§2424. Οἷσι δὲ ἐς τοὔμπροσθεν, σημεῖα τἀναντία, ὄπισθεν λαπαρὸν, ἔμπροσθεν ἐξέχον, ἥκιστα ξυγκάμπτουσιν οὗτοι τὸ σκέλος, μάλιστα δὲ ἐκτείνουσιν·
24. 前方に脱臼した人々においては、徴候は逆になる。 後方は空虚で、前方は突出する。 これらの人々は脚を最も曲げにくく、最もよく伸ばす。
ὀρθὸς ποὺς, σκέλος ἴσον, πτέρνα· βραχεῖ ἄκρως ἀνέσταλται.
足はまっすぐで、脚(の長さ)は等しく、踵はきわめてわずかに浮いている。
Ἢ πονέουσι μάλιστα οὗτοι αὐτίκα, καὶ οὖρον ἴσχεται μάλιστα ἐν τούτοισι τοῖσιν ἐξαρθρήμασιν·
また、これらの人々は直ちに最も激しく痛み、この脱臼においては尿が最も滞る。
ἐν γὰρ τόνοισιν ἔγκειται τοῖσιν ἐπικαίροισιν.
というのも、重要な腱(神経)が圧迫されるからである。
Τὰ ἔμπροσθεν κατατέταται, ἀναυξέα, νοσώδεα, ταχύγηρα·
前方の部分は引き伸ばされ、成長せず、病気がちで、老化が早い。
τὰ ὄπισθεν στολιδώδεις.
後方の部分はしわが寄る。
Οἷσιν ηὐξημένοισιν, ὁδοιπορέουσιν ὀρθοὶ, πτέρνῃ μᾶλλον βαίνοντες·
成長した人々においては、直立して歩き、より踵で踏みしめる。
εἰ δὲ ἠδύναντο μέγα προβαίνειν, κἂν πάνυ· σύρουσι δέ·
もし大股で歩くことができるなら、そうするであろうが、実際には引きずって歩く。
μινύθει δὲ ἥκιστα, τούτοισι δὲ ἡ χρῆσις αἰτία, μάλιστα δὲ ὄπισθεν·
肉の減少は最も少なく、使用することがその原因であり、特に後方においてそうである。
διὰ παντὸς τοῦ σκέλεος ὀρθότεροι τοῦ μετρίου, ξύλου δέονται κατὰ τὸ σιναρόν.
脚全体にわたって通常よりもまっすぐであり、患側に杖を必要とする。
Οἷσι δὲ ἐκ γενεῆς ἢ αὐξανομένοισι, χρηστῶς μὲν ἐπιμεληθεῖσιν ἡ χρῆσις, ὥσπερ τοῖσιν ηὐξημένοισιν·
生まれつき、あるいは成長期にある人々においては、適切に世話をされるなら、使用の仕方は成長した人々のようになる。
ἀμεληθεῖσι δὲ, βραχὺ, ἐκτεταμένον·
しかし放置されるなら、(脚は)短く、伸展したままになる。
πωροῦται γὰρ τούτοισι μάλιστα ἐς ἰθὺ τὰ ἄρθρα.
というのも、これらの人々においては関節がまっすぐな状態で固着(仮骨形成)するからである。
Αἱ δὲ τῶν ὀστέων μειώσιες καὶ αἱ τῶν σαρκῶν μινυθήσιες, κατὰ λόγον.
骨の縮小と肉の減少は、比例して起こる。
§2525. Μηροῦ δὲ κατάτασις μὲν ἰσχυρή·
25. 大腿(の脱臼)に対しては強い牽引が必要である。
καὶ ἡ διόρθωσις κοινὴ, ἢ χερσὶν, ἢ σανίδι, ἢ μοχλῷ, τὰ μὲν ἔσω στρογγύλῳ, τὰ δὲ ἔξω πλατεῖ, μάλιστα δὲ τὰ ἔξω.
そして整復(の手段)は共通であり、手によるか、板によるか、あるいは梃子による。 梃子は、内側(脱臼)に対しては丸いものを、外側(脱臼)に対しては平らなものを用い、特に外側においてそうである。
Καὶ τὰ μὲν ἔσω, ἀσκοῖσιν ἀκεσάμενον, ἐς τὸ ὑπόξηρον τοῦ μηροῦ, κατατάσιος δὲ καὶ ξυνδέσιος σκελέων·
内側(脱臼)に対しては、大腿の股の付け根(会陰部)に膨らませた革袋を当てて処置し、両脚を牽引して縛り合わせる。
κρεμάσαι διαλείποντα σμικρὸν τοὺς πόδας, ἔπειτα πλέξαντα ἐκκρεμασθῆναί τινα, ἐν τῆ διορθώσει ἀμφότερα ἅμα ποιεῦντα.
両足を地面からわずかに離して吊り下げ、次いで(治療者が自分の脚を患者の脚に)絡みつかせてぶら下がり、整復の際に両方を同時に行う。
Καὶ τῷ ἔμπροσθεν τοῦτο ἱκανὸν καὶ τοῖσιν ἑτέροισιν, ἥκιστα δὲ τῷ ἔξω.
そして、この方法は前方の脱臼や他のものに対しても十分であるが、外側の脱臼に対しては最も効果が薄い。
Ἡ τοῦ ξύλου ὑπόστασις, ὥσπερ ὤμῳ ὑπὸ τὴν χεῖρα, οἷς ἔσω·
脇の下の肩に当てるような木(松葉杖の横木のようなもの)を(股に)あてがうことは、内側(脱臼)の人々に対して(行われる)。
τοῖσι γὰρ ἄλλοισιν ἧσσον.
他の人々に対してはあまり行われない。
Καταναγκάσεις δὲ μετὰ διατάσιος, μάλιστα τῶν ἔμπροσθεν ἢ ὄπισθεν, ἢ ποδὶ ἢ χειρὶ ἐφίζεσθαι ἢ σανίδι.
牽引を行いながらの(骨頭の)押し込みは、特に前方または後方の脱臼に対して、足または手で、あるいは板を当てて乗る(体重をかける)ことによってなされる。
§2626. Γόνυ δὲ εὐηθέστερον ἀγκῶνος, διὰ τὴν εὐσταλίην καὶ εὀφυΐην·
26. 膝は、そのまとまりの良さと形の良さ(対称性)のゆえに、肘よりも扱いやすい。
διὸ καὶ ἐκπίπτει καὶ ἐμπίπτει ῥᾷον.
それゆえ、脱臼もしやすく、整復もより容易である。
Ἐκπίπτει δὲ πλειστάκις ἔσω, ἀτὰρ καὶ ἔξω, καὶ ὄπισθεν.
最も頻繁には内側に脱臼するが、外側や後方にも脱臼する。
ἐμβολαὶ δὲ, ἢ ἐκ τοῦ ξυγκεκάμφθαι, ἢ ἐκλακτίσαι ὀξέως, ἢ ξυνελίξας ταινίης ὄγκον, ἐν ἰγνύῃ θεὶς, ἀμφὶ τοῦτον ἐξαίφνης ἐς ὄκλασιν ἀφεῖναι τὸ σῶμα, μάλιστα ἐν τῇ τῶν ὄπισθεν·
整復法としては、屈曲させるか、あるいは鋭く蹴り出させるか、あるいは帯を巻いて作った塊を膝窩に置き、これを中心として突然身体をしゃがみ込ませる(ことで整復する)。 これは特に後方脱臼において行われる。
δύναται δὲ καὶ κατατεινόμενα μετρίως, ὥσπερ ἀγκὼν, ἐμπίπτειν τὰ ὄπισθεν.
また、後方の脱臼は、肘のように適度に牽引することによっても整復されうる。
Τὰ δὲ ἔνθα, ἢ ἔνθα, ἐκ τοῦ ξυγκεκάμφθαι, ἢ ἐκλακτίσαι, [ἢ] ἐν καταστάσει, μάλιστα δὲ αὐτὴ τὸ ὄπισθεν·
一方、こちら側(内側)またはあちら側(外側)への脱臼は、屈曲させるか、蹴り出させるか、あるいは(筋肉が弛緩した)静止状態で行われる。
ἀτὰρ καὶ ἐκ κατατάσιος μετρίης.
しかし、後方の脱臼は特に前者の方法(しゃがみ込むこと)によって、また適度な牽引によっても整復される。
Ἡ διόρθωσις ἅπασι κοινή.
整復作業はすべてに共通である。
Ἢν δὲ μὴ ἐμπέσῃ, τοῖσι μὲν ὄπισθεν ξυγκάμπτειν οὐ δύνανται, ἀτὰρ οὐδὲ τοῖσιν ἄλλοισι πάνυ τι·
もし整復されない場合、後方脱臼の人々は(膝を)曲げることができず、他の脱臼においても大して曲げられない。
μινύθει δὲ μηροῦ καὶ κνήμης τὸ ἔμπροσθεν.
そして大腿と下腿の前方が減少する。
Ἢν δὲ ἐς τὸ ἔσω, βλαισότεροι, μινύθει δὲ τὰ ἔξω.
内側に脱臼した場合は外反(X脚)になり、外側が減少する。
Ἢν δὲ ἐς τὰ ἔξω, γαυσότεροι, χωλοὶ δὲ ἧσσον, κατὰ γὰρ τὸ παχύτερον ὀστέον ὀχέει, μινύθει δὲ τὰ ἔσω.
外側に脱臼した場合は内反(O脚)になるが、跛行の程度はより少ない。 なぜなら、より太い骨(脛骨)で体重を支えるからである。 そして内側が減少する。
Ἐκ γενεῆς δὲ ἢ ἐν αὐξήσει, κατὰ λόγον τὸν πρόσθεν.
生まれつき、あるいは成長期における場合は、前述の比率に従う。
§2727. Τὰ δὲ κατὰ τὰ σφυρὰ κατατάσιος ἰσχυρῆς δεῖται, ἢ τῇσι χερσὶν ἢ ἄλλοισι τοιούτοισι, κατορθώσιος δὲ ἅμα ἀμφότερα ποιεύσης·
27. 足首(の脱臼)に対しては、手によるか、あるいは他の同様の手段による強い牽引が必要であり、同時に(牽引と)整復の両方を一緒に行う。
κοινὸν δὲ πᾶσιν.
これはすべてに共通である。
§2828. Τὰ δὲ ἐν ποδὶ, ὡς τὰ ἐν χειρὶ, ὑγιῆ.
28. 足(指や中足骨)における脱臼は、手におけるものと同様に、治りやすい。
§2929. Τὰ δὲ ἐν τῇ κνήμῃ συγκοινωνέοντα καὶ μὴ ἐμπεσόντα, ἐκ γενεῆς καὶ ἐν αὐξήσει ἐξαρθρήσαντα, ταῦτα ἃ καὶ ἐν χειρί.
29. 下腿(脛骨と腓骨の関節)において(共同して)生じ、整復されなかったもの、あるいは生まれつきや成長期に脱臼したもの、これらは手(腕)におけるものと同じ(結果をたどる)である。