← ゴルギアス

ヘレネ頌

§7-13

強制による拉致と魂を支配する言論の力

セクション7から13において、著者は暴力による拉致の不当性と被害者の無罪性を論じた後、言論(ロゴス)が持つ絶大な力を分析する。言論は、詩や魔術、自然学や法廷弁論、哲学の論争を通じて人々の不確実な思惑(ドクサ)を自在に操作し、物理的な暴力と同様に魂を強制するものであると説明される。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§7

Εἰ δὲ βίᾳ ἡρπάσθη καὶ ἀνόμως ἐβιάσθη καὶ ἀδίκως ὑβρίσθη, δῆλον ὅτι ὁ μὲν ἁρπάσας ὡς ὑβρίσας ἠδίκησεν, ἡ δὲ ἁρπασθεῖσα ὡς ὑβρισθεῖσα ἐδυστύχησεν. ἄξιος οὖν ὁ μὲν ἐπιχειρήσας βάρβαρος βάρβαρον ἐπιχείρημα καὶ λόγῳ καὶ νόμῳ καὶ ἔργῳ λόγῳ μὲν αἰτίας, νόμῳ δ᾿ ἀτιμίας, ἔργῳ δὲ ζημίας τυχεῖν·1 ἡ δὲ βιασθεῖσα καὶ τῆς πατρίδος στερηθεῖσα καὶ τῶν φίλων ὀρφανισθεῖσα πῶς οὐκ ἂν εἰκότως ἐλεηθείη μᾶλλον ἢ κακολογηθείη; ὁ μὲν γὰρ ἔδρασε δεινά, ἡ δὲ ἔπαθεν· δίκαιον οὖν τὴν μὲν οἰκτῖραι, τὸν δὲ μισῆσαι.

もし彼女が暴力によって拉致され、法に反して強制され、不当に辱められたのであるなら、拉致した者は辱めた者として不義を働き、拉致された者は辱められた者として不幸を被ったことは明らかである。したがって、野蛮な企てを企てた者は、言葉によっても、法によっても、行為によっても、それぞれ――言葉によっては非難を、法によっては市民権剥奪を、行為によっては処罰を受けるに値する。一方で、強制され、祖国を奪われ、友を失って孤立した彼女が、悪く言われるよりもむしろ当然のこととして憐れまれるべきではないだろうか。なぜなら、一方は恐ろしいことを行い、他方はそれを被ったのだから。したがって、一方は憐れみ、他方は憎むのが正しい。

§8

Εἰ δὲ λόγος ὁ πείσας καὶ τὴν ψυχὴν ἀπατήσας, οὐδὲ πρὸς τοῦτο χαλεπὸν ἀπολογήσασθαι καὶ τὴν αἰτίαν ἀπολύσασθαι, ὧδε. λόγος δυνάστης μέγας ἐστίν, ὃς σμικροτάτῳ σώματι καὶ ἀφανεστάτῳ θειότατα ἔργα ἀποτελεῖ· δύναται γὰρ καὶ φόβον παῦσαι καὶ λύπην ἀφελεῖν καὶ χαρὰν ἐνεργάσασθαι καὶ ἔλεον ἐπαυξῆσαι. ταῦτα δὲ ὡς οὕτως ἔχει δείξω·

しかし、もし彼女を説得し、その魂を欺いたのが言論であるなら、この点に対しても次のように弁明し、非難を解くことは難しくない。言論は偉大な支配者であり、きわめて小さく、きわめて目立たない身体を用いながら、最も神聖な業を成し遂げる。なぜなら、言論は恐怖を和らげ、悲しみを取り去り、喜びを引き起こし、憐れみを増大させることができるからである。これらのことがその通りであることを私は示そう。

§9

δεῖ δὲ καὶ δεῖξαι καὶ δόξαι τοῖς ἀκούουσιν. τὴν ποίησιν ἅπασαν καὶ νομίζω καὶ ὀνομάζω λόγον ἔχοντα μέτρον· ἧς τοὺς ἀκούοντας εἰσῆλθε2 καὶ φρίκη περίφοβος καὶ ἔλεος πολύδακρυς καὶ πόθος φιλοπενθής, ἐπ᾿ ἀλλοτρίων τε πραγμάτων καὶ σωμάτων εὐπραγίαις καὶ δυσπραγίαις ἴδιόν τι πάθημα διὰ τῶν λόγων ἔπαθεν ἡ ψυχή. φέρε δὴ πρὸς ἄλλον ἀπ᾿ ἄλλου μεταστῶ λόγου λόγον.

しかし、示すことと同時に、聞く者たちにそう思わせることも必要である。私はすべての詩を、韻律を持つ言論であると考え、そう呼んでいる。その詩を聞く者たちには、恐ろしい身震いや、涙あふれる憐れみ、そして悲しみを好むあこがれが入り込み、他人の出来事や身体の幸不幸に対して、魂は言論を通じて自分自身のものとしての受動的感情を被るのである。さあ、一つの言論から別の言論へと移ることにしよう。

§10

αἱ γὰρ ἔνθεοι διὰ λόγων ἐπῳδαὶ ἐπαγωγοὶ ἡδονῆς, ἀπαγωγοὶ λύπης γίγνονται· συγγιγνομένη γὰρ τῇ δόξῃ τῆς ψυχῆς ἡ δύναμις τῆς ἐπῳδῆς ἔθελξε καὶ ἔπεισε καὶ μετέστησεν αὐτὴν γοητείᾳ. γοητείας δὲ καὶ μαγείας δισσαὶ τέχναι ηὕρηνται, αἵ εἰσι ψυχῆς ἁμαρτήματα καὶ δόξης ἀπατήματα.

というのも、言論による神がかり的な呪文は、快楽をもたらし、悲しみを取り除くものとなるからである。魂の思惑と同調する呪文の力は、魅惑し、説得し、魔術によって魂を変容させるからである。魔術と呪術という二つの術が見出されており、それらは魂の誤りであり、思惑の欺きである。

§11

ὅσοι δὲ ὅσους περὶ ὅσων καὶ ἔπεισαν καὶ πείσουσι δὲ ψευδῆ λόγον πλάσαντες! εἰ μὲν γὰρ πάντες περὶ πάντων εἶχον τῶν τε παροιχομένων μνήμην τῶν τε παρόντων ἔννοιαν τῶν τε μελλόντων πρόνοιαν, οὐκ ἂν ὁμοίως ὅμοιος ὢν ὁ λόγος ἠπάτα· νῦν δὲ οὔτε μνησθῆναι τὸ παροιχόμενον οὔτε σκέψασθαι τὸ παρὸν οὔτε μαντεύσασθαι τὸ μέλλον εὐπόρως ἔχει, ὥστε περὶ τῶν πλείστων οἱ πλεῖστοι τὴν δόξαν σύμβουλον τῇ ψυχῇ παρέχονται. ἡ δὲ δόξα σφαλερὰ καὶ ἀβέβαιος οὖσα σφαλεραῖς καὶ ἀβεβαίοις τύχαις περιβάλλει τοὺς αὐτῇ χρωμένους.

どれほど多くの人々が、どれほど多くの人々を、どれほど多くの事柄について、偽りの言論を捏造することによって説得し、またこれからも説得することだろうか!なぜなら、もしすべての人がすべての事柄について、過去のことに対する記憶、現在のことに対する認識、未来のことに対する予知を持っているならば、同じ言論であっても同様に欺くことはないだろうからである。しかし現実には、過去を記憶することも、現在を考察することも、未来を予言することも容易ではないため、ほとんどの人々はほとんどの事柄について、思惑を魂の助言者としているのである。そして思惑は、不確実で不安定なものであるがゆえに、それを用いる者たちを不確実で不安定な運命に陥らせる。

§12

τίς οὖν αἰτία κωλύει καὶ τὴν Ἑλένην ὕμνος ἦλθεν3 ὁμοίως ἂν οὐ νέαν οὖσαν ὥσπερ εἰ βιατήριον βίᾳ ἡρπάσθη. τὸ γὰρ τῆς πειθοῦς ἐξῆν ὁ δὲ νοῦς καίτοι εἰ ἀνάγκη ὁ εἰδὼς ἕξει μὲν οὖν, τὴν δὲ δύναμιν τὴν αὐτὴν ἔχει. λόγος γὰρ ψυχὴν ὁ πείσας, ἣν ἔπεισεν; ἠνάγκασε καὶ πιθέσθαι τοῖς λεγομένοις καὶ συναινέσαι τοῖς ποιουμένοις. ὁ μὲν οὖν πείσας ὡς ἀναγκάσας ἀδικεῖ, ἡ δὲ πεισθεῖσα ὡς ἀναγκασθεῖσα τῷ λόγῳ μάτην ἀκούει κακῶς.

それなら、ヘレネに対しても、あたかも彼女が強力な力によって暴力的に拉致されたかのように、同様に言論が及んだというのに、何が妨げとなろうか。説得の力は強制と同じ力を有している。なぜなら、魂を説得した言論は、それが説得した魂に対して、語られたことに従い、なされることに同意することを強制したからである。それゆえ、説得した者は強制した者として不義を働き、説得された者は、言論によって強制された者として、いわれなく悪評を受けているのである。

§13

ὅτι δ᾿ ἡ πειθὼ προσοῦσα τῷ λόγῳ καὶ τὴν ψυχὴν ἐτυπώσατο ὅπως ἐβούλετο, χρὴ μαθεῖν πρῶτον μὲν τοὺς τῶν μετεωρολόγων λόγους, οἵτινες δόξαν ἀντὶ δόξης τὴν μὲν ἀφελόμενοι τὴν δ᾿ ἐνεργασάμενοι τὰ ἄπιστα καὶ ἄδηλα φαίνεσθαι τοῖς τῆς δόξης ὄμμασιν ἐποίησαν· δεύτερον δὲ τοὺς ἀναγκαίους διὰ λόγων ἀγῶνας, ἐν οἷς εἷς λόγος πολὺν ὄχλον ἔτερψε καὶ ἔπεισε τέχνῃ γραφείς, οὐκ ἀληθείᾳ λεχθείς· τρίτον φιλοσόφων λόγων ἁμίλλας, ἐν αἷς δείκνυται καὶ γνώμης τάχος καὶ..... ὡς εὐμετάβολον ποιοῦσι τὴν τῆς δόξης πίστιν.

説得が言論に備わることで、魂をその望むままに型作ったということは、第一に、気象学者たちの言論を学ぶべきである。彼らは一つの思惑を取り去って別の思惑を植え付けることで、信じがたいことや不明瞭なことを、思惑の目に見えるようにしたのである。第二に、言論による必然的な争いである。そこでは、一つの言論が、真実によって語られたのではなく、技術によって書かれたがゆえに、多くの群衆を喜ばせ、説得したのである。第三に、哲学者たちの言論の競争である。そこでは、思考の迅速さと……が示され、彼らがいかに思惑の確信を移ろいやすいものにしているかが示される。

構文注3 件
  1. 7λόγῳ μὲν αἰτίας, νόμῳ δ᾿ ἀτιμίας, ἔργῳ δὲ ζημίας τυχεῖν

    名詞の並列および対応関係を示す。与格の λόγῳ, νόμῳ, ἔργῳ (言葉・法・行為によって)は、それぞれ後ろの対比的な属格名詞 αἰτίας, ἀτιμίας, ζημίας (非難・市民権剥奪・刑罰)と対応し、これら属格はすべて不規則動詞 τυχεῖν (〜を得る、〜に遭う)の目的語として機能している。

  2. 9ἧς τοὺς ἀκούοντας εἰσῆλθε

    関係代名詞 ἧς (女性単数属格)の先行詞は τὴν ποίησιν ἅπασαν。自動詞に前置詞が入った複合動詞 εἰσῆλθε(中に入り込んだ)の属格支配(詩の内部に、詩から)と解釈でき、対格の τοὺς ἀκούοντας (聞く者たち)が「入り込まれる対象」として直接の目的格となっている。

  3. 12τίς οὖν αἰτία κωλύει καὶ τὴν Ἑλένην ὕμνος ἦλθεν...

    このセクションの冒頭部は写本伝承の破損が著しく、文法的な整合性を欠いている。しかし全体の論理において、言論(ロゴス)による説得(πειθώ)が物理的な暴力(βία)と同様の強制力を持つことを論じ、説得された者は無罪(悪評を受ける謂れがない)とする核心的議論を補完して読解する必要がある。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0593.1st1K001.humanitext-grc1:7-13