← ヒポクラテス

梃子の原理を応用した整復法

§21-23

大腿骨の外側脱臼と後方脱臼の徴候と影響

大腿骨の外側脱臼と後方脱臼における、徴候、肉の減少、成長期や先天的な影響について、さらには身体の各部分の活動が健康に与える影響や歩行の様子について論じている。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§21

​21. Τοῦ δὲ ἔξω1 τἀναντία καὶ τὰ σημεῖα καὶ αἱ στάσιες· καὶ τὸ γόνυ καὶ ὁ ποὺς ἔσω ῥέπει βραχύ. Τοῖσι δὲ ἐν αὐξήσει ἢ ἐκ γενεῆς παθοῦσιν οὐχ ὁμοίως ξυναύξεται κατὰ τὸν αὐτὸν λόγον· ἰσχίον ἀνωτέρω τινὶ, οὐχ ὁμοίως. Οἷσι δὲ πυκνὰ ἐκπίπτει ἐς τὸ ἔξω ἄνευ φλεγμονῆς, ὑγροτέρῳ τῷ σκέλει χρῶνται· ὥσπερ ὁ μέγας τῆς χειρὸς δάκτυλος· μάλιστα γὰρ οὗτος ἐκπίπτει φύσει· οἷς μὲν ἐκπίπτει μᾶλλον ἢ ἧσσον,2 καὶ οἷς μὲν ἐκπίπτει χαλεπώτερον ἢ ῥᾷον, καὶ οἷσιν ἐλπὶς θᾶσσον ἐμπεσεῖν, καὶ οἷσιν οὐκ, ἄκη τούτου, καὶ οἷσι πολλάκις ἐκπίπτει, ἴησις τούτου. Ἐκ γενεῆς δὲ, ἠ ἐπ᾿ αὐξήσει, ἢ ἐν νούσῳ, μάλιστα γὰρ ἐκ νούσου, ἔστι μὲν οὖν οἷσιν ἐπισφακελίζει τὸ ὀστέον, ἀτὰρ καὶ οἷσι μὴ, πάσχει μὲν πάντα, ἧσσον δὲ ἢ τὸ ἔσω, ἢν χρηστῶς ἐπιμεληθῶσιν, ὥστε, καὶ ὅλῳ βαίνοντας τῷ ποδὶ, διαῤῥίπτειν· διὰ μελέτης πλείστης, τοῖσι νηπιωτάτοισιν· ἐαθέντα κακοῦται, ἐπιμεληθέντα δὲ ὠφελέεται· τοῖσιν ὅλοισιν, ἧσσον δέ τι, μινύθουσιν.

​21. 外側脱臼(の場合)には、徴候も姿勢も(内側脱臼とは)逆になる。膝も足もわずかに内側に傾く。成長期または生まれつき罹患した人々においては、同様の割合では共に成長しない。股関節(の骨頭)はある者において(健常側より)高い位置にあり、一様ではない。炎症なしに頻繁に外側に脱臼する人々は、脚をより柔軟に用いる。手の親指がそうであるように。というのも、これは本来、最も脱臼しやすいからである。どのような人々においてより多く、あるいは少なく脱臼するか、またどのような人々においてより困難に、あるいは容易に脱臼するか、またどのような人々においてより早く整復される希望があり、どのような人々にそれがないか、これに対する治療法があり、また頻繁に脱臼する人々における治療(がある)。生まれつき、あるいは成長期に、あるいは病気において(最も多くは病気によるが)、骨が壊死する人々もいれば、そうでない人々もいるが、すべて(の部位)が影響を受ける。しかし、もし適切に世話をされるなら、内側脱臼の場合よりも程度は少ない。その結果、足全体で踏みしめながら、足を引きずって歩くことさえできる。最も幼い子供たちにおいては、最大の訓練によって(これが可能になる)。放置されると悪化し、世話をされると恩恵を受ける。(脚全体は)減少するが、いくらかは(内側脱臼より)少ない。

§22

​22. Οἷσι δ᾿ ἂν ἀμφότερα οὕτως ἐκπέσῃ, τῶν ὀστέων ταὐτὰ παθήματα· εὔσαρκοι μὲν, πλὴν ἔσωθεν, ἐξεχέγλουτοι, ῥοικοὶ μηροὶ, ἢν μὴ ἐπισφακελίσῃ. Εἰ κυφοὶ τὰ ἄνωθεν ἰσχίων γένοιντο, ὑγιηροὶ μὲν, ἀναυξέες δὲ τὸ σῶμα, πλὴν κεφαλῆς.

​22. 両方の関節がこのように脱臼した人々においては、骨の障害は同じである。内側を除けば肉づきがよく、臀部が外側に突出し、大腿は外反する、もし骨壊死が起こらなければ。もし彼らが臀部より上の部分で猫背になるなら、健康ではあるが、頭部を除いて身体の成長は止まる。

§23

​23. Οἷσι δὲ ὄπισθεν, σημεῖα, ἔμπροσθεν λαπαρώτερον, ὄπισθεν ἐξέχον, ποὺς ὀρθὸς, ξυγκάμπτειν οὐ δύνανται, εἰ μὴ μετ᾿ ὀδύνης, ἐκτείνειν ἥκιστα· τούτοισι σκέλος βραχύτερον. Ἀτὰρ οὐδ᾿ ἐκτανύειν δύνανται κατ᾿ ἰγνύην ἢ κατὰ βουβῶνα, ἢν μὴ πάνυ αἴρωσιν, οὐδὲ ξυγκάμπτειν. Ἡγεῖται ἐν τοῖσι πλείστοισι τὸ ἄνω ἄρθρον τὸ πρῶτον·3 κοινὸν τοῦτο ἄρθροισι, νεύροισι, μυσὶν, ἐντέροισιν, ὑστέρησιν, ἄλλοισιν, Ταύτῃ τοῦ ἰσχίου τὸ ὀστέον καταφερὲς ἐς τὸν γλουτὸν, διὰ τοῦτο βραχὺ, καὶ ὅτι ἐκτείνειν οὐ δύνανται. Σάρκες παντὸς τοῦ σκέλεος ἐν πᾶσι μινύθουσιν· ἐφ᾿ οἷσι δὲ μάλιστα, καὶ οἷ, εἴρηται. Τὰ ἔργα τὰ ἑωυτοῦ ἕκαστον τοῦ σώματος ἐργαζόμενον μὲν ἰσχύει,4 ἀργέον δὲ κακοῦται, πλὴν κόπου, πυρετοῦ, φλεγμονῆς. Καὶ τὸ ἔξω, ὅτι ἐς σάρκα ὑπείκουσαν, βραχύτερον, τὸ δὲ ἔσω, ὅτι ἐπ᾿ ὀστέον προέχον, μακρότερον. Ἢν μὲν οὖν ηὐξημένοισι μὴ ἐμπέσῃ, ἐπὶ βουβῶσι καμπύλοι ὁδοιπορέουσι, καὶ ἡ ἑτέρη ἰγνύη κάμπτεται· στήθεσι μόλις ἱκνεῖται· χειρὶ τὸ σκέλος καταλαμβάνει, ἄνευ ξύλου, ἢν ἐθέλωσιν· ἢν μὲν γὰρ μακρότερον ᾖ, οὐ βήσεται· ἢν δὲ βαίνῃ, βραχύ. Μινύθησις δὲ σαρκῶν· οἷσι πόνοι, καὶ ἡ ἴξις ἔμπροσθεν, καὶ τῷ ὑγιεῖ κατὰ λόγον. Οἷσι δὲ ἐκ γενεῆς, ἢ αὐξομένοισιν, ἢ ὑπὸ νούσου ἐνόσησε καὶ ἔξαρθρα ἐγένετο (ἐν αἷς, εἰρήσεται), οὗτοι μάλιστα κακοῦνται διὰ τὴν τῶν νεύρων καὶ ἄρθρων ἀργίην· καὶ τὸ γόνυ διὰ τὰ εἰρημένα ξυγκακοῦνται. Ξυγκεκαμμένον οὗτοι ἔχοντες ὁδοιπορέουσιν ἐπὶ ξύλου ἑνὸς ἢ δύο· τὸ δὲ ὑγιὲς, εὔσαρκον διὰ χρῆσιν.

​23. 後方に脱臼した人々においては、徴候は、前方がより平ら(空虚)で、後方に突出があり、足はまっすぐで、痛みなしには屈曲できず、伸展は最もできない。これらの人々においては、脚がより短くなる。しかも彼らは、膝窩のところでも鼠径部のところでも、非常に高く持ち上げない限り、まっすぐに伸ばすことも曲げることもできない。多くのことにおいて、上方の最初の関節が主導権を握る。これは関節、腱、筋肉、腸、子宮、その他のものに共通である。この方向では、股関節の骨は臀部の方に下がっており、そのために(脚は)短く、また彼らが伸ばすことができないためでもある。すべての場合において、脚全体の肉は減少する。どのような人々において最も減少するか、またどのように減少するかは、すでに述べられた。身体の各部分は、自らの機能を働かせている間は強健になるが、活動しないと損なわれる。ただし疲労、発熱、炎症(がある場合)を除いて。また、外側(の脱臼)は、譲歩する肉の中に(骨頭が)入り込むため、より短く、内側(の脱臼)は、突出した骨の上に乗るため、より長い。したがって、もし成長した人々において整復されないなら、彼らは鼠径部を曲げて歩き、もう一方の膝も曲がる。彼らは辛うじて胸を張る(直立する)姿勢に達する。望むなら、杖を使わずに、手で脚を支えて歩く。なぜなら、もしそれ(患肢)がより長いなら、歩けないが、もし歩くなら、それは短いからである。そして肉の減少(が起こる)。彼らにおいては痛みがあり、また(脚の)向きは前方であり、健常な側も比例して減少する。生まれつき、あるいは成長期に、あるいは病気によって患って脱臼した場合(どのような病気によるかは後述する)、これらの人々は、腱と関節の不活動のために、最もひどく損なわれる。膝も、上述の理由によって共に損なわれる。彼らは(膝を)曲げたまま、1本または2本の杖を使って歩く。しかし、健全な側は、使用されるために肉づきが良い。

構文注4 件
  1. 21Τοῦ δὲ ἔξω

    名詞の省略。ここでは ἐκπτώματος(脱臼)または ὀλισθήματος が省略されており、「外側脱臼の場合には」という前提を示す。

  2. 21οἷς μὲν ἐκπίπτει μᾶλλον ἢ ἧσσον

    関係代名詞 οἷς(与格)で始まる節が並列され、最後に ἄκη τούτου や ἴησις τούτου という名詞句で結ばれるアフォリズム的(または目次的)な構文。主動詞(ἔστι など)が省略されている。

  3. 23Ἡγεῖται ἐν τοῖσι πλείστοισι τὸ ἄνω ἄρθρον τὸ πρῶτον

    ἡγέομαι(導く、支配する)が主動詞。身体運動の連動において「上方の、最初の関節が主導する」という生理学的原則を述べている。ἐν τοῖσι πλείστοισι は「大部分の場合において」という副詞句。

  4. 23Τὰ ἔργα τὰ ἑωυτοῦ ἕκαστον τοῦ σώματος ἐργαζόμενον μὲν ἰσχύει

    ἕκαστον(各部分)が主語であり、これに一致分詞 ἐργαζόμενον が係っている。τὰ ἔργα τὰ ἑωυτοῦ(それ自体の機能)は分詞の直接目的語。高名なヒポクラテス医学のテーゼを簡潔に示す構文。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0627.tlg011.humanitext-grc1:21-23