← アリストテレス

アリストテレス的分類集

§A.20_col1-A.53_col2

人間愛と幸福および技術と科学の分類

人間愛、幸福、技術および科学の定義について、それぞれの下位区分と具体例を提示しながら体系的に分類する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§A.20_col1

ἡ φιλανθρωπία. τῆς φιλανθρωπίας ἐστὶν εἴδη τρία· ἓν μὲν διὰ τῆς προσηγορίας γινόμενον, οἷον ἐν ᾧ τινες τὸν ἐντυχόντα πάντα1 προσαγορεύουσι καὶ τὴν δεξιὰν ἐμβάλλοντες χαιρετίζουσιν· ἄλλο εἶδος, ὅταν τις βοηθητικὸς ᾖ παντὶ τῷ ἀτυχοῦντι· ἕτερον εἶδός ἐστι τῆς φιλανθρωπίας, ἐν ᾧ τινες φιλοδειπνισταί εἰσι. τῆς ἄρα φιλανθρωπίας τὸ μέν ἐστι διὰ τοῦ προσαγορεύειν, τὸ δὲ διὰ τοῦ εὐεργετεῖν, τὸ δὲ διὰ τοῦ ἑστιᾶν καὶ φιλοσυνουσιάζειν.

人間愛。人間愛には三つの種類がある。一つは挨拶を通じて生じるものであり、例えば、その中で、ある人々が偶然出会ったすべての人に呼びかけ、右手を差し出して挨拶するようなものである。もう一つの種類は、誰かが不運なすべての人に対して援助の手を差し伸べるときである。人間愛のもう一つの種類は、ある人々が宴会を好むことである。したがって、人間愛のうち、あるものは挨拶することを通じてであり、あるものは善行を施すことを通じてであり、あるものはもてなすことや交際を好むことを通じてである。

§A.21_col1

Ἡ εὐδαιμονία. ἡ εὐδαιμονία διαιρεῖται εἰς πέντε μέρη· ἡ μὲν γὰρ αὐτῆς ἐστιν εὐβουλία, ἕτερον δὲ εὐαισθησία καὶ ὑγεία τοῦ σώματος, τρίτον εὐτυχία ἐν ταῖς πράξεσι, τέταρτον εὐδοξία παρὰ τοῖς ἀνθρώποις, πέμπτον εὐπορία χρημάτων καὶ τῶν εἰς τὸν βίον χρησίμων. | ἡ μὲν οὖν εὐβουλία γίνεται ἐκ παιδείας καὶ ἐκ τοῦ πολλῶν ἔμπειρον γενέσθαι. ἡ δὲ εὐαισθησία ἐκ τῶν τοῦ σώματος μερῶν· οἷον ἐάν τις ὀφθαλμοῖς ὁρᾷ καὶ τοῖς ὠσὶν ἀκούῃ καὶ τῇ ῥινὶ καὶ τῷ στόματι αἰσθάνηται ὧν δεῖ αἰσθάνεσθαι· τὸ δὲ τοιοῦτον εὐαισθησία. ἡ δὲ εὐτυχία, ὅταν ἐφ’ ἃ σκοπεῖ πράξῃ κατορθῶν ἃ δεῖ πράττειν τὸν σπουδαῖον· εὐδοξία δέ ἐστιν ὅταν τις εὖ ἀκούῃ.2 εὐπορία δέ ἐστιν, ὅταν τις πρὸς τὰς ἐν τῷ βίῳ χρήσεις οὕτως ἔχῃ, ὥστε3 καὶ φίλους εὗ ποιῆσαι καὶ φιλοτίμως καὶ εὐπόρως ἀπολειτουργῆσαι. ᾧ δὲ ὑπάρχει πάντα ταῦτα, οὗτός ἐστιν εὐδαίμων τελέως. τῆς ἄρα εὐδαιμονίας ἐστὶ τὸ μὲν εὐβουλία, τὸ δὲ εὐαισθησία καὶ ὑγεία τοῦ σώματος, τὸ δὲ εὐτυχία, τὸ δὲ εὐδοξία, τὸ δὲ εὐπορία.

幸福。幸福は五つの部分に区分される。なぜなら、そのうちの一つは思慮深さであり、もう一つは身体の優れた感受性と健康であり、三つ目は活動における幸運であり、四つ目は人々の間での名声であり、五つ目は金銭および生活に有用なものの豊かさである。| さて、思慮深さは教育と、多くのことを経験することから生じる。感覚の鋭さは身体の部位から生じる。例えば、目で見、耳で聞き、鼻や口で感じ取るべきものを感じ取ることができる場合であり、このようなことが優れた感受性である。幸運とは、目指すことにおいて、優れた人が行うべきことを成し遂げて成功するときである。名声とは、人が良く言われるときである。豊かさとは、生活における用途に対して、友人に善い行いをし、また名誉ある形で十分に公共の義務を果たすことができるような状態にあるときである。これらすべてが備わっている者、この人こそが完全に幸福な人である。したがって、幸福のうち、あるものは思慮深さであり、あるものは感覚の鋭さと身体の健康であり、あるものは幸運であり、あるものは名声であり、あるものは豊かさである。

§A.22_col1

αἱ τέχναι — αἱ ἐπιστῆμαι. αἱ τέχναι εἰς τρία διαιροῦνται· ἡ μὲν πρώτη, ἡ δὲ δευτέρα, ἡ δὲ τρίτη. πρώτη μὲν οὖν ἡ μεταλλευτικὴ καὶ ὑλοτομική· παρασκευαστικαὶ γάρ εἰσιν. ἡ δὲ χαλκευτικὴ καὶ ἡ τεκτονικὴ μετασχηματιστικαί εἰσιν· ἐκ μὲν γὰρ τοῦ σιδήρου ἡ χαλκευτικὴ ὅπλα ποιεῖ, ἡ δὲ τεκτονικὴ ἐκ τῶν ξύλων αὐλοὺς καὶ λύρας. ἡ δὲ χρηστική οἷον ἱππική τοῖς χαλινοῖς χρῆται· ἡ πολεμικὴ τοῖς ὅπλοις· ἡ μουσικὴ τοῖς αὐλοῖς καὶ τῇ λύρᾳ. τῆς τέχνης ἄρα τρία εἴδη ἐστί· τὸ μέν τι πρῶτον, τὸ δέ τι δεύτερον, τὸ δέ τι τρίτον.

技術 — 科学。技術は三つに区分される。第一のもの、第二のもの、第三のものである。第一のものは鉱山術と伐採術であり、これらは準備を整えるものだからである。第二の、鍛冶術と大工術は変形させるものである。なぜなら鍛冶術は鉄から武器を作り、大工術は木からフルートや竪琴を作るからである。第三の、使用する技術としては、例えば乗馬術が手綱を使用し、戦争術が武器を使用し、音楽がフルートや竪琴を使用する。したがって、技術には三つの種類がある。あるものは第一のもの、あるものは第二のもの、あるものは第三のものである。

§A.53_col2

αἱ τέχναι — αἱ ἐπιστῆμαι. διαιροῦνται αἱ ἐπιστῆμαι [τῶν πρώτων καὶ τῶν δευ τερῶν]4 εἰς τρία· εἰσὶ γὰρ αὐτῶν αἱ μὲν πρῶται, αἱ δὲ δεύτεραι, αἱ δὲ τρίται. πρῶτον μὲν οὖν εἰσὶν αἱ παρασκευαστικαί τε καὶ μεταλλευτικαὶ καὶ ὑλοτομικαὶ καὶ λιθοτομικαί, δεύτεραι δὲ αἵ τε ποιητικαὶ καὶ μετασχηματιστικαί, οἷον ἡ μὲν χαλκευτικὴ τὸν σίδηρον παραλαβοῦσα μετεσχημάτισε καὶ ἐποίησε χάλινοὺς καὶ ὅπλα καὶ τὰ τοιαῦτα, ἡ δὲ τεκτονικὴ τὴν ὕλην παραλαβοῦσα μετεσχημάτισε καὶ ἐποίησεν αὐλοὺς καὶ πλοῖα καὶ οἴκους καὶ τὰ τοιαῦτα, ἡ δὲ λιθουργικὴ τοὺς λίθους παραλαβοῦσα μετεσχημάτισε καὶ ἐποίησε τείχη καὶ οἰκίας καὶ τὰ τοιαῦτα. πάλιν αἱ τρίται· ἡ μὲν γὰρ ἱππικὴ παραλαβοῦσα τὸν χαλινὸν ἐχρήσατο καλῶς καὶ ἡ πολεμικὴ τὰ ὅπλα καὶ ἐπὶ τῶν τοιούτων, καὶ πάλιν ἡ αὐλητικὴ παραλαβοῦσα τοὺς αὐλοὺς ἐχρήσατο καλῶς καὶ ἡ κυβερνητικὴ τοὺς οἴακας παραλαβοῦσα καὶ ἐπὶ τῶν ἄλλων τῶν τοιούτων.

技術 — 科学。科学は三つに区分される。なぜなら、それらのうちあるものは第一のもの、あるものは第二のもの、あるものは第三のものだからである。まず第一のものとして、準備的な科学、すなわち鉱山術、伐採術、石切り術がある。第二のものとして、制作的および変形的な科学がある。例えば、鍛冶術は鉄を受け取って変形させ、手綱や武器やそのようなものを作り、大工術は材料を受け取って変形させ、フルートや船や家やそのようなものを作り、石工術は石を受け取って変形させ、壁や家屋やそのようなものを作る。さらに第三のものがある。なぜなら、乗馬術は手綱を受け取って適切に使用し、戦争術は武器を使用し、そのような例があり、また、フルート奏術はフルートを受け取って適切に使用し、操舵術は舵を受け取って、その他のそのような例があるからである。

構文注4 件
  1. A.20_col1τὸν ἐντυχόντα πάντα

    動詞 ἐντυγχάνω(出くわす、出会う)のアオリスト能動態分詞対格男性単数で、名詞的に用いられている。「偶然出会うすべての人」を意味する。

  2. A.21_col1εὖ ἀκούῃ

    ἀκούω(聞く)が副詞 εὖ を伴って、受動的に「(人から)良く言われる、評判が良い」という意味になるギリシア語特有の慣用表現である。

  3. A.21_col1πρὸς τὰς ἐν τῷ βίῳ χρήσεις οὕτως ἔχῃ, ὥστε...

    οὕτως ἔχω(そのような状態にある)が前置詞句 πρὸς...(〜に対して)を伴い、さらに結果を表す不定法を伴った ὥστε 節(〜するほどに、その結果〜する)を導いている構造。

  4. A.53_col2[τῶν πρώτων καὶ τῶν δευ τερῶν]

    この挿入句は、科学が三つ(第一、第二、第三)に区分されるという文脈において、「第一と第二の」とだけ言及しており、不完全であるか写本の混入と考えられるため、現代の校訂本では括弧(角括弧)に入れられている。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(3 件・最終 2026-09-22)
  • 2026-09-22 AI校閲 — 原文 1 件
  • 2026-09-21 AI校閲 — 注 2 件
urn:cts:greekLit:tlg0086.tlg048.humanitext-grc1:A.20_col1-A.53_col2