§7Εἰ δὲ βίᾳ ἡρπάσθη καὶ ἀνόμως ἐβιάσθη καὶ ἀδίκως ὑβρίσθη, δῆλον ὅτι ὁ μὲν ἁρπάσας ὡς ὑβρίσας ἠδίκησεν, ἡ δὲ ἁρπασθεῖσα ὡς ὑβρισθεῖσα ἐδυστύχησεν.
如果她是遭受强力掠夺、非法强迫和不公凌辱,那么显而易见,掠夺者作为施害者犯下了不义,而遭受掠夺者作为受害者则遭遇了不幸。
ἄξιος οὖν ὁ μὲν ἐπιχειρήσας βάρβαρος βάρβαρον ἐπιχείρημα καὶ λόγῳ καὶ νόμῳ καὶ ἔργῳ λόγῳ μὲν αἰτίας, νόμῳ δ᾿ ἀτιμίας, ἔργῳ δὲ ζημίας τυχεῖν·
因此,这个实施了野蛮企图的野蛮人,理应在言论上受到指责,在法律上受到剥夺公权,在行为上受到惩罚。
ἡ δὲ βιασθεῖσα καὶ τῆς πατρίδος στερηθεῖσα καὶ τῶν φίλων ὀρφανισθεῖσα πῶς οὐκ ἂν εἰκότως ἐλεηθείη μᾶλλον ἢ κακολογηθείη;
而对于那个遭受强迫、被剥夺祖国并失去朋友而孤立无助的她,难道不更应该理所当然地受到怜悯而非诋毁吗?
ὁ μὲν γὰρ ἔδρασε δεινά, ἡ δὲ ἔπαθεν· δίκαιον οὖν τὴν μὲν οἰκτῖραι, τὸν δὲ μισῆσαι.
因为一者作恶,一者受害;因此,怜悯前者而憎恨后者才是公正的。
§8Εἰ δὲ λόγος ὁ πείσας καὶ τὴν ψυχὴν ἀπατήσας, οὐδὲ πρὸς τοῦτο χαλεπὸν ἀπολογήσασθαι καὶ τὴν αἰτίαν ἀπολύσασθαι, ὧδε.
但如果说是言论说服了她并欺骗了她的灵魂,那么要对此进行辩护并免除她的罪责也不难,如下所示。
λόγος δυνάστης μέγας ἐστίν, ὃς σμικροτάτῳ σώματι καὶ ἀφανεστάτῳ θειότατα ἔργα ἀποτελεῖ· δύναται γὰρ καὶ φόβον παῦσαι καὶ λύπην ἀφελεῖν καὶ χαρὰν ἐνεργάσασθαι καὶ ἔλεον ἐπαυξῆσαι.
言论是一个伟大的统治者,它用极小且极不易察觉的身体,成就了最神圣的业绩;因为他能够消除恐惧,带走悲伤,注入快乐,并增加怜悯。
ταῦτα δὲ ὡς οὕτως ἔχει δείξω·
这些事情确实如此,我将予以证明。
§9δεῖ δὲ καὶ δεῖξαι καὶ δόξαι τοῖς ἀκούουσιν.
而这不仅需要证明,也需要让听众信服。
τὴν ποίησιν ἅπασαν καὶ νομίζω καὶ ὀνομάζω λόγον ἔχοντα μέτρον· ἧς τοὺς ἀκούοντας εἰσῆλθε καὶ φρίκη περίφοβος καὶ ἔλεος πολύδακρυς καὶ πόθος φιλοπενθής, ἐπ᾿ ἀλλοτρίων τε πραγμάτων καὶ σωμάτων εὐπραγίαις καὶ δυσπραγίαις ἴδιόν τι πάθημα διὰ τῶν λόγων ἔπαθεν ἡ ψυχή.
我将所有的诗歌都视作并称作具有音律的言论;当人们聆听诗歌时,恐惧的战栗、多泪的怜悯和令人哀伤的渴望便会悄然侵入,通过言论,灵魂在面对他人之事、他人身体的幸与不幸时,也会感同身受地产生属于自己的体验。
φέρε δὴ πρὸς ἄλλον ἀπ᾿ ἄλλου μεταστῶ λόγου λόγον.
来吧,让我从一个论题转向另一个论题。
§10αἱ γὰρ ἔνθεοι διὰ λόγων ἐπῳδαὶ ἐπαγωγοὶ ἡδονῆς, ἀπαγωγοὶ λύπης γίγνονται· συγγιγνομένη γὰρ τῇ δόξῃ τῆς ψυχῆς ἡ δύναμις τῆς ἐπῳδῆς ἔθελξε καὶ ἔπεισε καὶ μετέστησεν αὐτὴν γοητείᾳ.
因为通过言论而产生的神圣咒语成了快乐的引导者和悲伤的驱逐者;咒语的力量与灵魂的意见结合在一起,便能蛊惑、说服并通过法术改变灵魂。
γοητείας δὲ καὶ μαγείας δισσαὶ τέχναι ηὕρηνται, αἵ εἰσι ψυχῆς ἁμαρτήματα καὶ δόξης ἀπατήματα.
人们发现了魔术和巫术这两种技术,它们是灵魂的迷误和意见的欺骗。
§11ὅσοι δὲ ὅσους περὶ ὅσων καὶ ἔπεισαν καὶ πείσουσι δὲ ψευδῆ λόγον πλάσαντες! εἰ μὲν γὰρ πάντες περὶ πάντων εἶχον τῶν τε παροιχομένων μνήμην τῶν τε παρόντων ἔννοιαν τῶν τε μελλόντων πρόνοιαν, οὐκ ἂν ὁμοίως ὅμοιος ὢν ὁ λόγος ἠπάτα·
有多少人曾通过编造虚假的言论,说服了多少人,关于多少事情,并且还将继续说服下去啊!
νῦν δὲ οὔτε μνησθῆναι τὸ παροιχόμενον οὔτε σκέψασθαι τὸ παρὸν οὔτε μαντεύσασθαι τὸ μέλλον εὐπόρως ἔχει, ὥστε περὶ τῶν πλείστων οἱ πλεῖστοι τὴν δόξαν σύμβουλον τῇ ψυχῇ παρέχονται.
因为如果所有人对所有事情都拥有对过去的记忆、对现在的认识和对未来的预见,那么即使言论相似,也不会以同样的方式欺骗人;但如今,既无法轻易回忆过去,也无法轻易审视现在,更无法轻易预言未来,以至于在大多数事情上,大多数人都把“意见”当作灵魂的顾问。
ἡ δὲ δόξα σφαλερὰ καὶ ἀβέβαιος οὖσα σφαλεραῖς καὶ ἀβεβαίοις τύχαις περιβάλλει τοὺς αὐτῇ χρωμένους.
而意见既是危险且不稳定的,便会将使用它的人抛入危险且不稳定的命运之中。
§12τίς οὖν αἰτία κωλύει καὶ τὴν Ἑλένην ὕμνος ἦλθεν ὁμοίως ἂν οὐ νέαν οὖσαν ὥσπερ εἰ βιατήριον βίᾳ ἡρπάσθη.
那么,又有什么原因能阻止说服的歌谣同样降临在海伦身上,就像她被强力粗暴地掠夺走一样呢?
τὸ γὰρ τῆς πειθοῦς ἐξῆν ὁ δὲ νοῦς καίτοι εἰ ἀνάγκη ὁ εἰδὼς ἕξει μὲν οὖν, τὴν δὲ δύναμιν τὴν αὐτὴν ἔχει.
因为说服的力量具有同样的强迫力。
λόγος γὰρ ψυχὴν ὁ πείσας, ἣν ἔπεισεν; ἠνάγκασε καὶ πιθέσθαι τοῖς λεγομένοις καὶ συναινέσαι τοῖς ποιουμένοις.
因为说服了她灵魂的言论,强迫了被说服的灵魂,既要服从所说的话,又要同意所做的事。
ὁ μὲν οὖν πείσας ὡς ἀναγκάσας ἀδικεῖ, ἡ δὲ πεισθεῖσα ὡς ἀναγκασθεῖσα τῷ λόγῳ μάτην ἀκούει κακῶς.
因此,说服者作为强迫者犯下了不义,而被说服者作为被言论强迫的人,却平白无故地承受了恶名。
§13ὅτι δ᾿ ἡ πειθὼ προσοῦσα τῷ λόγῳ καὶ τὴν ψυχὴν ἐτυπώσατο ὅπως ἐβούλετο, χρὴ μαθεῖν πρῶτον μὲν τοὺς τῶν μετεωρολόγων λόγους, οἵτινες δόξαν ἀντὶ δόξης τὴν μὲν ἀφελόμενοι τὴν δ᾿ ἐνεργασάμενοι τὰ ἄπιστα καὶ ἄδηλα φαίνεσθαι τοῖς τῆς δόξης ὄμμασιν ἐποίησαν· δεύτερον δὲ τοὺς ἀναγκαίους διὰ λόγων ἀγῶνας, ἐν οἷς εἷς λόγος πολὺν ὄχλον ἔτερψε καὶ ἔπεισε τέχνῃ γραφείς, οὐκ ἀληθείᾳ λεχθείς· τρίτον φιλοσόφων λόγων ἁμίλλας, ἐν αἷς δείκνυται καὶ γνώμης τάχος καὶ. . . . . ὡς εὐμετάβολον ποιοῦσι τὴν τῆς δόξης πίστιν.
而要明白说服伴随着言论并能按照其意愿塑造灵魂,首先必须了解气象学家的言论,他们通过取消一种意见并植入另一种意见,使不可信和不明显的事物在意见的眼中显现出来;其次要了解通过言论进行的法庭辩论,在辩论中,一篇凭技巧撰写而非凭真理说出的言论,便能取悦并说服广大群众;第三要了解哲学家言论的论争,在论争中展现了思维的敏捷和……,说明他们是如何使意见的信念变得极易改变的。