§14τὸν αὐτὸν δὲ λόγον ἔχει ἥ τε τοῦ λόγου δύναμις πρὸς τὴν τῆς ψυχῆς τάξιν ἥ τε τῶν φαρμάκων τάξις πρὸς τὴν τῶν σωμάτων φύσιν.
言論の力が魂のあり方に対して持っている関係は、薬の処方が体の本性に対して持っている関係と同じである。
ὥσπερ γὰρ τῶν φαρμάκων ἄλλους ἄλλα χυμοὺς ἐκ τοῦ σώματος ἐξάγει, καὶ τὰ μὲν νόσου τὰ δὲ βίου παύει, οὕτω καὶ τῶν λόγων οἱ μὲν ἐλύπησαν, οἱ δὲ ἔτερψαν, οἱ δὲ ἐφόβησαν, οἱ δὲ εἰς θάρσος κατέστησαν τοὺς ἀκούοντας, οἱ δὲ πειθοῖ τινι κακῇ τὴν ψυχὴν ἐφαρμάκευσαν καὶ ἐξεγοήτευσαν.
というのも、薬のうちであるものはある体液を体から排出し、あるものは病を、あるものは命を終わらせるように、そのように言論のうちでも、あるものは悲しませ、あるものは喜ばせ、あるものは恐れさせ、あるものは聞く者たちを勇気へと向かわせ、またあるものは、悪しき説得によって魂に毒を盛り、惑わしたのである。
§15Καὶ ὅτι μέν, εἰ λόγῳ ἐπείσθη, οὐκ ἠδίκησεν ἀλλ᾿ ἠτύχησεν, εἴρηται·
さて、もし彼女が言論によって説得されたのであれば、不義を働いたのではなく不幸を被ったのだということは、すでに語られた。
τὴν δὲ τετάρτην αἰτίαν τῷ τετάρτῳ λόγῳ διέξειμι.
第4の理由を、第4の議論をもって詳細に説明しよう。
εἰ γὰρ ἔρως ἦν ὁ ταῦτα πάντα πράξας, οὐ χαλεπῶς διαφεύξεται τὴν τῆς λεγομένης γεγονέναι ἁμαρτίας αἰτίαν.
なぜなら、もしこれらすべてを行ったのが愛であるなら、彼女は、犯したと言われる過ちの非難を免れることは難しくないからである。
ἃ γὰρ ὁρῶμεν, ἔχει φύσιν οὐχ ἣν ἡμεῖς θέλομεν ἀλλ᾿ ἣν ἕκαστον ἔτυχε·
というのも、私たちが目にするものは、私たちが望む本性を持つのではなく、それぞれがたまたま持っている本性を持っているからである。
διὰ δὲ τῆς ὄψεως ἡ ψυχὴ κἀν τοῖς τρόποις τυποῦται.
そして、視覚を通じて、魂はその性質においても型作られる。
§16αὐτίκα γὰρ ὅταν πολέμια σώματα πολέμιον ἐπὶ πολεμίοις ὁπλισθῇ κόσμον χαλκοῦ καὶ σιδήρου, τοῦ μὲν ἀλεξητήριον τοῦ δὲ προβλήματα, εὐθέως ἡ ὄψις ἐταράχθη καὶ ἐτάραξε τὴν ψυχήν, ὥστε πολλάκις τοῦ κινδύνου μέλλοντος φεύγουσιν ἐκπλαγέντες ἰσχυρῶς·
たとえば、敵対する軍勢が、敵対する者たちに対して、青銅や鉄からなる敵対的な武具――あるものは防御のため、あるものは攻撃のためのもの――を身にまとうとき、ただちに視覚は動揺し、魂を動揺させる。 その結果、危険がまだ先のことであるにもかかわらず、人々は激しく驚倒して逃げ出すことがしばしばある。
ἡ γὰρ ἀλήθεια τοῦ νόμου διὰ τὸν φόβον ἐξῳκίσθη τὸν ἀπὸ τῆς ὄψεως, ἥτις ἐλθοῦσα ἐποίησεν ἀμελῆσαι καὶ τοῦ καλοῦ τοῦ διὰ τὸν νόμον κρινομένου καὶ τοῦ ἀγαθοῦ τοῦ διὰ τὴν νίκην γιγνομένου.
なぜなら、法の真理は、視覚から生じる恐怖のために追い払われてしまうからであり、この恐怖がやってくることで、法によって判断される美をも、勝利によって得られる善をも軽視させるからである。
§17ἤδη δέ τινες ἰδόντες φοβερὰ καὶ τοῦ παρόντος ἐν τῷ παρόντι χρόνῳ φρονήματος ἐξέστησαν·
すでに、恐ろしいものを見て、そのときの正気を失ってしまった者たちもいる。
οὕτως ἀπέσβεσε καὶ ἐξήλασεν ὁ φόβος τὸ νόημα.
そのように、恐怖は思考を消し去り、追い払ったのである。
πολλοὶ δὲ καὶ ματαίοις πόνοις καὶ δειναῖς νόσοις καὶ δυσιάτοις μανίαις περιέπεσον·
また多くの人々が、無駄な苦痛や、恐ろしい病、治療しがたい狂気に陥った。
οὕτως εἰκόνας τῶν ὁρωμένων πραγμάτων ἡ ὄψις ἐνέγραψεν ἐν τῷ φρονήματι.
そのように、視覚は目に見える事物の幻影を思考の中に書き込んだのである。
καὶ τὰ μὲν δειματοῦντα πολλὰ μὲν παραλείπεται, ὅμοια δ᾿ ἐστὶ τὰ παραλειπόμενα οἷάπερ τὰ λεγόμενα.
そして、恐れを抱かせる多くの事柄が省略されているが、省略されているものも、語られているものと同様である。
§18ἀλλὰ μὴν οἱ γραφεῖς ὅταν ἐκ πολλῶν χρωμάτων καὶ σωμάτων ἓν σῶμα καὶ σχῆμα τελείως ἀπεργάσωνται, τέρπουσι τὴν ὄψιν.
だがしかし、画家たちが多くの色や形から、一つの身体や形を完璧に作り上げるとき、彼らは視覚を喜ばせる。
ἡ δὲ τῶν ἀνδριάντων ποίησις καὶ ἡ τῶν ἀγαλμάτων ἐργασία ὅσην ἡδονὴν παρέσχετο τοῖς ὄμμασιν! οὕτω τὰ μὲν λυπεῖν τὰ δὲ ποθεῖν ποιεῖν πέφυκε τὴν ὄψιν.
また、肖像彫刻の制作や神像の製造が、いかに大きな喜びを両の目に提供することか! このように、あるものは視覚を悲しませ、あるものは憧れを抱かせる本性を持っている。
πολλὰ δὲ πολλοῖς πολλῶν ἔρωτα καὶ πόθον ἐνεργάζεται πραγμάτων καὶ σωμάτων.
そして多くのものが、多くの人々に、多くの事柄や身体に対する愛や憧れを植え付ける。
§19εἰ οὖν τῷ τοῦ Ἀλεξάνδρου σώματι τὸ τῆς Ἑλένης ὄμμα ἡσθὲν προθυμίαν καὶ ἅμιλλαν ἔρωτος τῇ ψυχῇ παρέδωκε, τί θαυμαστόν;
それゆえ、もしアレクサンドロスの身体に対してヘレネの目が喜びを感じ、その魂に愛の切望と葛藤をもたらしたのだとしたら、何の不思議があろうか。
ὃς εἰ μὲν θεὸς ὢν ἔχει θεῶν θείαν δύναμιν, πῶς ἂν ὁ ἥσσων εἴη τοῦτον ἀπώσασθαι καὶ ἀμύνασθαι δυνατός;
もし愛が神であって、神々の神聖な力を持っているのなら、より弱い者がこれを退け、防ぎきることなどどうしてできようか。
εἰ δ᾿ ἐστὶν ἀνθρώπινον νόσημα καὶ ψυχῆς ἀγνόημα, οὐχ ὡς ἁμάρτημα μεμπτέον ἀλλ᾿ ὡς ἀτύχημα νομιστέον·
しかし、もしそれが人間の病であり、魂の無知であるなら、過ちとして非難すべきではなく、不幸として見なされるべきである。
ἦλθε γὰρ οἷς ἦλθε τύχης ἀγρεύμασιν, οὐ γνώμης βουλεύμασι, καὶ ἔρωτος ἀνάγκαις, οὐ τέχνης παρασκευαῖς.
なぜなら、それは運命の罠によって訪れたのであって、理性の計画によるのではないからである。
§20Πῶς οὖν χρὴ δίκαιον ἡγήσασθαι τὸν τῆς·
それなら、ヘレネに対する非難をどうして正当なものと考えられようか。
Ἑλένης μῶμον, ἥτις εἴτ᾿ ἐρασθεῖσα εἴτε λόγῳ πεισθεῖσα εἴτε βίᾳ ἁρπασθεῖσα εἴτε ὑπὸ θείας ἀνάγκης ἀναγκασθεῖσα ἔπραξεν ἃ ἔπραξε, πάντως διαφεύγει τὴν αἰτίαν;
彼女は、愛したにせよ、言論によって説得されたにせよ、暴力によってラチされたにせよ、あるいは神的な強制によって強制されたにせよ、なしたことをなしたのであり、いずれにしても非難を免れるのであるから。
§21Ἀφεῖλον τῷ λόγῳ δύσκλειαν γυναικός, ἐνέμεινα τῷ νόμῳ ὃν ἐθέμην ἐν ἀρχῇ τοῦ λόγου, ἐπειράθην καταλῦσαι μώμου ἀδικίαν καὶ δόξης ἀμαθίαν, ἐβουλήθην γράψαι τὸν λόγον Ἑλένης μὲν ἐγκώμιον, ἐμὸν δὲ παίγνιον.
私は言論によって、一人の女性の悪評を取り除き、言論の冒頭で自らに課したきまりを守った。 非難の不条理と、思惑の無知を打破しようと試みた。 私はこの言論を、ヘレネにとっては賛辞として、私にとっては戯れとして書くことを望んだのである。