- 底本
- Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg004.humanitext-grc2:IV#1
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
サムニウム人は、和平交渉の決裂を経てカウディウムの峡谷でローマ軍を包囲して降伏させる。将軍ポンティウスは、老父の極端な二者択一の助言を退け、武具の剥奪と「軛の下の行進」による屈辱を与える一方で、無傷で解放する中庸の道を選択する。
#1 "ὅτι Σαυνῖται ἐς τὴν Φρεγελλανῶν ἐμβαλόντες ἐπόρθουν, Ῥωμαῖοι δὲ Σαυνιτῶν καὶ Δαυνίων ὀγδοήκοντα κώμας καὶ μίαν εἷλον, καὶ ἄνδρας ἐξ αὐτῶν χιλίους καὶ δισμυρίους ἀνελόντες ἀπανέστησαν αὐτοὺς ἀπὸ τῆς Φρεγέλλης. καὶ πάλιν ἐς Ῥώμην ἐπρέσβευον οἱ Σαυνῖται, νεκρὰ σώματα ἀνδρῶν φέροντες ὡς αἰτίους τοῦδε τοῦ πολέμου γεγονότας ἀνῃρηκότες,1 καὶ χρυσίον ὡς ἀπὸ τῆς ἐκείνων περιουσίας πεπορισμένον. ἐφʼ οἷς αὐτοὺς ἡ βουλὴ πάνυ νομίζουσα τετρῦσθαι, προσεδόκα κακοπαθοῦντας ἐνδώσειν περὶ τῆς ἡγεμονίας. οἱ δὲ τὰ μὲν ἄλλα ἐδέχοντο, καὶ εἴ τι καὶ ἀντέλεγον, ἢ παρῃτοῦντο καὶ παρεκάλουν ἢ ἐς τὰς πόλεις ἀνετίθεντο· περὶ δὲ τῆς ἡγεμονίας οὐκ ἀνασχόμενοι πάλιν οὐδʼ ἀκοῦσαι, οὐκ ἐκδωσόμενοι δὴ τὰς πόλεις ἔφασαν ἥκειν, ἀλλʼ ἐς φιλίαν συνάξοντες. λυσάμενοι δὴ τοῦ χρυσίου τοὺς αἰχμαλώτους ἀπῄεσαν ὀργῇ, καὶ τὴν πεῖραν ἔχοντες τὴν περὶ τῆς ἡγεμονίας. καὶ Ῥωμαῖοι μὲν ἐψηφίζοντο μηδὲ πρεσβείας ἔτι παρὰ Σαυνιτῶν προσίεσθαι, ἀλλʼ ἄσπονδον καὶ ἀκήρυκτον πόλεμον αὐτοῖς πολεμεῖν ἕως κατὰ κράτος ἐξέλωσι, θεὸς δʼ ἐνεμέσησε τῆς μεγαληγορίας,2 καὶ ὕστερον ἡττήθησαν ὑπὸ Σαυνιτῶν καὶ ὑπὸ ζυγὸν ἤχθησαν οἱ Ῥωμαῖοι. ἐς γὰρ στενώτατον χῶρον τούτους συγκλείσαντες οἱ Σαυνῖται τοῦ Ποντίου σφῶν στρατηγοῦντος, καὶ λιμῷ πιεζομένων Ῥωμαίων, οἱ στρατηγοὶ σφῶν πρεσβευσάμενοι παρεκάλουν τὸν Πόντιον καταθέσθαι Ῥωμαίοις χάριν, ἣν οὐ πολλοὶ παρέχουσι καιροί.3 ὁ δὲ ἀπεκρίνατο μὴ δεῖν μηδὲ πρεσβεύειν ἔτι πρὸς αὐτόν, εἰ μὴ τὰ ὅπλα καὶ αὑτοὺς παραδοῖεν. θρῆνος οὖν ἦν οἷα πόλεως ἁλούσης. καὶ οἱ στρατηγοὶ διέτριψαν μὲν ἔτι ἄλλας ἡμέρας, ὀκνοῦντες ἀνάξιόν τι τῆς πόλεως ἐργάσασθαι· ὡς δʼ οὔτε μηχανὴ σωτηρίας ἐφαίνετο, ὅ τε λιμὸς ἐπίεζεν αὐτούς, καὶ νεότης ἦν πέντε μυριάδων, ἣν ὤκνουν φθειρομένην ὑπεριδεῖν, ἐπέτρεψαν ἑαυτοὺς τῷ Ποντίῳ, καὶ παρεκάλουν, εἴτε κτείνειν εἴτε πωλεῖν εἴτε φυλάσσειν ἐπὶ λύτροις ἕλοιτο, μηδὲν ἐς σώματα ἀνδρῶν ἀτυχούντων ὑβρίσαι. ὁ δὲ τῷ πατρὶ συνεβουλεύετο, μεταπεμψάμενος αὐτὸν ἐκ τοῦ Καυδίου, φερόμενον ὑπὸ γήρως ἁμάξῃ. καὶ ὁ πρεσβύτης ἔφη, ἓν ἔστιν, ὦ παῖ, μεγάλης ἔχθρας φάρμακον, εὐεργεσίας ἢ κολάσεως ὑπερβολή. αἱ μὲν οὖν κολάσεις καταπλήσσουσιν, αἱ δὲ εὐεργεσίαι προσάγονται. ἴσθι νίκην τήνδε πρώτην καὶ μεγίστην, θησαυρίζειν τὴν εὐτυχίαν·4 καὶ πάντας ἀπόλυσον ἀπαθεῖς, μήτʼ ἐνυβρίσας μήτʼ ἀφελόμενος μηδέν, ἵνα σῶον ᾖ σοι τὸ μέγεθος τῆς εὐεργεσίας. εἰσὶ δʼ, ὡς ἀκούω, φιλοτιμότατοι. ἀλλὰ μόναις εὐεργεσίαις ἡττώμενοι διαγωνιοῦνταί σοι περὶ τῆσδε τῆς χάριτος. ἔχεις ἐνέχυρον τήνδε τὴν εὐεργεσίαν εἰρήνης ἀθανάτου λαβεῖν. ἢν δέ σε ταῦτα μὴ πείθῃ, κτεῖνον ἅπαντας ὁμαλῶς, μηδʼ ἄγγελον ὑπολιπών. λέγω δʼ ἐκεῖνα μὲν αἱρούμενος, ταῦτα δʼ ὡς ἀναγκαῖα. Ῥωμαῖοι γὰρ ὁτιοῦν ὑβρισθέντες ἀμυνοῦνταί σε πάντως· ἀμυνεῖσθαι δὲ μέλλοντας αὐτοὺς προκατάβλαπτε. μεῖζον δʼ οὐκ ἂν εὕροις βλάβος νέων ὁμοῦ πέντε μυριάδων. ὁ μὲν τοσαῦτα εἶπεν, ὁ δὲ παῖς ἀντέλεξεν· ὅτι μέν, ὦ πάτερ, ἐναντιώτατα εἶπας ἀλλήλοις, οὐ θαυμάζω· προεῖπας γὰρ ἐρεῖν ὑπερβολὰς ἑκατέρων. ἐγὼ δὲ οὐ κτενῶ μὲν ἄνδρας τοσούτους, νέμεσίν τε θεοῦ φυλασσόμενος καὶ φθόνον ἀνθρώπων αἰδούμενος, καὶ τὰ ἔθνη τὰς ἐς ἀλλήλους ἐλπίδας οὐκ ἀφαιρήσομαι διʼ ἀνηκέστου κακοῦ. περὶ δὲ τῆς ἀφέσεως οὐδʼ αὐτῷ μέν μοι δοκεῖ, Ῥωμαίων πολλὰ καὶ δεινὰ δεδρακότων ἡμᾶς, καὶ χωρία καὶ πόλεις ἡμετέρας ἔτι νῦν ἐχόντων, τούσδε τοὺς εἰλημμένους ἀπολύειν παντὸς ἀπαθεῖς. οὐ ποιήσω· ἐμπληξία γὰρ ἡ ἄλογος φιλανθρωπία.5 ἐπισκόπει δέ, παρεὶς ἐμέ, καὶ τὸ τῶν Σαυνιτῶν· ὧν παῖδες καὶ πατέρες καὶ ἀδελφοὶ τεθνᾶσιν ὑπὸ Ῥωμαίων, καὶ κτήματα καὶ χρήματα ἀφῃρημένοι χρῄζουσι παραμυθίας· φύσει δὲ γαῦρον ὁ νενικηκώς, καὶ τὰ κέρδη περιβλέπονται. τίς οὖν ἀνέξεταί μου τούσδε μὴ κτείνειν μηδὲ πωλεῖν μηδὲ ζημιοῦν, ἀλλʼ ὡς εὐεργέτας ἀπαθεῖς προπέμπειν; διὰ μὲν δὴ ταῦτα παρῶμεν τὰς ὑπερβολάς, ἐπεὶ τῆς μὲν οὐ κύριος ἐγώ, τῆς δʼ ἀπανθρωποτέρας οὐκ ἀνέχομαι· ὡς δʼ ἂν καὶ Ῥωμαίων τι τοῦ φρονήματος περιέλοιμι6 καὶ τὰ πρὸς τοὺς ἄλλους ἀδιάβλητος εἴην, ὅπλα μὲν αὐτούς, οἷς ἐχρήσαντο ἀεὶ καθʼ ἡμῶν, ἀφαιρήσομαι καὶ χρήματα (καὶ γὰρ ταῦτα ἔχουσι παρʼ ἡμῶν), ἐκπέμψω δʼ ὑπὸ ζυγὸν σώους, ᾗ τινὶ αἰσχύνῃ καὶ αὐτοὶ κατʼ ἄλλων ἐχρήσαντο, καὶ εἰρήνην εἶναι τοῖς ἔθνεσι συνθήσομαι, τῶν τε ἱππέων ἐπιλέξομαι τοὺς ἐπιφανεστάτους ὅμηρα τῶνδε τῶν συνθηκῶν, ἕως ἅπας ὁ δῆμος ἐπιψηφίσῃ. καὶ τάδε ποιῶν ἡγοῦμαι νενικηκότος τε ἔργα ποιήσειν καὶ φιλανθρώπου, Ῥωμαίους τε ἀγαπήσειν ὅσα καὶ αὐτοί, φάσκοντες ἀρετῆς ἀντιποιεῖσθαι, πολλάκις ἐς ἄλλους ἔδρασαν."
サムニウム人がフレゲッラエの領土に侵入して略奪したこと。しかし、ローマ人はサムニウム人とダウニア人の八十一の村を占領し、彼らのうち二万一千人を殺害して、彼らをフレゲッラエから撤退させた。そしてサムニウム人は、この戦争の原因となった者たちを殺害したとして、彼らの遺体を携え、また彼らの財産から調達した黄金を携えて、再びローマに使節を送った。元老院は、これらの事柄から彼らがすっかり疲弊していると考え、困窮した彼らが覇権を譲り渡すだろうと予想した。しかし彼らは、他のことについては受け入れ、反論がある場合にも、懇願するか、あるいは自らの都市に持ち帰って検討することとしたが、覇権については再び耳にすることさえ耐えられず、都市を明け渡すために来たのではなく、友好を結ぶために来たのだと言った。そして黄金によって捕虜を贖って怒りの中で立ち去り、覇権をめぐる試練を経験した。 そしてローマ人は、サムニウム人からの使節を二度と受け入れず、力ずくで彼らを根絶やしにするまで、休戦も宣戦布告もない戦争を彼らに対して戦うことを議決した。しかし神は彼らの放言を憤り、のちにローマ人はサムニウム人に敗れ、軛の下をくぐらされた。というのも、彼らの将軍ポンティウスの指揮のもと、サムニウム人が彼らをきわめて狭い場所に閉じ込め、ローマ人が飢えに苦しめられたとき、彼らの将軍たちは使節を送って、滅多にない機会なのだからローマ人に恩恵を施すよう、ポンティウスに求めたからである。しかし彼は、武器と彼ら自身を明け渡さない限り、もはや自分に使節を送る必要さえないと答えた。そのため、都市が陥落したかのような嘆きが起こった。将軍たちは、国家にふさわしくないことをするのを恐れて、さらに数日を費やしたが、救済の手段も見えず、飢えが彼らを苦しめ、また五万の若者が滅びゆくのを傍観することを恐れたため、ポンティウスに身を委ね、殺すにせよ、売るにせよ、あるいは身代金のために拘束するにせよ、不幸な男たちの肉体に対して何ら侮辱を加えないように懇願した。 ポンティウスは、カウディウムから父親を呼び出して相談した。父親は老齢のため馬車で運ばれてきた。そして老人は言った。 「息子よ、大きな敵意に対する処方箋は一つしかない。それは恩恵の極致か、あるいは処罰の極致かである。処罰は人を震え上がらせ、恩恵は人を引きつける。この勝利を、幸運を蓄えるための最初にして最大の勝利と心得よ。そして全員を無傷で解放せよ。侮辱もせず、何も奪うこともなく。それはお前の施す恩恵の大きさが損なわれないためである。私の聞くところでは、彼らはきわめて名誉を重んじる者たちだ。ただ恩恵によってのみ敗れ、彼らはお前とこの恩義を競い合うことになるだろう。お前はこの恩恵を、不滅の平和を得るための担保とすることができる。もしこれに納得しないなら、全員を一律に殺せ、伝令さえ残さずに。私は前者を望ましいものとして選び、後者を避けることのできないものとして語る。ローマ人は、いかなる侮辱を受けても、必ずやお前に復讐するだろう。復讐しようとする彼らをあらかじめ叩いておけ。五万の若者を一度に失うこと以上の痛手は彼らにはないのだから。」 老人はこのように言ったが、息子は反論した。 「父よ、あなたが互いに正反対のことを言ったことには驚きません。それぞれの極端な手段を語るとあらかじめ言っていたからです。しかし私は、神の怒りを警戒し、人間の嫉妬を憚って、これほど多くの人々を殺すことはしません。また、諸民族が互いに対して抱く希望を、取り返しのつかない災いによって奪うこともしません。しかし解放することについては、ローマ人が我々に対して多くの恐ろしいことを行い、今なお我々の土地や都市を占拠しているのに、これらの捕らえられた者たちを全く無傷で解放することは、私自身にもふさわしいとは思えません。そうはしません。理性のない人道主義は愚行だからです。私を差し置いて、サムニウム人の状況も考慮してください。彼らの子供や父親や兄弟がローマ人によって殺され、財産や金を奪われた彼らは慰めを求めています。勝者は本性上誇り高く、利益を求めます。それなのに、これらの者たちを殺しもせず、売りもせず、罰しもせず、まるで恩人のように無傷で送り出すことに、誰が耐えられるでしょうか。それゆえ、これらの極端な手段は退けましょう。一方については私にその権限がなく、他方の非人道的なことには耐えられないからです。むしろ、ローマ人のプライドをいくらか削ぎ落とし、他国に対しても非難されないようにするため、彼らが常に我々に対して用いてきた武器を奪い、また彼らが我々から奪ったものであるから財産も奪い、彼らが他国に対して用いたのと同様の屈辱として、無傷のまま軛の下をくぐらせて送り出し、諸民族の間に平和があることを合意し、この合意の担保として、全人民が議決するまで、騎兵の中から最も高名な者たちを人質として選ぶことにします。このようにすることで、私は勝者として、また人道的な者としての役割を果たすことになり、ローマ人も、自分たちが徳を主張しながら他国に対してしばしば行ってきたことを、喜んで受け入れるだろうと思います。」
- IVὡς αἰτίους τοῦδε τοῦ πολέμου γεγονότας ἀνῃρηκότες
主格複数分詞 ἀνῃρηκότες(ἀναιρέω「殺害する」の完了能動態分詞)は主句の動詞 ἐπρέσβευον の主語であるサムニウム人と一致する。対格の αἰτίους... γεγονότας(γίγνομαι「〜となる、ある」の完了分詞)は ἀνῃρηκότες の直接目的語であり、接続詞 ὡς は「〜として」という使節らの主観的理由または公式名目を表す。
- IVθεὸς δʼ ἐνεμέσησε τῆς μεγαληγορίας
属格 τῆς μεγαληγορίας は、動詞 ἐνεμέσησε(νεμεσάω「怒る、憤る」の3人称単数アオリスト)が要求する「原因・理由の属格」である。
- IVἣν οὐ πολλοὶ παρέχουσι καιροί
関係代名詞 ἣν は、先行詞となる前文の女性名詞 χάριν(恩恵、恵み)に性・数を一致させている。この節は「滅多な時機では与えてくれないほどの恩恵」という修辞的表現を形成する。
- IVθησαυρίζειν τὴν εὐτυχίαν
不定詞 θησαυρίζειν は、前文の命令法 ἴσθι(οἶδα の命令法「知れ、心得よ」)に呼応する目的語(対格不定詞句)として使われるか、あるいは同格の解説的に「〜すること」として機能している。
- IVἐμπληξία γὰρ ἡ ἄλογος φιλανθρωπία
繋辞(copula)である ἐστίν が省略された名詞述語文。冠詞を伴う ἡ ἄλογος φιλανθρωπία が主語であり、無冠詞の ἐμπληξία が述語(「〜は愚行である」)となる。
- IVὡς δʼ ἂν καὶ Ῥωμαίων τι τοῦ φρονήματος περιέλοιμι
接続詞 ὡς と助辞 ἄν に希求法(περιέλοιμι、περιαιρέω「剥ぎ取る、削ぐ」の1人称単数アオリスト希求法)が伴うことで、意図・目的(〜するために)を表す。属格の Ῥωμαίων は、名詞句 τι τοῦ φρονήματος(「自尊心・高慢のいくらか」)に係る所有属格である。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 訳文 1 件
