§21εἰς δὲ τὸ μνῆμα τοῦ πατρὸς οὐκ ἀναλώσας πέντε καὶ εἴκοσι μνᾶς ἐκ πεντακισχιλίων δραχμῶν, τὸ μὲν ἥμισυ αὑτῷ τίθησι, τὸ δὲ τούτοις λελόγισται.
父親の墓のために、五千ドラクマのうち実際には二十五ミナも費やしていないのに、その半分を自分の負担とし、残りの半分をこの子供たちに計上しています。
εἰς Διονύσια τοίνυν, ὦ ἄνδρες δικασταί, (οὐκ ἄτοπον γάρ μοι δοκεῖ καὶ περὶ τούτου μνησθῆναι) ἑκκαίδεκα δραχμῶν ἀπέφηνεν ἐωνημένον ἀρνίον, καὶ τούτων τὰς ὀκτὼ δραχμὰς ἐλογίζετο τοῖς παισίν·
さらに、裁判員諸君、(これについて言及するのも不自然ではないと思われますが)ディオニュシア祭のために、彼は十六ドラクマで子羊を一頭購入したと申告し、そのうちの八ドラクマを子供たちに請求しました。
ἐφʼ ᾧ ἡμεῖς οὐχ ἥκιστα ὠργίσθημεν.
これに対して私たちは特に腹を立てました。
οὕτως, ὦ ἄνδρες, ἐν ταῖς μεγάλαις ζημίαις ἐνίοτε οὐχ ἧττον τὰ μικρὰ λυπεῖ τοὺς ἀδικουμένους·
このように、諸君、大きな損害にあっているとき、時には小さな事柄が、不正を被っている人々をそれ以上に苦しめるものです。
λίαν γὰρ φανερὰν τὴν πονηρίαν τῶν ἀδικούντων ἐπιδείκνυσιν.
なぜなら、それが不正を行う者たちの邪悪さをあまりにも露骨に示すからです。
§22εἰς τοίνυν τὰς ἄλλας ἑορτὰς καὶ θυσίας ἐλογίσατο αὐτοῖς πλεῖν ἢ τετρακισχιλίας δραχμὰς ἀνηλωμένας, ἕτερά τε παμπληθῆ, ἃ πρὸς τὸ κεφάλαιον συνελογίζετο, ὥσπερ διὰ τοῦτο ἐπίτροπος τῶν παιδίων καταλειφθείς, ἵνα γράμματα αὐτοῖς ἀντὶ τῶν χρημάτων ἀποδείξειεν καὶ πενεστάτους ἀντὶ πλουσίων ἀποφήνειε, καὶ ἵνα, εἰ μέν τις αὐτοῖς πατρικὸς ἐχθρὸς ἦν, ἐκείνου μὲν ἐπιλάθωνται, τῷ δʼ ἐπιτρόπῳ τῶν πατρῴων ἀπεστερημένοι πολεμῶσι.
さらに、他の祝祭や犠牲祭のために、彼は彼らに対して四千ドラクマ以上が消費されたと計上し、その他にも無数の項目を合算して総額に上乗せしました。 まるで、子供たちの後見人に残された理由が、彼らに金銭の代わりに帳簿の数字を提示し、富んでいた彼らを極貧の人々に仕立て上げるためであったかのように。 そして、もし彼らに父親代々の敵がいたとしても、その敵のことは忘れてしまい、父親の遺産を奪った後見人と敵対して戦うことになるように。
καίτοι εἰ ἐβούλετο δίκαιος εἶναι περὶ τοὺς παῖδας, §23ἐξῆν αὐτῷ κατὰ τοὺς νόμους, οἳ κεῖνται περὶ τῶν ὀρφανῶν καὶ τοῖς ἀδυνάτοις τῶν ἐπιτρόπων καὶ τοῖς δυναμένοις, μισθῶσαι τὸν οἶκον ἀπηλλαγμένον πολλῶν πραγμάτων, ἢ γῆν πριάμενον ἐκ τῶν προσιόντων τοὺς παῖδας τρέφειν·
しかし、もし彼が子供たちに対して公正でありたいと望んでいたなら、孤児に関して、能力のない後見人にも能力のある後見人にも定められている法律に従って、多くの面倒な手続きから解放された形でその家産を賃貸に出すこともできたし、あるいは土地を購入して、その収益から子供たちを養うこともできたはずです。
καὶ ὁπότερα τούτων ἐποίησεν, οὐδενὸς ἂν ἧττον Ἀθηναίων πλούσιοι ἦσαν.
そして、これらのどちらを行っていたとしても、彼らはアテナイ人の誰にも劣らず裕福であったでしょう。
νῦν δέ μοι δοκεῖ οὐδεπώποτε διανοηθῆναι ὡς φανερὰν καταστήσων τὴν οὐσίαν, ἀλλʼ ὡς αὐτὸς ἕξων τὰ τούτων, ἡγούμενος δεῖν τὴν αὑτοῦ πονηρίαν κληρονόμον εἶναι τῶν τοῦ τεθνεῶτος χρημάτων.
しかし実際には、彼は財産を公に開示しようなどとは一度も考えず、自らがこの子たちの財産を所有しようとし、亡くなった人の財産の相続人は自らの邪悪さであるべきだと考えていたように私には思われます。
§24ὃ δὲ πάντων δεινότατον, ὦ ἄνδρες δικασταί·
そして何よりも恐るべきことは、裁判員諸君、次のことです。
οὗτος γὰρ συντριηραρχῶν Ἀλέξιδι τῷ Ἀριστοδίκου, φάσκων δυοῖν δεούσας πεντήκοντα μνᾶς ἐκείνῳ συμβαλέσθαι, τὸ ἥμισυ τούτοις ὀρφανοῖς οὖσι λελόγισται, οὓς ἡ πόλις οὐ μόνον παῖδας ὄντας ἀτελεῖς ἐποίησεν, ἀλλὰ καὶ ἐπειδὰν δοκιμασθῶσιν ἐνιαυτὸν ἀφῆκεν ἁπασῶν τῶν λῃτουργιῶν.
この者は、アリストディコスの息子アレクシスと共同でトリエラルキアを務めた際、彼に五十ミナに二ミナ足りない額を出資したと主張しながら、その半分を、孤児であるこの子供たちに計上したのです。 子供たちが子供である間、国は彼らの奉仕を免除するだけでなく、成人検査を通過した後も一年間はすべての奉仕活動から免除しているというのに。
οὗτος δὲ πάππος ὢν παρὰ τοὺς νόμους τῆς ἑαυτοῦ τριηραρχίας παρὰ τῶν θυγατριδῶν τὸ ἥμισυ πράττεται.
この者は祖父でありながら、法律に反して、自らのトリエラルキアの半額を孫たちから取り立てているのです。
§25καὶ ἀποπέμψας εἰς τὸν Ἀδρίαν ὁλκάδα δυοῖν ταλάντοιν, ὅτε μὲν ἀπέστελλεν, ἔλεγε πρὸς τὴν μητέρα αὐτῶν ὅτι τῶν παίδων ὁ κίνδυνος εἴη, ἐπειδὴ δὲ ἐσώθη καὶ ἐδιπλασίασεν, αὑτοῦ τὴν ἐμπορίαν ἔφασκεν εἶναι.
また、二タラントンの価値がある商船をアドリア海へ派遣したとき、船を送り出す際には、彼は子供たちの母親に対して、リスクを負うのは子供たちであると言っていました。 しかし、船が無事に戻り、利益が二倍になると、その交易は自分自身のものであると主張したのです。
καίτοι εἰ μὲν τὰς ζημίας τούτων ἀποδείξει, τὰ δὲ σωθέντα τῶν χρημάτων αὐτὸς ἕξει, ὅποι μὲν ἀνήλωται τὰ χρήματα, οὐ χαλεπῶς εἰς τὸν λόγον ἐγγράψει, ῥᾳδίως δὲ ἐκ τῶν ἀλλοτρίων αὐτὸς πλουτήσει.
しかし、もし損失は子供たちのものとし、無事に回収された資金は自分が手に入れるというのであれば、彼は金銭がどこに費やされたかを帳簿に書き込むのなど容易なことであり、他人の財産から易々と自分自身を富ませることができるでしょう。
§26καθʼ ἕκαστον μὲν οὖν, ὦ ἄνδρες δικασταί, πολὺ ἂν ἔργον εἴη πρὸς ὑμᾶς λογίζεσθαι·
さて、裁判員諸君、一つ一つの項目をあなた方に数え上げるのは大変な労力となるでしょう。
ἐπειδὴ δὲ μόλις παρʼ αὐτοῦ παρέλαβον τὰ γράμματα, μάρτυρας ἔχων ἠρώτων Ἀριστόδικον τὸν ἀδελφὸν τὸν Ἀλέξιδος (αὐτὸς γὰρ ἐτύγχανε τετελευτηκώς), εἰ ὁ λόγος αὐτῷ εἴη ὁ τῆς τριηραρχίας·
しかし、私が彼からようやく帳簿を受け取ったとき、私は証人たちを伴って、アレクシスの兄弟であるアリストディコスに(アレクシス自身はすでに亡くなっていたので)、トリエラルキアに関する帳簿が彼の手元にあるかどうかを尋ねました。
ὁ δὲ ἔφασκεν εἶναι, καὶ ἐλθόντες οἴκαδε ηὕρομεν Διογείτονα τέτταρας καὶ εἴκοσι μνᾶς ἐκείνῳ συμβεβλημένον εἰς τὴν τριηραρχίαν.
彼があると言うので、私たちは家に行き、ディオゲイトンがそのトリエラルキアのために彼に出資したのは二十四ミナであったことを見出しました。
§27οὗτος δὲ ἀπέδειξε δυοῖν δεούσας πεντήκοντα μνᾶς ἀνηλωκέναι, ὥστε τούτοις λελογίσθαι ὅσονπερ ὅλον τὸ ἀνάλωμα αὐτῷ γεγένηται.
ところが、この者は五十ミナに二ミナ足りない額を費やしたと申告していたため、自分自身の支出の全額に等しい額がこの子供たちに計上されていたことになります。
καίτοι τί αὐτὸν οἴεσθε πεποιηκέναι περὶ ὧν οὐδεὶς αὐτῷ σύνοιδεν ἀλλʼ αὐτὸς μόνος διεχείριζεν, ὃς ἃ διʼ ἑτέρων ἐπράχθη καὶ οὐ χαλεπὸν ἦν περὶ τούτων πυθέσθαι, ἐτόλμησε ψευσάμενος τέτταρσι καὶ εἴκοσι μναῖς τοὺς αὑτοῦ θυγατριδοῦς ζημιῶσαι;
しかし、他人が関わっており、それについて調べるのも難しくない事柄においてさえ、嘘をついて自らの孫たちに二十四ミナもの損失を与える暴挙に出たこの者が、誰も知る者がなく自分一人だけで管理していた事柄について、一体何をしていただろうとあなた方は思われますか。
καί μοι ἀνάβητε τούτων μάρτυρες.
では、私に代わって、これらについての証言台に上がってください。
§28Μάρτυρες
τῶν μὲν μαρτύρων ἀκηκόατε, ὦ ἄνδρες δικασταί·
(証言)裁判員諸君、証人たちの証言は今お聞きいただいた通りです。
ἐγὼ δʼ ὅσα τελευτῶν ὡμολόγησεν ἔχειν αὐτὸς χρήματα, ἑπτὰ τάλαντα καὶ τετταράκοντα μνᾶς, ἐκ τούτων αὐτῷ λογιοῦμαι, πρόσοδον μὲν οὐδεμίαν ἀποφαίνων, ἀπὸ δὲ τῶν ὑπαρχόντων ἀναλίσκων, καὶ θήσω ὅσον οὐδεὶς πώποτʼ ἐν τῇ πόλει, εἰς δύο παῖδας καὶ ἀδελφὴν καὶ παιδαγωγὸν καὶ θεράπαιναν χιλίας δραχμὰς ἑκάστου ἐνιαυτοῦ,
私は、彼が最終的に所有していると認めた財産、すなわち七タラントンと四十ミナを基礎として、彼のための計算を行います。 その際、いかなる収入も生じなかったとし、元本のみから支出したと仮定します。 そして、この市においてかつて誰も設定したことがないほどの高額、すなわち、二人の子供と一人の姉妹、一人の教育奴隷、そして一人の女召使のために、毎年千ドラクマを費やしたと仮定しましょう。
§29μικρῷ ἔλαττον ἢ τρεῖς δραχμὰς τῆς ἡμέρας·
これは一日あたり三ドラクマよりわずかに少ない額です。
ἐν ὀκτὼ αὗται ἔτεσι γίγνονται ὀκτακισχίλιαι δραχμαί, καὶ ἀποδείκνυται ἓξ τάλαντα περιόντα καὶ εἴκοσι μναῖ.
八年間では八千ドラクマとなり、残額は六タラントンと二十ミナになります。
οὐ γὰρ ἂν δύναιτο ἀποδεῖξαι οὔθʼ ὑπὸ λῃστῶν ἀπολωλεκὼς οὔτε ζημίαν εἰληφὼς οὔτε χρήσταις ἀποδεδωκώς.
なぜなら、彼は海賊によって失ったわけでも、損失を被ったわけでも、債権者に返済したわけでもないことを証明できないはずだからです。