§12ἐλθὼν δʼ ἐγὼ ἠγανάκτουν μὲν πρὸς Ἡγήμονα τὸν ἔχοντα τὴν τούτου θυγατέρα, λόγους δʼ ἐποιούμην πρὸς τοὺς ἄλλους ἐπιτηδείους, ἠξίουν δὲ τοῦτον εἰς ἔλεγχον ἰέναι περὶ τῶν χρημάτων.
そこで私は出向いて、彼の娘を妻としているヘゲモンに対して憤りをぶつけるとともに、他の親しい人々とも話し合い、この者に財産についての会計検証に応じるよう要求しました。
Διογείτων δὲ τὸ μὲν πρῶτον οὐκ ἤθελε, τελευτῶν δὲ ὑπὸ τῶν φίλων ἠναγκάσθη.
ディオゲイトンは最初は拒みましたが、最後には友人たちに強制されて応じました。
ἐπειδὴ δὲ συνήλθομεν, ἤρετο αὐτὸν ἡ γυνή, τίνα ποτὲ ψυχὴν ἔχων ἀξιοῖ περὶ τῶν παίδων τοιαύτῃ γνώμῃ χρῆσθαι,
ἀδελφὸς μὲν ὢν τοῦ πατρὸς αὐτῶν, πατὴρ δʼ ἐμός, θεῖος δὲ αὐτοῖς καὶ πάππος.
私たちが集まると、彼の娘は彼に尋ねました。 一体どのような心持ちで、子供たちに対してこれほど非情な態度を取ろうとするのか、自らは彼らの父親の兄弟であり、私の父親であり、彼らにとっては叔父であり祖父でもあるというのに、と。
§13καὶ εἰ μηδένα ἀνθρώπων ᾐσχύνου, τοὺς θεοὺς ἐχρῆν σε
φησί
δεδιέναι·
「そして、たとえ人間の誰をも恥じないとしても」と彼女は言いました。 「神々を恐れるべきでした。
ὃς ἔλαβες μέν, ὅτʼ ἐκεῖνος ἐξέπλει, πέντε τάλαντα παρʼ αὐτοῦ παρακαταθήκην.
あなたは、あの人が船出するときに、あの人から預託金として五タラントンを受け取ったのです。
καὶ περὶ τούτων ἐγὼ ἐθέλω τοὺς παῖδας παραστησαμένη καὶ τούτους καὶ τοὺς ὕστερον ἐμαυτῇ γενομένους ὀμόσαι ὅπου ἂν αὐτὸς λέγῃς.
このことについて私は、ここにいる子供たち、そしてその後に私に生まれた子供たちをも私の傍らに立たせて、あなたが指定するどのような場所でも宣誓する覚悟があります。
καίτοι οὐχ οὕτως ἐγώ εἰμι ἀθλία, οὐδʼ οὕτω περὶ πολλοῦ ποιοῦμαι χρήματα, ὥστʼ ἐπιορκήσασα κατὰ τῶν παίδων τῶν ἐμαυτῆς τὸν βίον καταλιπεῖν, ἀδίκως δὲ ἀφελέσθαι τὴν τοῦ πατρὸς οὐσίαν.
しかし、私はそこまで惨めではありませんし、偽誓によって我が子らの生命を危機に晒して生涯を終え、彼らの父親の財産を不当に奪い取るほど、お金を重んじてはいません。
§14ἔτι τοίνυν ἐξήλεγχεν αὐτὸν ἑπτὰ τάλαντα κεκομισμένον ναυτικὰ καὶ τετρακισχιλίας δραχμάς, καὶ τούτων τὰ γράμματα ἀπέδειξεν·
」さらに彼女は、彼が海上貸付から七タラントンと四千ドラクマを回収したことを暴き、これらについての文書を提示しました。
ἐν γὰρ τῇ διοικίσει, ὅτʼ ἐκ Κολλυτοῦ διῳκίζετο εἰς τὴν Φαίδρου οἰκίαν, τοὺς παῖδας ἐπιτυχόντας ἐκβεβλημένῳ τῷ βιβλίῳ ἐνεγκεῖν πρὸς αὐτήν.
というのも、引っ越しの際、彼がコリュトスからファイドロスの家へと移り住んだとき、子供たちがたまたま落ちていた帳簿を見つけ、それを彼女のもとへと運んできたからでした。
§15ἀπέφηνε δʼ αὐτὸν ἑκατὸν μνᾶς κεκομισμένον ἐγγείῳ ἐπὶ τόκῳ δεδανεισμένας, καὶ ἑτέρας δισχιλίας δραχμὰς καὶ ἔπιπλα πολλοῦ ἄξια·
また彼女は、彼が土地担保貸付から回収した百ミナ、および別の二千ドラクマと、多くの価値ある調度品を受け取っていたことを明らかにしました。
φοιτᾶν δὲ καὶ σῖτον αὐτοῖς ἐκ Χερρονήσου καθʼ ἕκαστον ἐνιαυτόν.
さらに、彼らのために毎年ヘルソネソスから小麦が送られてきていたことも示しました。
ἔπειτα σὺ ἐτόλμησας
ἔφη
εἰπεῖν, ἔχων τοσαῦτα χρήματα, ὡς δισχιλίας δραχμὰς ὁ τούτων πατὴρ κατέλιπε καὶ τριάκοντα στατῆρας ἅπερ ἐμοὶ καταλειφθέντα ἐκείνου τελευτήσαντος ἐγώ σοι ἔδωκα;
「それなのに、これほどの財産を持っていながら」と彼女は言いました。 「この子たちの父親が残したのは二千ドラクマと三十スタテルだけであり、しかもそれは彼が亡くなったときに私に残され、私があなたに渡したものだ、とよくも言えたものですね。
§16καὶ ἐκβάλλειν τούτους ἠξίωσας θυγατριδοῦς ὄντας ἐκ τῆς οἰκίας τῆς αὑτῶν ἐν τριβωνίοις, ἀνυποδήτους, οὐ μετὰ ἀκολούθου, οὐ μετὰ στρωμάτων, οὐ μετὰ ἱματίων, οὐ μετὰ τῶν ἐπίπλων ἃ ὁ πατὴρ αὐτοῖς κατέλιπεν, οὐδὲ μετὰ τῶν παρακαταθηκῶν ἃς ἐκεῖνος παρὰ σοὶ κατέθετο.
」「そして、あなたの孫たちであるこの子たちを、彼ら自身の家から、ボロをまとわせ、裸足のままで、従者も伴わせず、寝具も着替えも持たせず、父親が彼らに残した調度品も、あの人があなたに託した預託金も与えずに追い出そうとしたのです。
§17καὶ νῦν τοὺς μὲν ἐκ τῆς μητρυιᾶς τῆς ἐμῆς παιδεύεις ἐν πολλοῖς χρήμασιν εὐδαίμονας ὄντας·
」「そして今、私の継母から生まれた子供たちに対しては、多くの財産を与えて裕福に育てています。
καὶ ταῦτα μὲν καλῶς ποιεῖς·
そうすることは結構なことです。
τοὺς δʼ ἐμοὺς ἀδικεῖς, οὓς ἀτίμους ἐκ τῆς οἰκίας ἐκβαλὼν ἀντὶ πλουσίων πτωχοὺς ἀποδεῖξαι προθυμεῖ.
しかし、私の子供たちに対しては不義を働き、彼らを家から不名誉な形で追い出し、裕福であったはずの彼らを貧乏人へと仕立て上げようと躍起になっています。
καὶ ἐπὶ τοιούτοις ἔργοις οὔτε τοὺς θεοὺς φοβεῖ, οὔτε ἐμὲ τὴν συνειδυῖαν αἰσχύνῃ, οὔτε τοῦ ἀδελφοῦ μέμνησαι, ἀλλὰ πάντας ἡμᾶς περὶ ἐλάττονος ποιεῖ χρημάτων.
このような行いをしながら、神々を恐れもせず、真相を知っている私を恥じることもなく、兄弟のことも顧みず、私たち全員を金銭よりも価値の低いものとして扱っています。
§18τότε μὲν οὖν, ὦ ἄνδρες δικασταί, πολλῶν καὶ δεινῶν ὑπὸ τῆς γυναικὸς ῥηθέντων οὕτω διετέθημεν πάντες οἱ παρόντες ὑπὸ τῶν τούτῳ πεπραγμένων καὶ τῶν λόγων τῶν ἐκείνης, ὁρῶντες μὲν τοὺς παῖδας, οἷα ἦσαν πεπονθότες, ἀναμιμνῃσκόμενοι δὲ τοῦ ἀποθανόντος, ὡς ἀνάξιον τῆς οὐσίας τὸν ἐπίτροπον κατέλιπεν, ἐνθυμούμενοι δὲ ὡς χαλεπὸν ἐξευρεῖν ὅτῳ χρὴ περὶ τῶν ἑαυτοῦ πιστεῦσαι, ὥστε, ὦ ἄνδρες δικασταί, μηδένα τῶν παρόντων δύνασθαι φθέγξασθαι, ἀλλὰ καὶ δακρύοντας μὴ ἧττον τῶν πεπονθότων ἀπιόντας οἴχεσθαι σιωπῇ.
」そのとき、裁判員諸君、女性によって多くの恐るべき言葉が語られ、この者の行いと彼女の言葉によって、同席していた私たちは皆、強い衝撃を受けました。 私たちは、子供たちが被った苦難を目の当たりにし、亡くなった人が自らの財産に不釣り合いな不適格な後見人を残してしまったことを思い出し、また自らの事柄を誰に信頼して託すべきかを見出すのがいかに困難であるかを痛感したからです。 その結果、裁判員諸君、同席していた者は誰も言葉を発することができず、被害者たちに劣らず涙を流しながら、皆、静かに立ち去ったほどでした。
πρῶτον μὲν οὖν τούτων ἀνάβητέ μοι μάρτυρες.
さて、まずはこれらについての証人たちよ、私のために証言台に上がってください。
§19Μάρτυρες
ἀξιῶ τοίνυν, ὦ ἄνδρες δικασταί, τῷ λογισμῷ προσέχειν τὸν νοῦν, ἵνα τοὺς μὲν νεανίσκους διὰ τὸ μέγεθος τῶν συμφορῶν ἐλεήσητε, τοῦτον δʼ ἅπασι τοῖς πολίταις ἄξιον ὀργῆς ἡγήσησθε.
(証言)さて、裁判員諸君、私はあなた方に会計の計算に精神を集中していただきたいのです。 それは、この若者たちに対してはその災難の大きさゆえに同情を寄せ、この者に対してはすべての市民にとって怒りの対象となるべき者であるとみなしていただくためです。
εἰς τοσαύτην γὰρ ὑποψίαν Διογείτων πάντας ἀνθρώπους πρὸς ἀλλήλους καθίστησιν, ὥστε μήτε ζῶντας μήτε ἀποθνῄσκοντας μηδὲν μᾶλλον τοῖς οἰκειοτάτοις ἢ τοῖς ἐχθίστοις πιστεύειν·
ディオゲイトンは、あらゆる人間を互いにこれほどの不信感に陥らせたのであり、その結果、生きているときも死ぬときも、最も親しい人々を最も憎むべき敵以上に信頼することができなくなってしまったのです。
§20ὃς ἐτόλμησε τὰ μὲν ἔξαρνος γενέσθαι, τὰ δὲ τελευτῶν ὁμολογήσας ἔχειν, εἰς δύο παῖδας καὶ ἀδελφὴν λῆμμα καὶ ἀνάλωμα ἐν ὀκτὼ ἔτεσιν ἑπτὰ τάλαντα ἀργυρίου καὶ ἑπτακισχιλίας δραχμὰς ἀποδεῖξαι.
この者は、ある財産については存在を否定し、別の財産については最終的に所有を認めたものの、二人の子供と一人の姉妹のために、八年間における収入と支出として銀七タラントンと七千ドラクマを提示する暴挙に出たのです。
καὶ εἰς τοῦτο ἦλθεν ἀναισχυντίας, ὥστε οὐκ ἔχων ὅποι τρέψειε τὰ χρήματα, εἰς ὄψον μὲν δυοῖν παιδίοιν καὶ ἀδελφῇ πέντε ὀβολοὺς τῆς ἡμέρας ἐλογίζετο, εἰς ὑποδήματα δὲ καὶ εἰς γναφεῖον καὶ εἰς κουρέως κατὰ μῆνα οὐκ ἦν αὐτῷ οὐδὲ κατʼ ἐνιαυτὸν γεγραμμένα, συλλήβδην δὲ παντὸς τοῦ χρόνου πλεῖν ἢ τάλαντον ἀργυρίου.
そして、そのずうずうしさは極みに達し、資金の使い道をでっち上げることができなくなると、子供二人と姉妹のおかず代として、一日あたり五オボロスを計上しました。 さらに、靴代やクリーニング代、理髪代については、月ごとにも年ごとにも記録せず、期間全体の総額として銀一タラントン以上をまとめて請求したのです。