§7Εἰ δὲ βίᾳ ἡρπάσθη καὶ ἀνόμως ἐβιάσθη καὶ ἀδίκως ὑβρίσθη, δῆλον ὅτι ὁ μὲν ἁρπάσας ὡς ὑβρίσας ἠδίκησεν, ἡ δὲ ἁρπασθεῖσα ὡς ὑβρισθεῖσα ἐδυστύχησεν.
もし彼女が暴力によって拉致され、法に反して強制され、不当に辱められたのであるなら、拉致した者は辱めた者として不義を働き、拉致された者は辱められた者として不幸を被ったことは明らかである。
ἄξιος οὖν ὁ μὲν ἐπιχειρήσας βάρβαρος βάρβαρον ἐπιχείρημα καὶ λόγῳ καὶ νόμῳ καὶ ἔργῳ λόγῳ μὲν αἰτίας, νόμῳ δ᾿ ἀτιμίας, ἔργῳ δὲ ζημίας τυχεῖν·
したがって、野蛮な企てを企てた者は、言葉によっても、法によっても、行為によっても、それぞれ――言葉によっては非難を、法によっては市民権剥奪を、行為によっては処罰を受けるに値する。
ἡ δὲ βιασθεῖσα καὶ τῆς πατρίδος στερηθεῖσα καὶ τῶν φίλων ὀρφανισθεῖσα πῶς οὐκ ἂν εἰκότως ἐλεηθείη μᾶλλον ἢ κακολογηθείη;
一方で、強制され、祖国を奪われ、友を失って孤立した彼女が、悪く言われるよりもむしろ当然のこととして憐れまれるべきではないだろうか。
ὁ μὲν γὰρ ἔδρασε δεινά, ἡ δὲ ἔπαθεν·
なぜなら、一方は恐ろしいことを行い、他方はそれを被ったのだから。
δίκαιον οὖν τὴν μὲν οἰκτῖραι, τὸν δὲ μισῆσαι.
したがって、一方は憐れみ、他方は憎むのが正しい。
§8Εἰ δὲ λόγος ὁ πείσας καὶ τὴν ψυχὴν ἀπατήσας, οὐδὲ πρὸς τοῦτο χαλεπὸν ἀπολογήσασθαι καὶ τὴν αἰτίαν ἀπολύσασθαι, ὧδε.
しかし、もし彼女を説得し、その魂を欺いたのが言論であるなら、この点に対しても次のように弁明し、非難を解くことは難しくない。
λόγος δυνάστης μέγας ἐστίν, ὃς σμικροτάτῳ σώματι καὶ ἀφανεστάτῳ θειότατα ἔργα ἀποτελεῖ·
言論は偉大な支配者であり、きわめて小さく、きわめて目立たない身体を用いながら、最も神聖な業を成し遂げる。
δύναται γὰρ καὶ φόβον παῦσαι καὶ λύπην ἀφελεῖν καὶ χαρὰν ἐνεργάσασθαι καὶ ἔλεον ἐπαυξῆσαι.
なぜなら、言論は恐怖を和らげ、悲しみを取り去り、喜びを引き起こし、憐れみを増大させることができるからである。
ταῦτα δὲ ὡς οὕτως ἔχει δείξω·
これらのことがその通りであることを私は示そう。
§9δεῖ δὲ καὶ δεῖξαι καὶ δόξαι τοῖς ἀκούουσιν.
しかし、示すことと同時に、聞く者たちにそう思わせることも必要である。
τὴν ποίησιν ἅπασαν καὶ νομίζω καὶ ὀνομάζω λόγον ἔχοντα μέτρον·
私はすべての詩を、韻律を持つ言論であると考え、そう呼んでいる。
ἧς τοὺς ἀκούοντας εἰσῆλθε καὶ φρίκη περίφοβος καὶ ἔλεος πολύδακρυς καὶ πόθος φιλοπενθής, ἐπ᾿ ἀλλοτρίων τε πραγμάτων καὶ σωμάτων εὐπραγίαις καὶ δυσπραγίαις ἴδιόν τι πάθημα διὰ τῶν λόγων ἔπαθεν ἡ ψυχή.
その詩を聞く者たちには、恐ろしい身震いや、涙あふれる憐れみ、そして悲しみを好むあこがれが入り込み、他人の出来事や身体の幸不幸に対して、魂は言論を通じて自分自身のものとしての受動的感情を被るのである。
φέρε δὴ πρὸς ἄλλον ἀπ᾿ ἄλλου μεταστῶ λόγου λόγον.
さあ、一つの言論から別の言論へと移ることにしよう。
§10αἱ γὰρ ἔνθεοι διὰ λόγων ἐπῳδαὶ ἐπαγωγοὶ ἡδονῆς, ἀπαγωγοὶ λύπης γίγνονται·
というのも、言論による神がかり的な呪文は、快楽をもたらし、悲しみを取り除くものとなるからである。
συγγιγνομένη γὰρ τῇ δόξῃ τῆς ψυχῆς ἡ δύναμις τῆς ἐπῳδῆς ἔθελξε καὶ ἔπεισε καὶ μετέστησεν αὐτὴν γοητείᾳ.
魂の思惑と同調する呪文の力は、魅惑し、説得し、魔術によって魂を変容させるからである。
γοητείας δὲ καὶ μαγείας δισσαὶ τέχναι ηὕρηνται, αἵ εἰσι ψυχῆς ἁμαρτήματα καὶ δόξης ἀπατήματα.
魔術と呪術という二つの術が見出されており、それらは魂の誤りであり、思惑の欺きである。
§11ὅσοι δὲ ὅσους περὶ ὅσων καὶ ἔπεισαν καὶ πείσουσι δὲ ψευδῆ λόγον πλάσαντες! εἰ μὲν γὰρ πάντες περὶ πάντων εἶχον τῶν τε παροιχομένων μνήμην τῶν τε παρόντων ἔννοιαν τῶν τε μελλόντων πρόνοιαν, οὐκ ἂν ὁμοίως ὅμοιος ὢν ὁ λόγος ἠπάτα·
どれほど多くの人々が、どれほど多くの人々を、どれほど多くの事柄について、偽りの言論を捏造することによって説得し、またこれからも説得することだろうか!
νῦν δὲ οὔτε μνησθῆναι τὸ παροιχόμενον οὔτε σκέψασθαι τὸ παρὸν οὔτε μαντεύσασθαι τὸ μέλλον εὐπόρως ἔχει, ὥστε περὶ τῶν πλείστων οἱ πλεῖστοι τὴν δόξαν σύμβουλον τῇ ψυχῇ παρέχονται.
なぜなら、もしすべての人がすべての事柄について、過去のことに対する記憶、現在のことに対する認識、未来のことに対する予知を持っているならば、同じ言論であっても同様に欺くことはないだろうからである。
ἡ δὲ δόξα σφαλερὰ καὶ ἀβέβαιος οὖσα σφαλεραῖς καὶ ἀβεβαίοις τύχαις περιβάλλει τοὺς αὐτῇ χρωμένους.
しかし現実には、過去を記憶することも、現在を考察することも、未来を予言することも容易ではないため、ほとんどの人々はほとんどの事柄について、思惑を魂の助言者としているのである。
§12τίς οὖν αἰτία κωλύει καὶ τὴν Ἑλένην ὕμνος ἦλθεν ὁμοίως ἂν οὐ νέαν οὖσαν ὥσπερ εἰ βιατήριον βίᾳ ἡρπάσθη.
そして思惑は、不確実で不安定なものであるがゆえに、それを用いる者たちを不確実で不安定な運命に陥らせる。
τὸ γὰρ τῆς πειθοῦς ἐξῆν ὁ δὲ νοῦς καίτοι εἰ ἀνάγκη ὁ εἰδὼς ἕξει μὲν οὖν, τὴν δὲ δύναμιν τὴν αὐτὴν ἔχει.
それなら、ヘレネに対しても、あたかも彼女が強力な力によって暴力的に拉致されたかのように、同様に言論が及んだというのに、何が妨げとなろうか。
λόγος γὰρ ψυχὴν ὁ πείσας, ἣν ἔπεισεν;
説得の力は強制と同じ力を有している。
ἠνάγκασε καὶ πιθέσθαι τοῖς λεγομένοις καὶ συναινέσαι τοῖς ποιουμένοις.
なぜなら、魂を説得した言論は、それが説得した魂に対して、語られたことに従い、なされることに同意することを強制したからである。
ὁ μὲν οὖν πείσας ὡς ἀναγκάσας ἀδικεῖ, ἡ δὲ πεισθεῖσα ὡς ἀναγκασθεῖσα τῷ λόγῳ μάτην ἀκούει κακῶς.
それゆえ、説得した者は強制した者として不義を働き、説得された者は、言論によって強制された者として、いわれなく悪評を受けているのである。
§13ὅτι δ᾿ ἡ πειθὼ προσοῦσα τῷ λόγῳ καὶ τὴν ψυχὴν ἐτυπώσατο ὅπως ἐβούλετο, χρὴ μαθεῖν πρῶτον μὲν τοὺς τῶν μετεωρολόγων λόγους, οἵτινες δόξαν ἀντὶ δόξης τὴν μὲν ἀφελόμενοι τὴν δ᾿ ἐνεργασάμενοι τὰ ἄπιστα καὶ ἄδηλα φαίνεσθαι τοῖς τῆς δόξης ὄμμασιν ἐποίησαν·
説得が言論に備わることで、魂をその望むままに型作ったということは、第一に、気象学者たちの言論を学ぶべきである。
δεύτερον δὲ τοὺς ἀναγκαίους διὰ λόγων ἀγῶνας, ἐν οἷς εἷς λόγος πολὺν ὄχλον ἔτερψε καὶ ἔπεισε τέχνῃ γραφείς, οὐκ ἀληθείᾳ λεχθείς·
彼らは一つの思惑を取り去って別の思惑を植え付けることで、信じがたいことや不明瞭なことを、思惑の目に見えるようにしたのである。
τρίτον φιλοσόφων λόγων ἁμίλλας, ἐν αἷς δείκνυται καὶ γνώμης τάχος καὶ.
第二に、言論による必然的な争いである。
. .
そこでは、一つの言論が、真実によって語られたのではなく、技術によって書かれたがゆえに、多くの群衆を喜ばせ、説得したのである。
.
第三に、哲学者たちの言論の競争である。
. ὡς εὐμετάβολον ποιοῦσι τὴν τῆς δόξης πίστιν.
そこでは、思考の迅速さと……が示され、彼らがいかに思惑の確信を移ろいやすいものにしているかが示される。