§A.20_col1## ἡ φιλανθρωπία.
人間愛。
τῆς φιλανθρωπίας ἐστὶν εἴδη τρία·
人間愛には三つの種類がある。
ἓν μὲν διὰ τῆς προσηγορίας γινόμενον, οἷον ἐν ᾧ τινες τὸν ἐντυχόντα πάντα προσαγορεύουσι καὶ τὴν δεξιὰν ἐμβάλλοντες χαιρετίζουσιν·
一つは挨拶を通じて生じるものであり、例えば、その中で、ある人々が偶然出会ったすべての人に呼びかけ、右手を差し出して挨拶するようなものである。
ἄλλο εἶδος, ὅταν τις βοηθητικὸς ᾖ παντὶ τῷ ἀτυχοῦντι·
もう一つの種類は、誰かが不運なすべての人に対して援助の手を差し伸べるときである。
ἕτερον εἶδός ἐστι τῆς φιλανθρωπίας, ἐν ᾧ τινες φιλοδειπνισταί εἰσι.
人間愛のもう一つの種類は、ある人々が宴会を好むことである。
τῆς ἄρα φιλανθρωπίας τὸ μέν ἐστι διὰ τοῦ προσαγορεύειν, τὸ δὲ διὰ τοῦ εὐεργετεῖν, τὸ δὲ διὰ τοῦ ἑστιᾶν καὶ φιλοσυνουσιάζειν.
したがって、人間愛のうち、あるものは挨拶することを通じてであり、あるものは善行を施すことを通じてであり、あるものはもてなすことや交際を好むことを通じてである。
§A.21_col1## Ἡ εὐδαιμονία.
幸福。
ἡ εὐδαιμονία διαιρεῖται εἰς πέντε μέρη·
幸福は五つの部分に区分される。
ἡ μὲν γὰρ αὐτῆς ἐστιν εὐβουλία, ἕτερον δὲ εὐαισθησία καὶ ὑγεία τοῦ σώματος, τρίτον εὐτυχία ἐν ταῖς πράξεσι, τέταρτον εὐδοξία παρὰ τοῖς ἀνθρώποις, πέμπτον εὐπορία χρημάτων καὶ τῶν εἰς τὸν βίον χρησίμων.
なぜなら、そのうちの一つは思慮深さであり、もう一つは身体の優れた感受性と健康であり、三つ目は活動における幸運であり、四つ目は人々の間での名声であり、五つ目は金銭および生活に有用なものの豊かさである。
| ἡ μὲν οὖν εὐβουλία γίνεται ἐκ παιδείας καὶ ἐκ τοῦ πολλῶν ἔμπειρον γενέσθαι.
| さて、思慮深さは教育と、多くのことを経験することから生じる。
ἡ δὲ εὐαισθησία ἐκ τῶν τοῦ σώματος μερῶν·
感覚の鋭さは身体の部位から生じる。
οἷον ἐάν τις ὀφθαλμοῖς ὁρᾷ καὶ τοῖς ὠσὶν ἀκούῃ καὶ τῇ ῥινὶ καὶ τῷ στόματι αἰσθάνηται ὧν δεῖ αἰσθάνεσθαι· τὸ δὲ τοιοῦτον εὐαισθησία.
例えば、目で見、耳で聞き、鼻や口で感じ取るべきものを感じ取ることができる場合であり、このようなことが優れた感受性である。
ἡ δὲ εὐτυχία, ὅταν ἐφ’ ἃ σκοπεῖ πράξῃ κατορθῶν ἃ δεῖ πράττειν τὸν σπουδαῖον·
幸運とは、目指すことにおいて、優れた人が行うべきことを成し遂げて成功するときである。
εὐδοξία δέ ἐστιν ὅταν τις εὖ ἀκούῃ.
名声とは、人が良く言われるときである。
εὐπορία δέ ἐστιν, ὅταν τις πρὸς τὰς ἐν τῷ βίῳ χρήσεις οὕτως ἔχῃ, ὥστε καὶ φίλους εὗ ποιῆσαι καὶ φιλοτίμως καὶ εὐπόρως ἀπολειτουργῆσαι.
豊かさとは、生活における用途に対して、友人に善い行いをし、また名誉ある形で十分に公共の義務を果たすことができるような状態にあるときである。
ᾧ δὲ ὑπάρχει πάντα ταῦτα, οὗτός ἐστιν εὐδαίμων τελέως.
これらすべてが備わっている者、この人こそが完全に幸福な人である。
τῆς ἄρα εὐδαιμονίας ἐστὶ τὸ μὲν εὐβουλία, τὸ δὲ εὐαισθησία καὶ ὑγεία τοῦ σώματος, τὸ δὲ εὐτυχία, τὸ δὲ εὐδοξία, τὸ δὲ εὐπορία.
したがって、幸福のうち、あるものは思慮深さであり、あるものは感覚の鋭さと身体の健康であり、あるものは幸運であり、あるものは名声であり、あるものは豊かさである。
§A.22_col1## αἱ τέχναι — αἱ ἐπιστῆμαι.
技術 — 科学。
αἱ τέχναι εἰς τρία διαιροῦνται·
技術は三つに区分される。
ἡ μὲν πρώτη, ἡ δὲ δευτέρα, ἡ δὲ τρίτη.
第一のもの、第二のもの、第三のものである。
πρώτη μὲν οὖν ἡ μεταλλευτικὴ καὶ ὑλοτομική· παρασκευαστικαὶ γάρ εἰσιν.
第一のものは鉱山術と伐採術であり、これらは準備を整えるものだからである。
ἡ δὲ χαλκευτικὴ καὶ ἡ τεκτονικὴ μετασχηματικτικαί εἰσιν·
第二の、鍛冶術と大工術は変形させるものである。
ἐκ μὲν γὰρ τοῦ σιδήρου ἡ χαλκευτικὴ ὅπλα ποιεῖ, ἡ δὲ τεκτονικὴ ἐκ τῶν ξύλων αὐλοὺς καὶ λύρας.
なぜなら鍛冶術は鉄から武器を作り、大工術は木からフルートや竪琴を作るからである。
ἡ δὲ χρηστική οἷον ἱππική τοῖς χαλινοῖς χρῆται· ἡ πολεμικὴ τοῖς ὅπλοις· ἡ μουσικὴ τοῖς αὐλοῖς καὶ τῇ λύρᾳ.
第三の、使用する技術としては、例えば乗馬術が手綱を使用し、戦争術が武器を使用し、音楽がフルートや竪琴を使用する。
τῆς τέχνης ἄρα τρία εἴδη ἐστί·
したがって、技術には三つの種類がある。
τὸ μέν τι πρῶτον, τὸ δέ τι δεύτερον, τὸ δέ τι τρίτον.
あるものは第一のもの、あるものは第二のもの、あるものは第三のものである。
§A.53_col2## αἱ τέχναι — αἱ ἐπιστῆμαι.
技術 — 科学。
διαιροῦνται αἱ ἐπιστῆμαι [τῶν πρώτων καὶ τῶν δευ τερῶν] εἰς τρία·
科学は三つに区分される。
εἰσὶ γὰρ αὐτῶν αἱ μὲν πρῶται, αἱ δὲ δεύτεραι, αἱ δὲ τρίται.
なぜなら、それらのうちあるものは第一のもの、あるものは第二のもの、あるものは第三のものだからである。
πρῶτον μὲν οὖν εἰσὶν αἱ παρασκευαστικαί τε καὶ μεταλλευτικαὶ καὶ ὑλοτομικαὶ καὶ λιθοτομικαί, δεύτεραι δὲ αἵ τε ποιητικαὶ καὶ μετασχηματιστικαί, οἷον ἡ μὲν χαλκευτικὴ τὸν σίδηρον παραλαβοῦσα μετεσχημάτισε καὶ ἐποίησε χάλινοὺς καὶ ὅπλα καὶ τὰ τοιαῦτα, ἡ δὲ τεκτονικὴ τὴν ὕλην παραλαβοῦσα μετεσχημάτισε καὶ ἐποίησεν αὐλοὺς καὶ πλοῖα καὶ οἴκους καὶ τὰ τοιαῦτα, ἡ δὲ λιθουργικὴ τοὺς λίθους παραλαβοῦσα μετεσχημάτισε καὶ ἐποίησε τείχη καὶ οἰκίας καὶ τὰ τοιαῦτα.
まず第一のものとして、準備的な科学、すなわち鉱山術、伐採術、石切り術がある。 第二のものとして、制作的および変形的な科学がある。 例えば、鍛冶術は鉄を受け取って変形させ、手綱や武器やそのようなものを作り、大工術は材料を受け取って変形させ、フルートや船や家やそのようなものを作り、石工術は石を受け取って変形させ、壁や家屋やそのようなものを作る。
πάλιν αἱ τρίται·
さらに第三のものがある。
ἡ μὲν γὰρ ἱππικὴ παραλαβοῦσα τὸν χαλινὸν ἐχρήσατο καλῶς καὶ ἡ πολεμικὴ τὰ ὅπλα καὶ ἐπὶ τῶν τοιούτων, καὶ πάλιν ἡ αὐλητικὴ παραλαβοῦσα τοὺς αὐλοὺς ἐχρήσατο καλῶς καὶ ἡ κυβερνητικὴ τοὺς οἴακας παραλαβοῦσα καὶ ἐπὶ τῶν ἄλλων τῶν τοιούτων.
なぜなら、乗馬術は手綱を受け取って適切に使用し、戦争術は武器を使用し、そのような例があり、また、フルート奏術はフルートを受け取って適切に使用し、操舵術は舵を受け取って、その他のそのような例があるからである。