§2121. Τοῦ δὲ ἔξω τἀναντία καὶ τὰ σημεῖα καὶ αἱ στάσιες· καὶ τὸ γόνυ καὶ ὁ ποὺς ἔσω ῥέπει βραχύ.
21. 向外侧脱臼时,其征象和姿态均与(向内侧脱臼时)相反;膝部和足部都微向内侧偏斜。
Τοῖσι δὲ ἐν αὐξήσει ἢ ἐκ γενεῆς παθοῦσιν οὐχ ὁμοίως ξυναύξεται κατὰ τὸν αὐτὸν λόγον· ἰσχίον ἀνωτέρω τινὶ, οὐχ ὁμοίως.
对于在发育期或先天患此病的人,其肢体不能按相同的比例协同生长;某些人的髋关节(股骨头)位置较高,且两边不一致。
Οἷσι δὲ πυκνὰ ἐκπίπτει ἐς τὸ ἔξω ἄνευ φλεγμονῆς, ὑγροτέρῳ τῷ σκέλει χρῶνται· ὥσπερ ὁ μέγας τῆς χειρὸς δάκτυλος· μάλιστα γὰρ οὗτος ἐκπίπτει φύσει·
在没有炎症的情况下频繁向外脱臼的人,其腿部活动较为灵活,就像手的大拇指一样;因为大拇指在天性上最容易脱臼。
οἷς μὲν ἐκπίπτει μᾶλλον ἢ ἧσσον, καὶ οἷς μὲν ἐκπίπτει χαλεπώτερον ἢ ῥᾷον, καὶ οἷσιν ἐλπὶς θᾶσσον ἐμπεσεῖν, καὶ οἷσιν οὐκ, ἄκη τούτου, καὶ οἷσι πολλάκις ἐκπίπτει, ἴησις τούτου.
对于在哪些人中脱臼较多或较少,在哪些人中脱臼较难或较易,在哪些人中有快速复位的希望,在哪些人中没有——对此皆有对应的治疗方法,以及对于频繁脱臼者的治疗。
Ἐκ γενεῆς δὲ, ἠ ἐπ᾿ αὐξήσει, ἢ ἐν νούσῳ, μάλιστα γὰρ ἐκ νούσου, ἔστι μὲν οὖν οἷσιν ἐπισφακελίζει τὸ ὀστέον, ἀτὰρ καὶ οἷσι μὴ, πάσχει μὲν πάντα, ἧσσον δὲ ἢ τὸ ἔσω, ἢν χρηστῶς ἐπιμεληθῶσιν, ὥστε, καὶ ὅλῳ βαίνοντας τῷ ποδὶ, διαῤῥίπτειν· διὰ μελέτης πλείστης, τοῖσι νηπιωτάτοισιν·
若是先天性的、或在发育期、或因疾病(因为最常因疾病而起),有些人骨骼会发生坏死,有些人则不会;但所有部位都会受损,不过如果得到妥善照料,其受损程度要轻于向内侧脱臼,以至于他们甚至可以用整个脚掌着地行走,并在行走时将腿向外甩;通过极大的锻炼,这在最幼小的儿童中是可以实现的。
ἐαθέντα κακοῦται, ἐπιμεληθέντα δὲ ὠφελέεται· τοῖσιν ὅλοισιν, ἧσσον δέ τι, μινύθουσιν.
若被放任则会恶化,若得到照料则会受益;虽然整体上会有所萎缩,但程度要稍轻一些。
§2222. Οἷσι δ᾿ ἂν ἀμφότερα οὕτως ἐκπέσῃ, τῶν ὀστέων ταὐτὰ παθήματα· εὔσαρκοι μὲν, πλὴν ἔσωθεν, ἐξεχέγλουτοι, ῥοικοὶ μηροὶ, ἢν μὴ ἐπισφακελίσῃ.
22. 对于双侧关节都以这种方式脱臼的人,骨骼的病变是相同的;除内侧外,他们肌肉丰满,臀部向外突出,大腿呈弓状外反,只要不发生骨坏死。
Εἰ κυφοὶ τὰ ἄνωθεν ἰσχίων γένοιντο, ὑγιηροὶ μὲν, ἀναυξέες δὲ τὸ σῶμα, πλὴν κεφαλῆς.
如果他们在髋部以上的部位变得驼背,他们虽然健康,但除头部外,身体不再生长。
§2323. Οἷσι δὲ ὄπισθεν, σημεῖα, ἔμπροσθεν λαπαρώτερον, ὄπισθεν ἐξέχον, ποὺς ὀρθὸς, ξυγκάμπτειν οὐ δύνανται, εἰ μὴ μετ᾿ ὀδύνης, ἐκτείνειν ἥκιστα·
23. 对于向后方脱臼的人,其征象为:前方较凹陷(空虚),后方突出,足部直立,不伴随痛苦则无法弯曲,且最无法伸展;在这些患者中,腿部较短。
τούτοισι σκέλος βραχύτερον. Ἀτὰρ οὐδ᾿ ἐκτανύειν δύνανται κατ᾿ ἰγνύην ἢ κατὰ βουβῶνα, ἢν μὴ πάνυ αἴρωσιν, οὐδὲ ξυγκάμπτειν.
事实上,除非他们将腿抬得很高,否则无论是膝窝处还是腹股沟处,他们都无法将腿伸直,也无法弯曲。
Ἡγεῖται ἐν τοῖσι πλείστοισι τὸ ἄνω ἄρθρον τὸ πρῶτον· κοινὸν τοῦτο ἄρθροισι, νεύροισι, μυσὶν, ἐντέροισιν, ὑστέρησιν, ἄλλοισιν, Ταύτῃ τοῦ ἰσχίου τὸ ὀστέον καταφερὲς ἐς τὸν γλουτὸν, διὰ τοῦτο βραχὺ, καὶ ὅτι ἐκτείνειν οὐ δύνανται.
在大多数情况下,上方的第一个关节起主导作用;这对于关节、腱、肌肉、肠、子宫及其他器官是通用的。 在这个方向上,髋部的骨头向着臀部下方倾斜,因此腿部变短,也是因为他们无法伸展。
Σάρκες παντὸς τοῦ σκέλεος ἐν πᾶσι μινύθουσιν· ἐφ᾿ οἷσι δὲ μάλιστα, καὶ οἷ, εἴρηται.
在所有情况下,整条腿的肌肉都会萎缩;在哪些人中缩减最严重,以及如何缩减,已经说明。
Τὰ ἔργα τὰ ἑωυτοῦ ἕκαστον τοῦ σώματος ἐργαζόμενον μὲν ἰσχύει, ἀργέον δὲ κακοῦται, πλὴν κόπου, πυρετοῦ, φλεγμονῆς.
身体的每个部分在履行其自身功能时都会变得强健,但在闲置时则会受损,除非在疲劳、发热或炎症的情况下。
Καὶ τὸ ἔξω, ὅτι ἐς σάρκα ὑπείκουσαν, βραχύτερον, τὸ δὲ ἔσω, ὅτι ἐπ᾿ ὀστέον προέχον, μακρότερον.
此外,外侧脱臼较短,是因为骨头退入顺从的肌肉中,而内侧脱臼较长,是因为它搁在突出的骨头上。
Ἢν μὲν οὖν ηὐξημένοισι μὴ ἐμπέσῃ, ἐπὶ βουβῶσι καμπύλοι ὁδοιπορέουσι, καὶ ἡ ἑτέρη ἰγνύη κάμπτεται· στήθεσι μόλις ἱκνεῖται· χειρὶ τὸ σκέλος καταλαμβάνει, ἄνευ ξύλου, ἢν ἐθέλωσιν· ἢν μὲν γὰρ μακρότερον ᾖ, οὐ βήσεται· ἢν δὲ βαίνῃ, βραχύ.
因此,如果已发育完全的人未行复位,他们行走时会在腹股沟处弯曲,而另一侧的膝部也会弯曲;他们勉强能挺起胸膛(直立);如果愿意,他们可以不用拐杖,而是用手撑着腿行走;因为如果患肢较长,他们就无法行走,但如果能走,它就是短的。
Μινύθησις δὲ σαρκῶν· οἷσι πόνοι, καὶ ἡ ἴξις ἔμπροσθεν, καὶ τῷ ὑγιεῖ κατὰ λόγον.
此外,肌肉也会萎缩;患者会感到疼痛,且肢体朝向前方,健侧也会按比例萎缩。
Οἷσι δὲ ἐκ γενεῆς, ἢ αὐξομένοισιν, ἢ ὑπὸ νούσου ἐνόσησε καὶ ἔξαρθρα ἐγένετο (ἐν αἷς, εἰρήσεται), οὗτοι μάλιστα κακοῦνται διὰ τὴν τῶν νεύρων καὶ ἄρθρων ἀργίην· καὶ τὸ γόνυ διὰ τὰ εἰρημένα ξυγκακοῦνται.
对于那些先天、或在发育期、或因疾病导致该病及脱臼的人(在哪些疾病中会导致,后文将叙述),由于腱和关节的闲置,他们受损最严重;由于上述原因,膝部也会一同受损。
Ξυγκεκαμμένον οὗτοι ἔχοντες ὁδοιπορέουσιν ἐπὶ ξύλου ἑνὸς ἢ δύο· τὸ δὲ ὑγιὲς, εὔσαρκον διὰ χρῆσιν.
他们行走时保持肢体弯曲,拄着一根或两根拐杖;而健侧由于经常使用,肌肉依然丰满。