← リュシアス

第三十二弁論 ディオゲイトン告発

§12-20

母親による不正の告発と虚偽会計の暴露

親族間の調停の席で、少年の母親はディオゲイトンの非情な仕打ちと多額の財産の隠蔽を白日の下に晒します。続いて告発者は、ディオゲイトンがいかにずさんで法外な経費を計上して子供たちの遺産を搾取したかを数字を挙げて暴露します。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§12

ἐλθὼν δʼ ἐγὼ ἠγανάκτουν μὲν πρὸς Ἡγήμονα τὸν ἔχοντα τὴν τούτου θυγατέρα, λόγους δʼ ἐποιούμην πρὸς τοὺς ἄλλους ἐπιτηδείους, ἠξίουν δὲ τοῦτον εἰς ἔλεγχον ἰέναι περὶ τῶν χρημάτων. Διογείτων δὲ τὸ μὲν πρῶτον οὐκ ἤθελε, τελευτῶν δὲ ὑπὸ τῶν φίλων ἠναγκάσθη. ἐπειδὴ δὲ συνήλθομεν, ἤρετο αὐτὸν ἡ γυνή, τίνα ποτὲ ψυχὴν ἔχων1 ἀξιοῖ περὶ τῶν παίδων τοιαύτῃ γνώμῃ χρῆσθαι, ἀδελφὸς μὲν ὢν τοῦ πατρὸς αὐτῶν, πατὴρ δʼ ἐμός, θεῖος δὲ αὐτοῖς καὶ πάππος.

そこで私は出向いて、彼の娘を妻としているヘゲモンに対して憤りをぶつけるとともに、他の親しい人々とも話し合い、この者に財産についての会計検証に応じるよう要求しました。ディオゲイトンは最初は拒みましたが、最後には友人たちに強制されて応じました。私たちが集まると、彼の娘は彼に尋ねました。一体どのような心持ちで、子供たちに対してこれほど非情な態度を取ろうとするのか、自らは彼らの父親の兄弟であり、私の父親であり、彼らにとっては叔父であり祖父でもあるというのに、と。

§13

καὶ εἰ μηδένα ἀνθρώπων ᾐσχύνου, τοὺς θεοὺς ἐχρῆν σε φησί δεδιέναι· ὃς ἔλαβες μέν, ὅτʼ ἐκεῖνος ἐξέπλει, πέντε τάλαντα παρʼ αὐτοῦ παρακαταθήκην. καὶ περὶ τούτων ἐγὼ ἐθέλω τοὺς παῖδας παραστησαμένη2 καὶ τούτους καὶ τοὺς ὕστερον ἐμαυτῇ γενομένους ὀμόσαι ὅπου ἂν αὐτὸς λέγῃς. καίτοι οὐχ οὕτως ἐγώ εἰμι ἀθλία, οὐδʼ οὕτω περὶ πολλοῦ ποιοῦμαι χρήματα, ὥστʼ ἐπιορκήσασα κατὰ τῶν παίδων τῶν ἐμαυτῆς τὸν βίον καταλιπεῖν, ἀδίκως δὲ ἀφελέσθαι τὴν τοῦ πατρὸς οὐσίαν.

「そして、たとえ人間の誰をも恥じないとしても」と彼女は言いました。「神々を恐れるべきでした。あなたは、あの人が船出するときに、あの人から預託金として五タラントンを受け取ったのです。このことについて私は、ここにいる子供たち、そしてその後に私に生まれた子供たちをも私の傍らに立たせて、あなたが指定するどのような場所でも宣誓する覚悟があります。しかし、私はそこまで惨めではありませんし、偽誓によって我が子らの生命を危機に晒して生涯を終え、彼らの父親の財産を不当に奪い取るほど、お金を重んじてはいません。」

§14

ἔτι τοίνυν ἐξήλεγχεν αὐτὸν ἑπτὰ τάλαντα κεκομισμένον ναυτικὰ καὶ τετρακισχιλίας δραχμάς, καὶ τούτων τὰ γράμματα ἀπέδειξεν· ἐν γὰρ τῇ διοικίσει, ὅτʼ ἐκ Κολλυτοῦ διῳκίζετο εἰς τὴν Φαίδρου οἰκίαν, τοὺς παῖδας ἐπιτυχόντας ἐκβεβλημένῳ τῷ βιβλίῳ ἐνεγκεῖν3 πρὸς αὐτήν.

さらに彼女は、彼が海上貸付から七タラントンと四千ドラクマを回収したことを暴き、これらについての文書を提示しました。というのも、引っ越しの際、彼がコリュトスからファイドロスの家へと移り住んだとき、子供たちがたまたま落ちていた帳簿を見つけ、それを彼女のもとへと運んできたからでした。

§15

ἀπέφηνε δʼ αὐτὸν ἑκατὸν μνᾶς κεκομισμένον ἐγγείῳ ἐπὶ τόκῳ δεδανεισμένας, καὶ ἑτέρας δισχιλίας δραχμὰς καὶ ἔπιπλα πολλοῦ ἄξια· φοιτᾶν δὲ καὶ σῖτον αὐτοῖς ἐκ Χερρονήσου καθʼ ἕκαστον ἐνιαυτόν. ἔπειτα σὺ ἐτόλμησας ἔφη εἰπεῖν, ἔχων τοσαῦτα χρήματα, ὡς δισχιλίας δραχμὰς ὁ τούτων πατὴρ κατέλιπε καὶ τριάκοντα στατῆρας ἅπερ ἐμοὶ καταλειφθέντα ἐκείνου τελευτήσαντος ἐγώ σοι ἔδωκα;

また彼女は、彼が土地担保貸付から回収した百ミナ、および別の二千ドラクマと、多くの価値ある調度品を受け取っていたことを明らかにしました。さらに、彼らのために毎年ヘルソネソスから小麦が送られてきていたことも示しました。「それなのに、これほどの財産を持っていながら」と彼女は言いました。「この子たちの父親が残したのは二千ドラクマと三十スタテルだけであり、しかもそれは彼が亡くなったときに私に残され、私があなたに渡したものだ、とよくも言えたものですね。」

§16

καὶ ἐκβάλλειν τούτους ἠξίωσας θυγατριδοῦς ὄντας ἐκ τῆς οἰκίας τῆς αὑτῶν ἐν τριβωνίοις, ἀνυποδήτους, οὐ μετὰ ἀκολούθου, οὐ μετὰ στρωμάτων, οὐ μετὰ ἱματίων, οὐ μετὰ τῶν ἐπίπλων ἃ ὁ πατὴρ αὐτοῖς κατέλιπεν, οὐδὲ μετὰ τῶν παρακαταθηκῶν ἃς ἐκεῖνος παρὰ σοὶ κατέθετο.

「そして、あなたの孫たちであるこの子たちを、彼ら自身の家から、ボロをまとわせ、裸足のままで、従者も伴わせず、寝具も着替えも持たせず、父親が彼らに残した調度品も、あの人があなたに託した預託金も与えずに追い出そうとしたのです。」

§17

καὶ νῦν τοὺς μὲν ἐκ τῆς μητρυιᾶς τῆς ἐμῆς παιδεύεις ἐν πολλοῖς χρήμασιν εὐδαίμονας ὄντας· καὶ ταῦτα μὲν καλῶς ποιεῖς· τοὺς δʼ ἐμοὺς ἀδικεῖς, οὓς ἀτίμους ἐκ τῆς οἰκίας ἐκβαλὼν ἀντὶ πλουσίων πτωχοὺς ἀποδεῖξαι προθυμεῖ. καὶ ἐπὶ τοιούτοις ἔργοις οὔτε τοὺς θεοὺς φοβεῖ, οὔτε ἐμὲ τὴν συνειδυῖαν αἰσχύνῃ, οὔτε τοῦ ἀδελφοῦ μέμνησαι, ἀλλὰ πάντας ἡμᾶς περὶ ἐλάττονος ποιεῖ χρημάτων.

「そして今、私の継母から生まれた子供たちに対しては、多くの財産を与えて裕福に育てています。そうすることは結構なことです。しかし、私の子供たちに対しては不義を働き、彼らを家から不名誉な形で追い出し、裕福であったはずの彼らを貧乏人へと仕立て上げようと躍起になっています。このような行いをしながら、神々を恐れもせず、真相を知っている私を恥じることもなく、兄弟のことも顧みず、私たち全員を金銭よりも価値の低いものとして扱っています。」

§18

τότε μὲν οὖν, ὦ ἄνδρες δικασταί, πολλῶν καὶ δεινῶν ὑπὸ τῆς γυναικὸς ῥηθέντων οὕτω διετέθημεν πάντες οἱ παρόντες ὑπὸ τῶν τούτῳ πεπραγμένων καὶ τῶν λόγων τῶν ἐκείνης, ὁρῶντες μὲν τοὺς παῖδας, οἷα ἦσαν πεπονθότες, ἀναμιμνῃσκόμενοι δὲ τοῦ ἀποθανόντος, ὡς ἀνάξιον τῆς οὐσίας τὸν ἐπίτροπον κατέλιπεν, ἐνθυμούμενοι δὲ ὡς χαλεπὸν ἐξευρεῖν ὅτῳ χρὴ περὶ τῶν ἑαυτοῦ πιστεῦσαι, ὥστε, ὦ ἄνδρες δικασταί, μηδένα τῶν παρόντων δύνασθαι φθέγξασθαι, ἀλλὰ καὶ δακρύοντας μὴ ἧττον τῶν πεπονθότων ἀπιόντας οἴχεσθαι4 σιωπῇ. πρῶτον μὲν οὖν τούτων ἀνάβητέ μοι μάρτυρες.

そのとき、裁判員諸君、女性によって多くの恐るべき言葉が語られ、この者の行いと彼女の言葉によって、同席していた私たちは皆、強い衝撃を受けました。私たちは、子供たちが被った苦難を目の当たりにし、亡くなった人が自らの財産に不釣り合いな不適格な後見人を残してしまったことを思い出し、また自らの事柄を誰に信頼して託すべきかを見出すのがいかに困難であるかを痛感したからです。その結果、裁判員諸君、同席していた者は誰も言葉を発することができず、被害者たちに劣らず涙を流しながら、皆、静かに立ち去ったほどでした。さて、まずはこれらについての証人たちよ、私のために証言台に上がってください。

§19

Μάρτυρες ἀξιῶ τοίνυν, ὦ ἄνδρες δικασταί, τῷ λογισμῷ προσέχειν τὸν νοῦν, ἵνα τοὺς μὲν νεανίσκους διὰ τὸ μέγεθος τῶν συμφορῶν ἐλεήσητε, τοῦτον δʼ ἅπασι τοῖς πολίταις ἄξιον ὀργῆς ἡγήσησθε. εἰς τοσαύτην γὰρ ὑποψίαν Διογείτων πάντας ἀνθρώπους πρὸς ἀλλήλους καθίστησιν, ὥστε μήτε ζῶντας μήτε ἀποθνῄσκοντας μηδὲν μᾶλλον τοῖς οἰκειοτάτοις ἢ τοῖς ἐχθίστοις πιστεύειν·

(証言)さて、裁判員諸君、私はあなた方に会計の計算に精神を集中していただきたいのです。それは、この若者たちに対してはその災難の大きさゆえに同情を寄せ、この者に対してはすべての市民にとって怒りの対象となるべき者であるとみなしていただくためです。ディオゲイトンは、あらゆる人間を互いにこれほどの不信感に陥らせたのであり、その結果、生きているときも死ぬときも、最も親しい人々を最も憎むべき敵以上に信頼することができなくなってしまったのです。

§20

ὃς ἐτόλμησε τὰ μὲν ἔξαρνος γενέσθαι, τὰ δὲ τελευτῶν ὁμολογήσας ἔχειν, εἰς δύο παῖδας καὶ ἀδελφὴν λῆμμα καὶ ἀνάλωμα5 ἐν ὀκτὼ ἔτεσιν ἑπτὰ τάλαντα ἀργυρίου καὶ ἑπτακισχιλίας δραχμὰς ἀποδεῖξαι. καὶ εἰς τοῦτο ἦλθεν ἀναισχυντίας, ὥστε οὐκ ἔχων ὅποι τρέψειε τὰ χρήματα, εἰς ὄψον μὲν δυοῖν παιδίοιν καὶ ἀδελφῇ πέντε ὀβολοὺς τῆς ἡμέρας ἐλογίζετο, εἰς ὑποδήματα δὲ καὶ εἰς γναφεῖον καὶ εἰς κουρέως κατὰ μῆνα οὐκ ἦν αὐτῷ οὐδὲ κατʼ ἐνιαυτὸν γεγραμμένα, συλλήβδην δὲ παντὸς τοῦ χρόνου πλεῖν ἢ τάλαντον ἀργυρίου.

この者は、ある財産については存在を否定し、別の財産については最終的に所有を認めたものの、二人の子供と一人の姉妹のために、八年間における収入と支出として銀七タラントンと七千ドラクマを提示する暴挙に出たのです。そして、そのずうずうしさは極みに達し、資金の使い道をでっち上げることができなくなると、子供二人と姉妹のおかず代として、一日あたり五オボロスを計上しました。さらに、靴代やクリーニング代、理髪代については、月ごとにも年ごとにも記録せず、期間全体の総額として銀一タラントン以上をまとめて請求したのです。

構文注5 件
  1. 12τίνα ποτὲ ψυχὴν ἔχων

    分詞 ἔχων は、間接疑問節の主語(暗にディオゲイトンを指す)に一致する。「どのような心(魂)を持って」という様態を示し、彼の冷酷な精神状態を強く非難する表現となっている。

  2. 13παραστησαμένη

    中道アオリスト分詞女性単数主格で、主動詞 ἐθέλω の主語 ἐγώ に一致する。自己の子供たちを「自らの傍らに立たせた上で(宣誓する)」という、古代アテナイの法的な神聖同盟や厳粛な宣誓儀式に伴う慣用的な動作を表している。

  3. 14ἐνεγκεῖν

    動詞 ἐξήλεγχεν(暴いた、立証した)の目的語となる対格不定詞句の核で、主語は τοὺς παῖδας。アオリスト分詞 ἐπιτυχόντας がこの主語に一致し、さらに与格 ἐκβεβλημένῳ τῷ βιβλίῳ を目的語として取っている。

  4. 18ὥστε ... δύνασθαι ... οἴχεσθαι

    接続詞 ὥστε が導く結果節で、不定詞 δύνασθαι および οἴχεσθαι(分詞 ἀπιόντας と結合して「立ち去ってしまった」)を用いて自然な帰結を表す。分詞 δακρύοντας と ἀπιόντας は、不定詞の暗黙の主語(同席者たち)に合わせて対格複数形をとる。

  5. 20λῆμμα καὶ ἀνάλωμα

    「収入と支出」を意味する名詞句。後続する具体的な金額(七タラントンと七千ドラクマ)の性質をあらかじめ制限・説明する同格語または述語的な対格として機能している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0540.tlg032.humanitext-grc2:12-20