§IV#1"ὅτι Σαυνῖται ἐς τὴν Φρεγελλανῶν ἐμβαλόντες ἐπόρθουν, Ῥωμαῖοι δὲ Σαυνιτῶν καὶ Δαυνίων ὀγδοήκοντα κώμας καὶ μίαν εἷλον, καὶ ἄνδρας ἐξ αὐτῶν χιλίους καὶ δισμυρίους ἀνελόντες ἀπανέστησαν αὐτοὺς ἀπὸ τῆς Φρεγέλλης.
サムニウム人がフレゲッラエの領土に侵入して略奪したこと。 しかし、ローマ人はサムニウム人とダウニア人の八十一の村を占領し、彼らのうち一万二千人を殺害して、彼らをフレゲッラエから撤退させた。
καὶ πάλιν ἐς Ῥώμην ἐπρέσβευον οἱ Σαυνῖται, νεκρὰ σώματα ἀνδρῶν φέροντες ὡς αἰτίους τοῦδε τοῦ πολέμου γεγονότας ἀνῃρηκότες, καὶ χρυσίον ὡς ἀπὸ τῆς ἐκείνων περιουσίας πεπορισμένον.
そしてサムニウム人は、この戦争の原因となった者たちを殺害したとして、彼らの遺体を携え、また彼らの財産から調達した黄金を携えて、再びローマに使節を送った。
ἐφʼ οἷς αὐτοὺς ἡ βουλὴ πάνυ νομίζουσα τετρῦσθαι, προσεδόκα κακοπαθοῦντας ἐνδώσειν περὶ τῆς ἡγεμονίας.
元老院は、これらの事柄から彼らがすっかり疲弊していると考え、困窮した彼らが覇権を譲り渡すだろうと予想した。
οἱ δὲ τὰ μὲν ἄλλα ἐδέχοντο, καὶ εἴ τι καὶ ἀντέλεγον, ἢ παρῃτοῦντο καὶ παρεκάλουν ἢ ἐς τὰς πόλεις ἀνετίθεντο· περὶ δὲ τῆς ἡγεμονίας οὐκ ἀνασχόμενοι πάλιν οὐδʼ ἀκοῦσαι, οὐκ ἐκδωσόμενοι δὴ τὰς πόλεις ἔφασαν ἥκειν, ἀλλʼ ἐς φιλίαν συνάξοντες.
しかし彼らは、他のことについては受け入れ、反論がある場合にも、懇願するか、あるいは自らの都市に持ち帰って検討することとしたが、覇権については再び耳にすることさえ耐えられず、都市を明け渡すために来たのではなく、友好を結ぶために来たのだと言った。
λυσάμενοι δὴ τοῦ χρυσίου τοὺς αἰχμαλώτους ἀπῄεσαν ὀργῇ, καὶ τὴν πεῖραν ἔχοντες τὴν περὶ τῆς ἡγεμονίας.
そして黄金によって捕虜を贖って怒りの中で立ち去り、覇権をめぐる試練を経験した。
καὶ Ῥωμαῖοι μὲν ἐψηφίζοντο μηδὲ πρεσβείας ἔτι παρὰ Σαυνιτῶν προσίεσθαι, ἀλλʼ ἄσπονδον καὶ ἀκήρυκτον πόλεμον αὐτοῖς πολεμεῖν ἕως κατὰ κράτος ἐξέλωσι, θεὸς δʼ ἐνεμέσησε τῆς μεγαληγορίας, καὶ ὕστερον ἡττήθησαν ὑπὸ Σαυνιτῶν καὶ ὑπὸ ζυγὸν ἤχθησαν οἱ Ῥωμαῖοι.
そしてローマ人は、サムニウム人からの使節を二度と受け入れず、力ずくで彼らを根絶やしにするまで、休戦も宣戦布告もない戦争を彼らに対して戦うことを議決した。 しかし神は彼らの放言を憤り、のちにローマ人はサムニウム人に敗れ、軛の下をくぐらされた。
ἐς γὰρ στενώτατον χῶρον τούτους συγκλείσαντες οἱ Σαυνῖται τοῦ Ποντίου σφῶν στρατηγοῦντος, καὶ λιμῷ πιεζομένων Ῥωμαίων, οἱ στρατηγοὶ σφῶν πρεσβευσάμενοι παρεκάλουν τὸν Πόντιον καταθέσθαι Ῥωμαίοις χάριν, ἣν οὐ πολλοὶ παρέχουσι καιροί.
というのも、彼らの将軍ポンティウスの指揮のもと、サムニウム人が彼らをきわめて狭い場所に閉じ込め、ローマ人が飢えに苦しめられたとき、彼らの将軍たちは使節を送って、滅多にない機会なのだからローマ人に恩恵を施すよう、ポンティウスに求めたからである。
ὁ δὲ ἀπεκρίνατο μὴ δεῖν μηδὲ πρεσβεύειν ἔτι πρὸς αὐτόν, εἰ μὴ τὰ ὅπλα καὶ αὑτοὺς παραδοῖεν.
しかし彼は、武器と彼ら自身を明け渡さない限り、もはや自分に使節を送る必要さえないと答えた。
θρῆνος οὖν ἦν οἷα πόλεως ἁλούσης.
そのため、都市が陥落したかのような嘆きが起こった。
καὶ οἱ στρατηγοὶ διέτριψαν μὲν ἔτι ἄλλας ἡμέρας, ὀκνοῦντες ἀνάξιόν τι τῆς πόλεως ἐργάσασθαι· ὡς δʼ οὔτε μηχανὴ σωτηρίας ἐφαίνετο, ὅ τε λιμὸς ἐπίεζεν αὐτούς, καὶ νεότης ἦν πέντε μυριάδων, ἣν ὤκνουν φθειρομένην ὑπεριδεῖν, ἐπέτρεψαν ἑαυτοὺς τῷ Ποντίῳ, καὶ παρεκάλουν, εἴτε κτείνειν εἴτε πωλεῖν εἴτε φυλάσσειν ἐπὶ λύτροις ἕλοιτο, μηδὲν ἐς σώματα ἀνδρῶν ἀτυχούντων ὑβρίσαι.
将軍たちは、国家にふさわしくないことをするのを恐れて、さらに数日を費やしたが、救済の手段も見えず、飢えが彼らを苦しめ、また五万の若者が滅びゆくのを傍観することを恐れたため、ポンティウスに身を委ね、殺すにせよ、売るにせよ、あるいは身代金のために拘束するにせよ、不幸な男たちの肉体に対して何ら侮辱を加えないように懇願した。
ὁ δὲ τῷ πατρὶ συνεβουλεύετο, μεταπεμψάμενος αὐτὸν ἐκ τοῦ Καυδίου, φερόμενον ὑπὸ γήρως ἁμάξῃ.
ポンティウスは、カウディウムから父親を呼び出して相談した。 父親は老齢のため馬車で運ばれてきた。
καὶ ὁ πρεσβύτης ἔφη,
ἓν ἔστιν, ὦ παῖ, μεγάλης ἔχθρας φάρμακον, εὐεργεσίας ἢ κολάσεως ὑπερβολή.
そして老人は言った。 「息子よ、大きな敵意に対する処方箋は一つしかない。 それは恩恵の極致か、あるいは処罰の極致かである。
αἱ μὲν οὖν κολάσεις καταπλήσσουσιν, αἱ δὲ εὐεργεσίαι προσάγονται.
処罰は人を震え上がらせ、恩恵は人を引きつける。
ἴσθι νίκην τήνδε πρώτην καὶ μεγίστην, θησαυρίζειν τὴν εὐτυχίαν·
この勝利を、幸運を蓄えるための最初にして最大の勝利と心得よ。
καὶ πάντας ἀπόλυσον ἀπαθεῖς, μήτʼ ἐνυβρίσας μήτʼ ἀφελόμενος μηδέν, ἵνα σῶον ᾖ σοι τὸ μέγεθος τῆς εὐεργεσίας.
そして全員を無傷で解放せよ。 侮辱もせず、何も奪うこともなく。 それはお前の施す恩恵の大きさが損なわれないためである。
εἰσὶ δʼ, ὡς ἀκούω, φιλοτιμότατοι.
私の聞くところでは、彼らはきわめて名誉を重んじる者たちだ。
ἀλλὰ μόναις εὐεργεσίαις ἡττώμενοι διαγωνιοῦνταί σοι περὶ τῆσδε τῆς χάριτος.
ただ恩恵によってのみ敗れ、彼らはお前とこの恩義を競い合うことになるだろう。
ἔχεις ἐνέχυρον τήνδε τὴν εὐεργεσίαν εἰρήνης ἀθανάτου λαβεῖν.
お前はこの恩恵を、不滅の平和を得るための担保とすることができる。
ἢν δέ σε ταῦτα μὴ πείθῃ, κτεῖνον ἅπαντας ὁμαλῶς, μηδʼ ἄγγελον ὑπολιπών.
もしこれに納得しないなら、全員を一律に殺せ、伝令さえ残さずに。
λέγω δʼ ἐκεῖνα μὲν αἱρούμενος, ταῦτα δʼ ὡς ἀναγκαῖα.
私は前者を望ましいものとして選び、後者を避けることのできないものとして語る。
Ῥωμαῖοι γὰρ ὁτιοῦν ὑβρισθέντες ἀμυνοῦνταί σε πάντως·
ローマ人は、いかなる侮辱を受けても、必ずやお前に復讐するだろう。
ἀμυνεῖσθαι δὲ μέλλοντας αὐτοὺς προκατάβλαπτε.
復讐しようとする彼らをあらかじめ叩いておけ。
μεῖζον δʼ οὐκ ἂν εὕροις βλάβος νέων ὁμοῦ πέντε μυριάδων.
五万の若者を一度に失うこと以上の痛手は彼らにはないのだから。
ὁ μὲν τοσαῦτα εἶπεν, ὁ δὲ παῖς ἀντέλεξεν·
」老人はこのように言ったが、息子は反論した。
ὅτι μέν, ὦ πάτερ, ἐναντιώτατα εἶπας ἀλλήλοις, οὐ θαυμάζω·
「父よ、あなたが互いに正反対のことを言ったことには驚きません。
προεῖπας γὰρ ἐρεῖν ὑπερβολὰς ἑκατέρων.
それぞれの極端な手段を語るとあらかじめ言っていたからです。
ἐγὼ δὲ οὐ κτενῶ μὲν ἄνδρας τοσούτους, νέμεσίν τε θεοῦ φυλασσόμενος καὶ φθόνον ἀνθρώπων αἰδούμενος, καὶ τὰ ἔθνη τὰς ἐς ἀλλήλους ἐλπίδας οὐκ ἀφαιρήσομαι διʼ ἀνηκέστου κακοῦ.
しかし私は、神の怒りを警戒し、人間の嫉妬を憚って、これほど多くの人々を殺すことはしません。 また、諸民族が互いに対して抱く希望を、取り返しのつかない災いによって奪うこともしません。
περὶ δὲ τῆς ἀφέσεως οὐδʼ αὐτῷ μέν μοι δοκεῖ, Ῥωμαίων πολλὰ καὶ δεινὰ δεδρακότων ἡμᾶς, καὶ χωρία καὶ πόλεις ἡμετέρας ἔτι νῦν ἐχόντων, τούσδε τοὺς εἰλημμένους ἀπολύειν παντὸς ἀπαθεῖς.
しかし解放することについては、ローマ人が我々に対して多くの恐ろしいことを行い、今なお我々の土地や都市を占拠しているのに、これらの捕らえられた者たちを全く無傷で解放することは、私自身にもふさわしいとは思えません。
οὐ ποιήσω·
そうはしません。
ἐμπληξία γὰρ ἡ ἄλογος φιλανθρωπία.
理性のない人道主義は愚行だからです。
ἐπισκόπει δέ, παρεὶς ἐμέ, καὶ τὸ τῶν Σαυνιτῶν·
私を差し置いて、サムニウム人の状況も考慮してください。
ὧν παῖδες καὶ πατέρες καὶ ἀδελφοὶ τεθνᾶσιν ὑπὸ Ῥωμαίων, καὶ κτήματα καὶ χρήματα ἀφῃρημένοι χρῄζουσι παραμυθίας·
彼らの子供や父親や兄弟がローマ人によって殺され、財産や金を奪われた彼らは慰めを求めています。
φύσει δὲ γαῦρον ὁ νενικηκώς, καὶ τὰ κέρδη περιβλέπονται.
勝者は本性上誇り高く、利益を求めます。
τίς οὖν ἀνέξεταί μου τούσδε μὴ κτείνειν μηδὲ πωλεῖν μηδὲ ζημιοῦν, ἀλλʼ ὡς εὐεργέτας ἀπαθεῖς προπέμπειν;
それなのに、これらの者たちを殺しもせず、売りもせず、罰しもせず、まるで恩人のように無傷で送り出すことに、誰が耐えられるでしょうか。
διὰ μὲν δὴ ταῦτα παρῶμεν τὰς ὑπερβολάς, ἐπεὶ τῆς μὲν οὐ κύριος ἐγώ, τῆς δʼ ἀπανθρωποτέρας οὐκ ἀνέχομαι·
それゆえ、これらの極端な手段は退けましょう。 一方については私にその権限がなく、他方の非人道的なことには耐えられないからです。
ὡς δʼ ἂν καὶ Ῥωμαίων τι τοῦ φρονήματος περιέλοιμι καὶ τὰ πρὸς τοὺς ἄλλους ἀδιάβλητος εἴην, ὅπλα μὲν αὐτούς, οἷς ἐχρήσαντο ἀεὶ καθʼ ἡμῶν, ἀφαιρήσομαι καὶ χρήματα (καὶ γὰρ ταῦτα ἔχουσι παρʼ ἡμῶν), ἐκπέμψω δʼ ὑπὸ ζυγὸν σώους, ᾗ τινὶ αἰσχύνῃ καὶ αὐτοὶ κατʼ ἄλλων ἐχρήσαντο, καὶ εἰρήνην εἶναι τοῖς ἔθνεσι συνθήσομαι, τῶν τε ἱππέων ἐπιλέξομαι τοὺς ἐπιφανεστάτους ὅμηρα τῶνδε τῶν συνθηκῶν, ἕως ἅπας ὁ δῆμος ἐπιψηφίσῃ.
むしろ、ローマ人のプライドをいくらか削ぎ落とし、他国に対しても非難されないようにするため、彼らが常に我々に対して用いてきた武器を奪い、また彼らが我々から奪ったものであるから財産も奪い、彼らが他国に対して用いたのと同様の屈辱として、無傷のまま軛の下をくぐらせて送り出し、諸民族の間に平和があることを合意し、この合意の担保として、全人民が議決するまで、騎兵の中から最も高名な者たちを人質として選ぶことにします。
καὶ τάδε ποιῶν ἡγοῦμαι νενικηκότος τε ἔργα ποιήσειν καὶ φιλανθρώπου, Ῥωμαίους τε ἀγαπήσειν ὅσα καὶ αὐτοί, φάσκοντες ἀρετῆς ἀντιποιεῖσθαι, πολλάκις ἐς ἄλλους ἔδρασαν. "
このようにすることで、私は勝者として、また人道的な者としての役割を果たすことになり、ローマ人も、自分たちが徳を主張しながら他国に対してしばしば行ってきたことを、喜んで受け入れるだろうと思います。 」