Humanitext Reader

阿庇安 · 萨姆奈特人史 §IV#1

考迪乌姆峡谷之战与牛轭下的屈辱

第 2 段,共 7 段 · 希腊语

内容简介

萨姆奈特人在和平谈判决裂后,于考迪乌姆峡谷包围并迫使罗马军队投降。将领蓬提乌斯拒绝了其老父提出的两个极端建议,而是选择了一条折中路线:解除罗马人的武装并让他们在完好无损的情况下从轭下通过。

§IV#1"ὅτι Σαυνῖται ἐς τὴν Φρεγελλανῶν ἐμβαλόντες ἐπόρθουν, Ῥωμαῖοι δὲ Σαυνιτῶν καὶ Δαυνίων ὀγδοήκοντα κώμας καὶ μίαν εἷλον, καὶ ἄνδρας ἐξ αὐτῶν χιλίους καὶ δισμυρίους ἀνελόντες ἀπανέστησαν αὐτοὺς ἀπὸ τῆς Φρεγέλλης.
萨姆奈特人侵入弗雷格莱的领土进行掠夺。 然而,罗马人占领了萨姆奈特人和达乌尼亚人的八十一个小村庄,并杀害了其中一万二千人,迫使他们从弗雷格莱撤退。
καὶ πάλιν ἐς Ῥώμην ἐπρέσβευον οἱ Σαυνῖται, νεκρὰ σώματα ἀνδρῶν φέροντες ὡς αἰτίους τοῦδε τοῦ πολέμου γεγονότας ἀνῃρηκότες, καὶ χρυσίον ὡς ἀπὸ τῆς ἐκείνων περιουσίας πεπορισμένον.
萨姆奈特人再次向罗马派遣使节,带来了他们为对这次战争负责而杀害的那些人的遗体,并带来了从他们的财产中筹得的黄金。
ἐφʼ οἷς αὐτοὺς ἡ βουλὴ πάνυ νομίζουσα τετρῦσθαι, προσεδόκα κακοπαθοῦντας ἐνδώσειν περὶ τῆς ἡγεμονίας.
看到这些,元老院认为他们已完全筋疲力尽,预料他们在困境中会在霸权问题上妥协。
οἱ δὲ τὰ μὲν ἄλλα ἐδέχοντο, καὶ εἴ τι καὶ ἀντέλεγον, ἢ παρῃτοῦντο καὶ παρεκάλουν ἢ ἐς τὰς πόλεις ἀνετίθεντο· περὶ δὲ τῆς ἡγεμονίας οὐκ ἀνασχόμενοι πάλιν οὐδʼ ἀκοῦσαι, οὐκ ἐκδωσόμενοι δὴ τὰς πόλεις ἔφασαν ἥκειν, ἀλλʼ ἐς φιλίαν συνάξοντες.
但他们接受了其他条款,即使有什么异议,他们要么哀求恳请,要么将问题带回各自的城邦讨论;但关于霸权,他们甚至无法忍受再次听到,声称他们来此不是为了交出城邦,而是为了缔结友好。
λυσάμενοι δὴ τοῦ χρυσίου τοὺς αἰχμαλώτους ἀπῄεσαν ὀργῇ, καὶ τὴν πεῖραν ἔχοντες τὴν περὶ τῆς ἡγεμονίας.
于是,他们用黄金赎回了俘虏,怀着愤怒离去,并经历了一场关于霸权的试炼。
καὶ Ῥωμαῖοι μὲν ἐψηφίζοντο μηδὲ πρεσβείας ἔτι παρὰ Σαυνιτῶν προσίεσθαι, ἀλλʼ ἄσπονδον καὶ ἀκήρυκτον πόλεμον αὐτοῖς πολεμεῖν ἕως κατὰ κράτος ἐξέλωσι, θεὸς δʼ ἐνεμέσησε τῆς μεγαληγορίας, καὶ ὕστερον ἡττήθησαν ὑπὸ Σαυνιτῶν καὶ ὑπὸ ζυγὸν ἤχθησαν οἱ Ῥωμαῖοι.
罗马人投票决定不再接见萨姆奈特人的使节,而是向他们发动一场不罢兵、不宣战的战争,直到彻底消灭他们。 然而,神对他们的狂妄感到愤怒,后来罗马人被萨姆奈特人击败,并被逼从轭下通过。
ἐς γὰρ στενώτατον χῶρον τούτους συγκλείσαντες οἱ Σαυνῖται τοῦ Ποντίου σφῶν στρατηγοῦντος, καὶ λιμῷ πιεζομένων Ῥωμαίων, οἱ στρατηγοὶ σφῶν πρεσβευσάμενοι παρεκάλουν τὸν Πόντιον καταθέσθαι Ῥωμαίοις χάριν, ἣν οὐ πολλοὶ παρέχουσι καιροί.
因为在萨姆奈特人将领蓬提乌斯的指挥下,他们将罗马人困在一个极狭窄的地方,在罗马人饱受饥饿折磨时,他们的将领派遣使节,恳求蓬提乌斯向罗马人施以恩惠,而这种机会是极少出现的。
ὁ δὲ ἀπεκρίνατο μὴ δεῖν μηδὲ πρεσβεύειν ἔτι πρὸς αὐτόν, εἰ μὴ τὰ ὅπλα καὶ αὑτοὺς παραδοῖεν.
但他回答说,除非他们交出武器和他们自己,否则无需再向他派遣使节。
θρῆνος οὖν ἦν οἷα πόλεως ἁλούσης.
于是,全军响起了如同城邦陷落般的哀号。
καὶ οἱ στρατηγοὶ διέτριψαν μὲν ἔτι ἄλλας ἡμέρας, ὀκνοῦντες ἀνάξιόν τι τῆς πόλεως ἐργάσασθαι· ὡς δʼ οὔτε μηχανὴ σωτηρίας ἐφαίνετο, ὅ τε λιμὸς ἐπίεζεν αὐτούς, καὶ νεότης ἦν πέντε μυριάδων, ἣν ὤκνουν φθειρομένην ὑπεριδεῖν, ἐπέτρεψαν ἑαυτοὺς τῷ Ποντίῳ, καὶ παρεκάλουν, εἴτε κτείνειν εἴτε πωλεῖν εἴτε φυλάσσειν ἐπὶ λύτροις ἕλοιτο, μηδὲν ἐς σώματα ἀνδρῶν ἀτυχούντων ὑβρίσαι.
将领们又拖延了几天,不愿做出任何有损城邦尊严的事;但由于看不到任何得救的办法,且饥饿折磨着他们,又有五万名年轻士兵,他们不忍眼睁睁看着他们毁灭,于是向蓬提乌斯投降,并恳求他无论选择杀死、贩卖还是留作赎金,都不要对这些不幸之人的身体进行任何侮辱。
ὁ δὲ τῷ πατρὶ συνεβουλεύετο, μεταπεμψάμενος αὐτὸν ἐκ τοῦ Καυδίου, φερόμενον ὑπὸ γήρως ἁμάξῃ.
蓬提乌斯将他的父亲从考迪乌姆召来商议,父亲因年迈是坐着马车来的。
καὶ ὁ πρεσβύτης ἔφη, ἓν ἔστιν, ὦ παῖ, μεγάλης ἔχθρας φάρμακον, εὐεργεσίας ἢ κολάσεως ὑπερβολή.
老人说道: “儿子啊,对于深仇大恨,只有一种药方,要么是极度的恩惠,要么是极度的惩罚。
αἱ μὲν οὖν κολάσεις καταπλήσσουσιν, αἱ δὲ εὐεργεσίαι προσάγονται.
惩罚能使人震慑,而恩惠则能拉拢人心。
ἴσθι νίκην τήνδε πρώτην καὶ μεγίστην, θησαυρίζειν τὴν εὐτυχίαν· καὶ πάντας ἀπόλυσον ἀπαθεῖς, μήτʼ ἐνυβρίσας μήτʼ ἀφελόμενος μηδέν, ἵνα σῶον ᾖ σοι τὸ μέγεθος τῆς εὐεργεσίας.
你要知道,这第一场也是最大的一场胜利,是为未来积攒幸运;你应当让所有人无伤地释放,既不要侮辱他们,也不要夺走他们的任何东西,以便让你所施恩惠的伟大保持完好。
εἰσὶ δʼ, ὡς ἀκούω, φιλοτιμότατοι.
我听说,他们是极其看重荣誉的人。
ἀλλὰ μόναις εὐεργεσίαις ἡττώμενοι διαγωνιοῦνταί σοι περὶ τῆσδε τῆς χάριτος.
但仅仅被恩惠战胜,他们便会与你争相回报这份恩义。
ἔχεις ἐνέχυρον τήνδε τὴν εὐεργεσίαν εἰρήνης ἀθανάτου λαβεῖν.
你可以将这份恩惠作为获得永久和平的抵押。
ἢν δέ σε ταῦτα μὴ πείθῃ, κτεῖνον ἅπαντας ὁμαλῶς, μηδʼ ἄγγελον ὑπολιπών.
如果这些话不能说服你,那就把他们一律杀死,连一个报信的人也不要留下。
λέγω δʼ ἐκεῖνα μὲν αἱρούμενος, ταῦτα δʼ ὡς ἀναγκαῖα.
我提出前者是因为我选择它,而提出后者是因为它是必要的。
Ῥωμαῖοι γὰρ ὁτιοῦν ὑβρισθέντες ἀμυνοῦνταί σε πάντως· ἀμυνεῖσθαι δὲ μέλλοντας αὐτοὺς προκατάβλαπτε.
因为罗马人一旦受到任何侮辱,必定会向你复仇;在他们将要复仇之前,你要先发制人。
μεῖζον δʼ οὐκ ἂν εὕροις βλάβος νέων ὁμοῦ πέντε μυριάδων.
你找不到比一次性损失五万名年轻人更大的伤害了。
ὁ μὲν τοσαῦτα εἶπεν, ὁ δὲ παῖς ἀντέλεξεν· ὅτι μέν, ὦ πάτερ, ἐναντιώτατα εἶπας ἀλλήλοις, οὐ θαυμάζω· προεῖπας γὰρ ἐρεῖν ὑπερβολὰς ἑκατέρων.
” 父亲说了这些,但儿子反驳道: “父亲,你说了彼此完全相反的话,我并不感到奇怪,因为你预先说过要讲述这两者的极端。
ἐγὼ δὲ οὐ κτενῶ μὲν ἄνδρας τοσούτους, νέμεσίν τε θεοῦ φυλασσόμενος καὶ φθόνον ἀνθρώπων αἰδούμενος, καὶ τὰ ἔθνη τὰς ἐς ἀλλήλους ἐλπίδας οὐκ ἀφαιρήσομαι διʼ ἀνηκέστου κακοῦ.
但我不会杀死这么多的人,一方面是为了防备神的惩罚,另一方面是对人类的嫉妒心有所顾忌,我不会通过无法挽回的灾难来夺走各民族对彼此的希望。
περὶ δὲ τῆς ἀφέσεως οὐδʼ αὐτῷ μέν μοι δοκεῖ, Ῥωμαίων πολλὰ καὶ δεινὰ δεδρακότων ἡμᾶς, καὶ χωρία καὶ πόλεις ἡμετέρας ἔτι νῦν ἐχόντων, τούσδε τοὺς εἰλημμένους ἀπολύειν παντὸς ἀπαθεῖς.
但关于释放,即使在我自己看来,在罗马人对我们做了许多可怕的事、且至今仍占领着我们的土地和城邦的情况下,将这些被俘的人完全无伤地释放,也是不合时宜的。
οὐ ποιήσω· ἐμπληξία γὰρ ἡ ἄλογος φιλανθρωπία.
我不会这样做;因为毫无理性的仁慈是愚蠢。
ἐπισκόπει δέ, παρεὶς ἐμέ, καὶ τὸ τῶν Σαυνιτῶν· ὧν παῖδες καὶ πατέρες καὶ ἀδελφοὶ τεθνᾶσιν ὑπὸ Ῥωμαίων, καὶ κτήματα καὶ χρήματα ἀφῃρημένοι χρῄζουσι παραμυθίας· φύσει δὲ γαῦρον ὁ νενικηκώς, καὶ τὰ κέρδη περιβλέπονται.
请你姑且撇开我,也考虑一下萨姆奈特人的处境:他们的孩子、父亲和兄弟都被罗马人杀害,财产和金钱被夺走,他们需要抚慰;而胜者在天性上是骄傲的,他们期待着利益。
τίς οὖν ἀνέξεταί μου τούσδε μὴ κτείνειν μηδὲ πωλεῖν μηδὲ ζημιοῦν, ἀλλʼ ὡς εὐεργέτας ἀπαθεῖς προπέμπειν;
那么,谁能容忍我不杀死、不贩卖、也不惩罚这些人,反而像对待恩人一样把他们无伤地送走呢?
διὰ μὲν δὴ ταῦτα παρῶμεν τὰς ὑπερβολάς, ἐπεὶ τῆς μὲν οὐ κύριος ἐγώ, τῆς δʼ ἀπανθρωποτέρας οὐκ ἀνέχομαι·
因此,让我们放弃这些极端手段吧,因为对于其中一端我无权决定,而对于另一端更为残忍的手段我无法容忍。
ὡς δʼ ἂν καὶ Ῥωμαίων τι τοῦ φρονήματος περιέλοιμι καὶ τὰ πρὸς τοὺς ἄλλους ἀδιάβλητος εἴην, ὅπλα μὲν αὐτούς, οἷς ἐχρήσαντο ἀεὶ καθʼ ἡμῶν, ἀφαιρήσομαι καὶ χρήματα (καὶ γὰρ ταῦτα ἔχουσι παρʼ ἡμῶν), ἐκπέμψω δʼ ὑπὸ ζυγὸν σώους, ᾗ τινὶ αἰσχύνῃ καὶ αὐτοὶ κατʼ ἄλλων ἐχρήσαντο, καὶ εἰρήνην εἶναι τοῖς ἔθνεσι συνθήσομαι, τῶν τε ἱππέων ἐπιλέξομαι τοὺς ἐπιφανεστάτους ὅμηρα τῶνδε τῶν συνθηκῶν, ἕως ἅπας ὁ δῆμος ἐπιψηφίσῃ.
为了削弱一些罗马人的傲气,并使我们在面对其他国家时免遭指责,我将夺走他们一直用来对付我们的武器和财产(因为这些也是他们从我们这里夺走的),并将让他们在无伤的状态下从轭下通过,作为他们曾用来对待他人的同样耻辱送走他们,并约定各民族之间保持和平,在全平民投票通过之前,我将从骑兵中挑选最显赫的人作为这些条约的人质。
καὶ τάδε ποιῶν ἡγοῦμαι νενικηκότος τε ἔργα ποιήσειν καὶ φιλανθρώπου, Ῥωμαίους τε ἀγαπήσειν ὅσα καὶ αὐτοί, φάσκοντες ἀρετῆς ἀντιποιεῖσθαι, πολλάκις ἐς ἄλλους ἔδρασαν.
这样做,我认为我将既履行了胜者的职责,又表现出了人道,而罗马人也会甘愿接受这一切,因为他们自己声称在争夺美德,却也经常对他人这样做。
"

词汇与语法注释

  1. 1ὡς αἰτίους τοῦδε τοῦ πολέμου γεγονότας ἀνῃρηκότες — 主格复数分词 ἀνῃρηκότες(动词 ἀναιρέω“杀害”的虚拟完成时主动分词)与主句动词 ἐπρέσβευον 的主语(萨姆奈特人)一致。宾格短语 αἰτίους... γεγονότας 作为 ἀνῃρηκότες 的直接宾语,连词 ὡς 引导主观理由或表面借口(“作为……的责任者”)。
  2. 2θεὸς δʼ ἐνεμέσησε τῆς μεγαληγορίας — 属格 τῆς μεγαληγορίας 是由动词 ἐνεμέσησε(动词 νεμεσάω“愤怒/愤恨”的第三人称单数过去时)所要求的原因/理由属格。
  3. 2ἣν οὐ πολλοὶ παρέχουσι καιροί — 关系代词 ἣν 在词性和单复数上与先行词阴性单数名词 χάριν(“恩惠/恩情”)一致。该分句构成一种修辞学表达,意为“极罕见的、并非寻常时机所能赋予的恩惠”。
  4. 3θησαυρίζειν τὴν εὐτυχίαν — 不定式 θησαυρίζειν(“积攒/储藏”)或作为呼应前文命令式 ἴσθι(动词 οἶδα“知道/明白”的命令式)的宾语不定式,或作为同位语用以解释“这第一场也是最大的一场胜利”即是积累幸运。
  5. 4ἐμπληξία γὰρ ἡ ἄλογος φιλανθρωπία — 省略了系动词 ἐστίν 的名词性系表结构句子。带有冠词的短语 ἡ ἄλογος φιλανθρωπία(“毫无理性的仁慈”)是主语,而不带冠词的名词 ἐμπληξία(“愚蠢/疯狂”)是表语(“……是愚蠢的”)。
  6. 4ὡς δʼ ἂν καὶ Ῥωμαίων τι τοῦ φρονήματος περιέλοιμι — 连词 ὡς 与助词 ἄν 及希求法动词 περιέλοιμι(动词 περιαιρέω“剥夺/削减”的第一人称单数过去希求法)结合,表示目的(“为了削弱……”)。属格 Ῥωμαίων 依附于名词短语 τι τοῦ φρονήματος(“自尊心/傲气的某些部分”)。

引用这一段

阿庇安, 萨姆奈特人史 §IV#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0551.tlg004.humanitext-grc2:IV%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。