§2121. Τοῦ δὲ ἔξω τἀναντία καὶ τὰ σημεῖα καὶ αἱ στάσιες·
21. 外側脱臼(の場合)には、徴候も姿勢も(内側脱臼とは)逆になる。
καὶ τὸ γόνυ καὶ ὁ ποὺς ἔσω ῥέπει βραχύ.
膝も足もわずかに内側に傾く。
Τοῖσι δὲ ἐν αὐξήσει ἢ ἐκ γενεῆς παθοῦσιν οὐχ ὁμοίως ξυναύξεται κατὰ τὸν αὐτὸν λόγον·
成長期または生まれつき罹患した人々においては、同様の割合では共に成長しない。
ἰσχίον ἀνωτέρω τινὶ, οὐχ ὁμοίως.
股関節(の骨頭)はある者において(健常側より)高い位置にあり、一様ではない。
Οἷσι δὲ πυκνὰ ἐκπίπτει ἐς τὸ ἔξω ἄνευ φλεγμονῆς, ὑγροτέρῳ τῷ σκέλει χρῶνται·
炎症なしに頻繁に外側に脱臼する人々は、脚をより柔軟に用いる。
ὥσπερ ὁ μέγας τῆς χειρὸς δάκτυλος·
手の親指がそうであるように。
μάλιστα γὰρ οὗτος ἐκπίπτει φύσει·
というのも、これは本来、最も脱臼しやすいからである。
οἷς μὲν ἐκπίπτει μᾶλλον ἢ ἧσσον, καὶ οἷς μὲν ἐκπίπτει χαλεπώτερον ἢ ῥᾷον, καὶ οἷσιν ἐλπὶς θᾶσσον ἐμπεσεῖν, καὶ οἷσιν οὐκ, ἄκη τούτου, καὶ οἷσι πολλάκις ἐκπίπτει, ἴησις τούτου.
どのような人々においてより多く、あるいは少なく脱臼するか、またどのような人々においてより困難に、あるいは容易に脱臼するか、またどのような人々においてより早く整復される希望があり、どのような人々にそれがないか、これに対する治療法があり、また頻繁に脱臼する人々における治療(がある)。
Ἐκ γενεῆς δὲ, ἠ ἐπ᾿ αὐξήσει, ἢ ἐν νούσῳ, μάλιστα γὰρ ἐκ νούσου, ἔστι μὲν οὖν οἷσιν ἐπισφακελίζει τὸ ὀστέον, ἀτὰρ καὶ οἷσι μὴ, πάσχει μὲν πάντα, ἧσσον δὲ ἢ τὸ ἔσω, ἢν χρηστῶς ἐπιμεληθῶσιν, ὥστε, καὶ ὅλῳ βαίνοντας τῷ ποδὶ, διαῤῥίπτειν·
生まれつき、あるいは成長期に、あるいは病気において(最も多くは病気によるが)、骨が壊死する人々もいれば、そうでない人々もいるが、すべて(の部位)が影響を受ける。 しかし、もし適切に世話をされるなら、内側脱臼の場合よりも程度は少ない。 その結果、足全体で踏みしめながら、足を引きずって歩くことさえできる。
διὰ μελέτης πλείστης, τοῖσι νηπιωτάτοισιν·
最も幼い子供たちにおいては、最大の訓練によって(これが可能になる)。
ἐαθέντα κακοῦται, ἐπιμεληθέντα δὲ ὠφελέεται·
放置されると悪化し、世話をされると恩恵を受ける。
τοῖσιν ὅλοισιν, ἧσσον δέ τι, μινύθουσιν.
(脚全体は)減少するが、いくらかは(内側脱臼より)少ない。
§2222. Οἷσι δ᾿ ἂν ἀμφότερα οὕτως ἐκπέσῃ, τῶν ὀστέων ταὐτὰ παθήματα·
22. 両方の関節がこのように脱臼した人々においては、骨の障害は同じである。
εὔσαρκοι μὲν, πλὴν ἔσωθεν, ἐξεχέγλουτοι, ῥοικοὶ μηροὶ, ἢν μὴ ἐπισφακελίσῃ.
内側を除けば肉づきがよく、臀部が外側に突出し、大腿は外反する、もし骨壊死が起こらなければ。
Εἰ κυφοὶ τὰ ἄνωθεν ἰσχίων γένοιντο, ὑγιηροὶ μὲν, ἀναυξέες δὲ τὸ σῶμα, πλὴν κεφαλῆς.
もし彼らが臀部より上の部分で猫背になるなら、健康ではあるが、頭部を除いて身体の成長は止まる。
§2323. Οἷσι δὲ ὄπισθεν, σημεῖα, ἔμπροσθεν λαπαρώτερον, ὄπισθεν ἐξέχον, ποὺς ὀρθὸς, ξυγκάμπτειν οὐ δύνανται, εἰ μὴ μετ᾿ ὀδύνης, ἐκτείνειν ἥκιστα·
23. 後方に脱臼した人々においては、徴候は、前方がより平ら(空虚)で、後方に突出があり、足はまっすぐで、痛みなしには屈曲できず、伸展は最もできない。
τούτοισι σκέλος βραχύτερον.
これらの人々においては、脚がより短くなる。
Ἀτὰρ οὐδ᾿ ἐκτανύειν δύνανται κατ᾿ ἰγνύην ἢ κατὰ βουβῶνα, ἢν μὴ πάνυ αἴρωσιν, οὐδὲ ξυγκάμπτειν.
しかも彼らは、膝窩のところでも鼠径部のところでも、非常に高く持ち上げない限り、まっすぐに伸ばすことも曲げることもできない。
Ἡγεῖται ἐν τοῖσι πλείστοισι τὸ ἄνω ἄρθρον τὸ πρῶτον·
多くのことにおいて、上方の最初の関節が主導権を握る。
κοινὸν τοῦτο ἄρθροισι, νεύροισι, μυσὶν, ἐντέροισιν, ὑστέρησιν, ἄλλοισιν, Ταύτῃ τοῦ ἰσχίου τὸ ὀστέον καταφερὲς ἐς τὸν γλουτὸν, διὰ τοῦτο βραχὺ, καὶ ὅτι ἐκτείνειν οὐ δύνανται.
これは関節、腱、筋肉、腸、子宮、その他のものに共通である。 この方向では、股関節の骨は臀部の方に下がっており、そのために(脚は)短く、また彼らが伸ばすことができないためでもある。
Σάρκες παντὸς τοῦ σκέλεος ἐν πᾶσι μινύθουσιν·
すべての場合において、脚全体の肉は減少する。
ἐφ᾿ οἷσι δὲ μάλιστα, καὶ οἷ, εἴρηται.
どのような人々において最も減少するか、またどのように減少するかは、すでに述べられた。
Τὰ ἔργα τὰ ἑωυτοῦ ἕκαστον τοῦ σώματος ἐργαζόμενον μὲν ἰσχύει, ἀργέον δὲ κακοῦται, πλὴν κόπου, πυρετοῦ, φλεγμονῆς.
身体の各部分は、自らの機能を働かせている間は強健になるが、活動しないと損なわれる。 ただし疲労、発熱、炎症(がある場合)を除いて。
Καὶ τὸ ἔξω, ὅτι ἐς σάρκα ὑπείκουσαν, βραχύτερον, τὸ δὲ ἔσω, ὅτι ἐπ᾿ ὀστέον προέχον, μακρότερον.
また、外側(の脱臼)は、譲歩する肉の中に(骨頭が)入り込むため、より短く、内側(の脱臼)は、突出した骨の上に乗るため、より長い。
Ἢν μὲν οὖν ηὐξημένοισι μὴ ἐμπέσῃ, ἐπὶ βουβῶσι καμπύλοι ὁδοιπορέουσι, καὶ ἡ ἑτέρη ἰγνύη κάμπτεται·
したがって、もし成長した人々において整復されないなら、彼らは鼠径部を曲げて歩き、もう一方の膝も曲がる。
στήθεσι μόλις ἱκνεῖται·
彼らは辛うじて胸を張る(直立する)姿勢に達する。
χειρὶ τὸ σκέλος καταλαμβάνει, ἄνευ ξύλου, ἢν ἐθέλωσιν·
望むなら、杖を使わずに、手で脚を支えて歩く。
ἢν μὲν γὰρ μακρότερον ᾖ, οὐ βήσεται· ἢν δὲ βαίνῃ, βραχύ.
なぜなら、もしそれ(患肢)がより長いなら、歩けないが、もし歩くなら、それは短いからである。
Μινύθησις δὲ σαρκῶν·
そして肉の減少(が起こる)。
οἷσι πόνοι, καὶ ἡ ἴξις ἔμπροσθεν, καὶ τῷ ὑγιεῖ κατὰ λόγον.
彼らにおいては痛みがあり、また(脚の)向きは前方であり、健常な側も比例して減少する。
Οἷσι δὲ ἐκ γενεῆς, ἢ αὐξομένοισιν, ἢ ὑπὸ νούσου ἐνόσησε καὶ ἔξαρθρα ἐγένετο (ἐν αἷς, εἰρήσεται), οὗτοι μάλιστα κακοῦνται διὰ τὴν τῶν νεύρων καὶ ἄρθρων ἀργίην·
生まれつき、あるいは成長期に、あるいは病気によって患って脱臼した場合(どのような病気によるかは後述する)、これらの人々は、腱と関節の不活動のために、最もひどく損なわれる。
καὶ τὸ γόνυ διὰ τὰ εἰρημένα ξυγκακοῦνται.
膝も、上述の理由によって共に損なわれる。
Ξυγκεκαμμένον οὗτοι ἔχοντες ὁδοιπορέουσιν ἐπὶ ξύλου ἑνὸς ἢ δύο·
彼らは(膝を)曲げたまま、1本または2本の杖を使って歩く。
τὸ δὲ ὑγιὲς, εὔσαρκον διὰ χρῆσιν.
しかし、健全な側は、使用されるために肉づきが良い。