§12ἐλθὼν δʼ ἐγὼ ἠγανάκτουν μὲν πρὸς Ἡγήμονα τὸν ἔχοντα τὴν τούτου θυγατέρα, λόγους δʼ ἐποιούμην πρὸς τοὺς ἄλλους ἐπιτηδείους, ἠξίουν δὲ τοῦτον εἰς ἔλεγχον ἰέναι περὶ τῶν χρημάτων.
于是我前往那里,对娶了迪奥盖同女儿的赫格蒙表示愤慨,并与其他亲友商议,要求这个人就财产问题接受账目审计。
Διογείτων δὲ τὸ μὲν πρῶτον οὐκ ἤθελε, τελευτῶν δὲ ὑπὸ τῶν φίλων ἠναγκάσθη.
迪奥盖同起初不肯,但最后在朋友们的迫使下不得不勉强同意。
ἐπειδὴ δὲ συνήλθομεν, ἤρετο αὐτὸν ἡ γυνή, τίνα ποτὲ ψυχὴν ἔχων ἀξιοῖ περὶ τῶν παίδων τοιαύτῃ γνώμῃ χρῆσθαι,
ἀδελφὸς μὲν ὢν τοῦ πατρὸς αὐτῶν, πατὴρ δʼ ἐμός, θεῖος δὲ αὐτοῖς καὶ πάππος.
当我们聚在一起时,他的女儿向他发问:他究竟怀着怎样的心肠,竟然决定对这些孩子采取如此冷酷的态度,要知道他既是他们父亲的兄弟,又是我的父亲,对他们而言既是舅公又是外祖父。
§13καὶ εἰ μηδένα ἀνθρώπων ᾐσχύνου, τοὺς θεοὺς ἐχρῆν σε
φησί
δεδιέναι·
她说:“即使你不羞于面对任何人,你也应该敬畏神明。
ὃς ἔλαβες μέν, ὅτʼ ἐκεῖνος ἐξέπλει, πέντε τάλαντα παρʼ αὐτοῦ παρακαταθήκην.
当他启航时,你从他那里收下了五塔兰特作为寄托款。
καὶ περὶ τούτων ἐγὼ ἐθέλω τοὺς παῖδας παραστησαμένη καὶ τούτους καὶ τοὺς ὕστερον ἐμαυτῇ γενομένους ὀμόσαι ὅπου ἂν αὐτὸς λέγῃς.
关于此事,我愿意把这些孩子以及我后来所生的孩子们都带到身旁,在您指定的任何地方起誓。
καίτοι οὐχ οὕτως ἐγώ εἰμι ἀθλία, οὐδʼ οὕτω περὶ πολλοῦ ποιοῦμαι χρήματα, ὥστʼ ἐπιορκήσασα κατὰ τῶν παίδων τῶν ἐμαυτῆς τὸν βίον καταλιπεῖν, ἀδίκως δὲ ἀφελέσθαι τὴν τοῦ πατρὸς οὐσίαν.
然而,我还不至于如此卑劣,也不至于把金钱看得如此重要,以至于要在自己孩子的性命上起假誓来结束一生,从而不义地夺走他们父亲的遗产。
§14ἔτι τοίνυν ἐξήλεγχεν αὐτὸν ἑπτὰ τάλαντα κεκομισμένον ναυτικὰ καὶ τετρακισχιλίας δραχμάς, καὶ τούτων τὰ γράμματα ἀπέδειξεν· ἐν γὰρ τῇ διοικίσει, ὅτʼ ἐκ Κολλυτοῦ διῳκίζετο εἰς τὴν Φαίδρου οἰκίαν, τοὺς παῖδας ἐπιτυχόντας ἐκβεβλημένῳ τῷ βιβλίῳ ἐνεγκεῖν πρὸς αὐτήν.
” 此外,她还证实他已收回了航海贷款中的七个塔兰特和四千德拉克马,并出示了这些款项的字据;因为在搬家时,当他从科利图斯搬到费德鲁斯的房子里时,孩子们碰巧发现了掉落的长卷账簿,并把它带给了她。
§15ἀπέφηνε δʼ αὐτὸν ἑκατὸν μνᾶς κεκομισμένον ἐγγείῳ ἐπὶ τόκῳ δεδανεισμένας, καὶ ἑτέρας δισχιλίας δραχμὰς καὶ ἔπιπλα πολλοῦ ἄξια· φοιτᾶν δὲ καὶ σῖτον αὐτοῖς ἐκ Χερρονήσου καθʼ ἕκαστον ἐνιαυτόν.
她还指出,他收回了以土地作抵押贷出的一百米纳,以及另外两千德拉克马,还有价值不菲的家具;并且每年都有小麦从赫尔松内索斯运送给他们。
ἔπειτα σὺ ἐτόλμησας
ἔφη
εἰπεῖν, ἔχων τοσαῦτα χρήματα, ὡς δισχιλίας δραχμὰς ὁ τούτων πατὴρ κατέλιπε καὶ τριάκοντα στατῆρας ἅπερ ἐμοὶ καταλειφθέντα ἐκείνου τελευτήσαντος ἐγώ σοι ἔδωκα;
“那么,你竟敢在占有如此巨资的情况下,”她说,“声称这些孩子的父亲只留下了两千德拉克马和三十枚斯塔特金币——而这些钱分明是在他去世时留给我的,是我亲手交给你的吗?
§16καὶ ἐκβάλλειν τούτους ἠξίωσας θυγατριδοῦς ὄντας ἐκ τῆς οἰκίας τῆς αὑτῶν ἐν τριβωνίοις, ἀνυποδήτους, οὐ μετὰ ἀκολούθου, οὐ μετὰ στρωμάτων, οὐ μετὰ ἱματίων, οὐ μετὰ τῶν ἐπίπλων ἃ ὁ πατὴρ αὐτοῖς κατέλιπεν, οὐδὲ μετὰ τῶν παρακαταθηκῶν ἃς ἐκεῖνος παρὰ σοὶ κατέθετο.
” “而你竟然决定把这些作为你外孙的孩子们,穿着破烂的斗篷、光着脚从他们自己的家里赶出去,不给随从,不给被褥,不给衣服,不给父亲留给他们的家具,也不给那个人寄存在你那里的寄托款。
§17καὶ νῦν τοὺς μὲν ἐκ τῆς μητρυιᾶς τῆς ἐμῆς παιδεύεις ἐν πολλοῖς χρήμασιν εὐδαίμονας ὄντας· καὶ ταῦτα μὲν καλῶς ποιεῖς· τοὺς δʼ ἐμοὺς ἀδικεῖς, οὓς ἀτίμους ἐκ τῆς οἰκίας ἐκβαλὼν ἀντὶ πλουσίων πτωχοὺς ἀποδεῖξαι προθυμεῖ.
” “如今,你用巨资把我的继母所生的孩子们抚养得富足安康——你这样做固然很好——却虐待我的孩子们,将他们毫无尊严地赶出家门,急于把原本富裕的他们变成乞丐。
καὶ ἐπὶ τοιούτοις ἔργοις οὔτε τοὺς θεοὺς φοβεῖ, οὔτε ἐμὲ τὴν συνειδυῖαν αἰσχύνῃ, οὔτε τοῦ ἀδελφοῦ μέμνησαι, ἀλλὰ πάντας ἡμᾶς περὶ ἐλάττονος ποιεῖ χρημάτων.
干出这样的勾当,你既不惧怕神明,也不羞于面对深知内情的我,更不顾念你的兄弟,反而在你眼里,我们所有人都不如金钱重要。
§18τότε μὲν οὖν, ὦ ἄνδρες δικασταί, πολλῶν καὶ δεινῶν ὑπὸ τῆς γυναικὸς ῥηθέντων οὕτω διετέθημεν πάντες οἱ παρόντες ὑπὸ τῶν τούτῳ πεπραγμένων καὶ τῶν λόγων τῶν ἐκείνης, ὁρῶντες μὲν τοὺς παῖδας, οἷα ἦσαν πεπονθότες, ἀναμιμνῃσκόμενοι δὲ τοῦ ἀποθανόντος, ὡς ἀνάξιον τῆς οὐσίας τὸν ἐπίτροπον κατέλιπεν, ἐνθυμούμενοι δὲ ὡς χαλεπὸν ἐξευρεῖν ὅτῳ χρὴ περὶ τῶν ἑαυτοῦ πιστεῦσαι, ὥστε, ὦ ἄνδρες δικασταί, μηδένα τῶν παρόντων δύνασθαι φθέγξασθαι, ἀλλὰ καὶ δακρύοντας μὴ ἧττον τῶν πεπονθότων ἀπιόντας οἴχεσθαι σιωπῇ.
” 诸位陪审员,当时那个女人说出了许多骇人听闻的事实,在场的所有人都被这个人的所作所为和她的言辞深深震动,因为我们眼看着孩子们遭受的苦难,回想起死者留下了如此不配继承其财产的监护人,并深切体会到要找到一个可以托付家产的人是多么困难,以至于,诸位陪审员,在场的没有一个人能说得出一句话来,而是同受害者们一样流着泪,默默地离去了。
πρῶτον μὲν οὖν τούτων ἀνάβητέ μοι μάρτυρες.
那么,首先请为我到台上来,作关于这些事情的证人。
§19Μάρτυρες
ἀξιῶ τοίνυν, ὦ ἄνδρες δικασταί, τῷ λογισμῷ προσέχειν τὸν νοῦν, ἵνα τοὺς μὲν νεανίσκους διὰ τὸ μέγεθος τῶν συμφορῶν ἐλεήσητε, τοῦτον δʼ ἅπασι τοῖς πολίταις ἄξιον ὀργῆς ἡγήσησθε.
(证人作证)那么,诸位陪审员,我请求你们仔细注意账目计算,以便你们因灾难的深重而怜悯这些年轻人,并将这个人视为所有公民共同唾弃和愤怒的对象。
εἰς τοσαύτην γὰρ ὑποψίαν Διογείτων πάντας ἀνθρώπους πρὸς ἀλλήλους καθίστησιν, ὥστε μήτε ζῶντας μήτε ἀποθνῄσκοντας μηδὲν μᾶλλον τοῖς οἰκειοτάτοις ἢ τοῖς ἐχθίστοις πιστεύειν· §20ὃς ἐτόλμησε τὰ μὲν ἔξαρνος γενέσθαι, τὰ δὲ τελευτῶν ὁμολογήσας ἔχειν, εἰς δύο παῖδας καὶ ἀδελφὴν λῆμμα καὶ ἀνάλωμα ἐν ὀκτὼ ἔτεσιν ἑπτὰ τάλαντα ἀργυρίου καὶ ἑπτακισχιλίας δραχμὰς ἀποδεῖξαι.
因为迪奥盖同让所有人都对彼此产生如此深的怀疑,以至于人们无论是在活着还是临终时,信任最亲近的人都不比信任最痛恨的敌人更多;这个人竟敢对某些财产矢口否认,对其余财产虽最终承认占有,但为了两个孩子和一个姐妹,竟把八年间的收支账目列为七个塔兰特银子和七千德拉克马。
καὶ εἰς τοῦτο ἦλθεν ἀναισχυντίας, ὥστε οὐκ ἔχων ὅποι τρέψειε τὰ χρήματα, εἰς ὄψον μὲν δυοῖν παιδίοιν καὶ ἀδελφῇ πέντε ὀβολοὺς τῆς ἡμέρας ἐλογίζετο, εἰς ὑποδήματα δὲ καὶ εἰς γναφεῖον καὶ εἰς κουρέως κατὰ μῆνα οὐκ ἦν αὐτῷ οὐδὲ κατʼ ἐνιαυτὸν γεγραμμένα, συλλήβδην δὲ παντὸς τοῦ χρόνου πλεῖν ἢ τάλαντον ἀργυρίου.
他竟无耻到了这种地步,由于编不出钱款的去向,他竟然把两个孩子和他们母亲的一天伙食费算作五个奥博尔;至于鞋子、洗衣和理发费用,他既没有按月也没有按年记录,而是把整个期间的费用笼统地合在一起,列了超过一个塔兰特的银子。