλάγιον ξύλῳ τῷ σώματι ἀντικοντέουσι, τὸ δὲ σιναρὸν τῇ χειρὶ ὑπὲρ τοῦ γούνατος καταναγκάζουσιν, ὡς ὀχέειν ἐν τῇ μεταβάσει τὸ σῶμα.
そして健全な側において、身体に対して斜めに杖を突いて支え、患肢の方は膝の上を手で押し下げて、歩行の移行期に身体を支えるようにする。
Ἰσχίων κάτωθεν, εἰ χρῆται, κάτωθεν ἧσσον μινύθει καὶ ὀστέα, μᾶλλον δὲ σάρκες.
股関節より下を、もし使うならば、その下の骨はそれほど減少せず、むしろ肉が減少する。